Declamatio 30

Libanius

Libanius, Declamatio 30, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

καὶ ἐμὲ μὲν ἔπειθε ζῆν ἡ ἐκείνου ταπεινότης, ἐκεῖνον δὲ τὸ μὴ τῶν ἐκείνου τἀμὰ γεγονέναι βελτίω, καὶ φθειρόμενοι τοῖς ἑτέρων ἀγαθοῖς ἀμφότεροι τοῖς ἀλλήλων ἐσωζόμεθα κακοῖς. ἐγγύθεν γὰρ ἦν τὸ κουφίζον, πενία γείτονος. ἔστιν ἀργύριόν σοι; πολλάκις ἠρόμην. ὁ δὲ ἀπέφησε. τοῦτό με εὔφρανε. σοὶ δ’ ἔστι; πάλιν ἐκεῖνος ἤρετο. μόλις, ἔφην, ὀβολός. κἀκείνῳ τοῦτο ἥδιστον. ᾔδειμεν γὰρ ὧς, ἕως ἂν ὦμεν ὅμοιοι τὴν τύχην, καὶ φίλοι, πλοῦ- τος δ’ ὑπεροψίαν ἐμποιῶν κινεῖν φιλίας πέφυκε. καὶ τοῦτ’ ἦν ἄρα τὸ λεγόμενον ἰσότης φιλότης, τὸ μη- δαμῆ τὸν ἕτερον ὑπεραίρειν θατέρου.