Declamatio 30
Libanius
Libanius, Declamatio 30, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
οἶδα μὲν οὖν ὅτι, κἂν μὴ τύχω τοῦ φαρμάκου, τῇ λύπῃ γε ἀντὶ τοῦ φαρμάκου χρήσο- μαι, διαφέρει δὲ τοσοῦτον ὅσον τὸ μὲν ταχὺ καὶ τή- μερον ἀποθανεῖν παρέχει καὶ τὸ λίαν ὀξέως χαρίζεται, τῆς δὲ ἀνέχεσθαι δεῖ τὸ σῶμα κατὰ μικρὸν δαπανώσης καὶ ποιούσης τὴν δυστυχίαν μακράν. ὥσπερ οὖν ἕκα- στος ὑμῶν, εἰ τελευτᾶν ἀναγκαῖον εἴη, βούλοιτ’ ἂν ὧς τάχιστα ἀφεῖναι τὴν ψυχὴν ἢ χρόνον ὧς πλεῖστον ἐν ἀλγηδόσι κατασαπεὶς ὀψέ ποτε ἀπελθεῖν, οὕτω καὶ αὐτὸς τὴν διὰ τοῦ κωνείου προτίθημι τελευτὴν τῆς [*](Β IV 160) ἐκ | τοῦ λυπεῖσθαι συμβησομένης. ὑμεῖς δὲ μὴ γένησθε χαλεποὶ πρὸς τὴν δόσιν, ἀλλ’ ἐπειδὴ τῷ γεί- τονι γέγονεν ὁ πλοῦτος παρὰ τῆς Τύχης, ἐμοὶ παρ’ ὑμῶν ὁ θάνατος.
[*](9 Ach. Tat. III 17, 3 16 Plat. Phaed. p. 86 B sq.)[*](2 ἐκείνου Ρ et γρ in marg Mor 3 ἡμεῖς HCI Mor | ἐθέλητε ΜοΒ Ι μοι post ἐθελήσητε edd delevi 4 τοῦτ’ HV scriptura in Cr haud perspicua 5 νενικήκαμεν Τύχην scripsi e BPMLaViClVa νενίκηκα τύχην Μο τύχην νενίκηκα HV Re scriptura in Cr haud perspicua νενικήκαμεν om Mor 7 διδόντων ὑμῶν Μο sed ὑμῶν in marg Ι τῆς ἀθυμίας καὶ τοῦ βίου HV Re scriptura in Cr haud perspicua 9 τοῦ(2) om Vi Va Ι φαρμάκου V sed ου in ras m 2 10 καὶ ante διαφέρει LaCl sed in hoc del m 4 12 δ’ ΜοΒ Ι καταμικρὸν ΡΜ 15 τάχιστ’ Ρ 16 κατασαπεὶς] κατασαπῆναι καὶ ΟrΗVΜοΒ | οὕτω om Mor sed γρ in marg 19 γένοισθε HVBMClVa scriptura in Cr parum perspicua | μὲν post γείτονι HV)3. Εἰ μὲν οὖν ἐσωφρόνουν ἄπαντες οἱ πλησίον οἰκοῦντες ἐκείνου τοῦ πρῴην μὲν ἡμῖν ἐοικότος, νῦν δὲ ἐξαίφνης εὐδαίμονος, πολλοὺς ἂν ἑωρᾶτε ταὐτὰ ποιοῦντας ἐμοὶ καὶ τῶν ἴσων χρῄζοντας τυχεῖν καὶ δεομένους ἀποθανεῖν· ἐπεὶ δὲ λίαν ἀναισθήτως ἔχουσι καὶ πρὸς γείτονος εὐτυχίαν οὐ μεμαθήκασιν ἀλγεῖν, ἀλλ’ ἐν ἴσῳ τοῖς ἀνδραπόδοις στέργουσιν ὁρῶντες ἕτερον τοσαῦτα κεκτημένον, ἐγὼ πρόσειμι μόνος, ὃν οὐκ ἐᾷ τὸ φρόνημα τὰς τῶν πλησίον εὐπραξίας ἐνεγ- κεῖν, ἵν᾿, ἐπειδὴ λείπομαι τοῦ πεπλουτηκότος χρήμασιν, ἀμείνων φανῶ τῶν ἄλλων τῷ μὴ δύνασθαι ζῆν.