Declamatio 30

Libanius

Libanius, Declamatio 30, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

ἑώρων γὰρ τοῖς συμφοιτηταῖς ἐσθῆτα βελτίω καὶ βιβλία λαμπρό- τερα καὶ τὴν ψυχὴν ἀπῄειν πεπληγμένος. ἤκουον διη- γουμένων ἑστιάσεις πολυτελεῖς. πάλιν ἐπληττόμην. γά- μου καιρὸς ἧκεν, ὧς οὐκ ὤφελεν. ἐγάμουν ὡς οὐκ ἔδει. νομίζων γὰρ ὥσπερ ἑτέροις φορὰν ἀγαθῶν ἔσε- σθαί μοι τὸ πρᾶγμα συμφορὰν ᾐσθόμην προσθέμενος, λύσας δ’ οὐδὲν τῶν κακῶν. ἔδει γὰρ χωρὶς μὲν ἀλγεῖν ἐπὶ ταῖς τῶν ἀνδρῶν εὐτυχίαις, χωρὶς δὲ τῷ Ι [*](R IV 164) τῆς ἐμῆς γυναικὸς ἑτέρας εὐπορωτέρας ὁρᾶσθαι.