Declamatio 30

Libanius

Libanius, Declamatio 30, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

τί <δὲ> δεῖ πόρρωθεν ἀποδεικνύναι τὸν λόγον; ὑμεῖς, ὦ πεντακόσιοι, φαίητ’ ἂν εἶναι πονηροὶ καὶ πολλὰ ποιεῖν ὧν οἱ νόμοι κωλύουσι καὶ δίκην ὀφεί- λειν τοῖς θεοῖς; οὔθ’ ὑμεῖς εἴποιτ’ ἂν ἐγώ τε ὑμῖν οὐ σύνοιδα. τί οὖν; ἀπὸ σεμνῶν ἅπαντες οἰκιῶν ἥκετε νῦν καὶ πάλιν ἀναστάντες ἐπὶ τρυφὴν βαδιεῖσθε; ἀλλ’ ἔγωγε πολλοῖς ὑμῶν οἶδα μίαν οὖσαν καταφυγὴν τὸν ἐνθένδε μισθόν.