Declamatio 30

Libanius

Libanius, Declamatio 30, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

ἐδε- ήθην μαθεῖν ὅθεν ἥκει τὸ ῥεῦμα τῶν χρημάτων, ὁ δὲ νεύσας τι πρὸς τὸν οἰκέτην ἀφῆκεν οἴκαδε τρέχειν, ἀπεκρίνατο δὲ πρὸς ἡμᾶς οὐδὲ γρῦ. δακνόμενος δὴ τοῖς ἔξωθεν φαινομένοις ἐβουλήθην ὁ δυστυχὴς ἐγὼ καὶ τὴν εἴσω θυρῶν εὐδαιμονίαν ἰδεῖν καὶ τὰ πρῶτα φεύγων αὐτῷ συνδειπνεῖν, ἐν γὰρ δὴ τοῖς πολλοῖς καὶ αὐτὸς ἐκαλούμην, ὁ πρότερον μόνος μόνῳ συζῶν ὑπήκουσα καὶ τὸ κακὸν ἑκὼν ἐπεσπασάμην.