Declamatio 25

Libanius

Libanius, Declamatio 25, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

δι’ ὧν γὰρ ἔφης οὐκ αὐτόθεν βούλεσθαι Λαίδα μετακαλεῖν, ἀλλ’ ἵνα τὰς ἐν τῇ πόλει σωφρονεῖν παρασκευάσωμεν, ἔδειξας οὐκ ὂν αὐθαίρετον οἰκεῖν ἐν Κορίνθῳ Λαίδα. εἰ γὰρ ἀγαθὸν ἔκρινας αὐτὸ μὴ χείρονι παραβάλλων ἑτέρῳ, οὐκ ἂν τὴν αἰτίαν προσέγραφες παραμυθούμενος τὸ πλημμέλημα τῷ δοκοῦντι συμφέρειν. ἀλλ’ εἰ νομίζεις δύνασθαι σωφρονεῖν τὰς ἤδη νενικημένας ταῖς ἡδοναῖς, αἷς ἐπικουρεῖν τῇ τῆς Λαίδος καθόδῳ νενόμικας, εἰσί που πάντως ἕτεροι τρόποι δι’ ὧν πείσομεν ἠρεμεῖν καὶ μὴ πρὸς ἡδονὰς ἀτόπους ἐκφέρεσθαι.

οὐ γὰρ αὐταῖς ἐπ’ ἐξουσίας δρᾶν ὅ τι καὶ βούλονται συγχω- ρήσομεν, ἀλλὰ πρῶτον μὲν νόμῳ παιδαγωγήσομεν [*](R IV 438) | αὐτῶν τὴν προαίρεσιν, ὧς ἂν τὴν ἀπὸ τοῦ νό- μου ζημίαν ἀναδυόμεναι σωφρονεῖν ἀναγκάζωνται, ἔτει- τα τὰ χρηστὰ παραινοῦντες λόγοις ἐπιεικέσιν ἀνα- κτήσασθαι πειρασόμεθα τὰς οὐ τῇ φυγῇ Λαίδος, ζήλῳ δὲ μᾶλλον, ὧς φαίην ἂν ἔγωγε, διεφθαρμένας.

εἰ δὲ πρὸς ἀκολασίαν ὁρῶσι καὶ τοὺς ἡμετέρους οὐ προσίενται λόγους, ἄμεινον ἔγωγε κρίνω ταύτας Λαίδι τῶν αὐτῶν ἀξιοῦν ἤ Λαίδα τῷ κακῷ δοῦναι προσθή- κην. ἐὰν γὰρ ἴδωσιν ἐκείνην τῇ καθόδῳ τοσαύτης ἀξιωθεῖσαν τιμῆς, ἐπὶ τῆς αὐτῆς μενοῦσι προαιρέσεως [*](15 Plat. Theaet. p. 145 C) [*](3 τῇ inser Μα 2 4 ἂν Vi | ἀνθαίρετον coni Gasda at cf. p. 388, 9 7 πλημέλημα MMa | νομίζειν Va sed ν(2) in σ corr, Vi 8 μὴ ante δύνασθαι inser Μ 2 | νενικη(??) Ma 9 μεθόδω Β sed κα supra με, VaViMaCl 12 ὅτι VaViMaCl) [*](14 ὡσὰν HVaMa 15 ἀναγκάζωνται reposui e libris cum Boissonadio Anecd. IV 335 ἀναγκάζονται edd 19 μὲν ἑτέ- ρους Ferr et γρ in marg Mor εὐμενεστέρους coni Re μετρίους Iacobs App Pors 327 20 ταύτας κρίνω BVa 22 ἐὰν scripsi cum Gasda εἰ libri edd 23 μενούσῃ Vi)

479
εὔκλειαν ἐμποιεῖν αὑταῖς ταύτην ἡγούμεναι. ὥστε καὶ πρὸς εὐδοξίαν κοινὴν καὶ πρὸς ἀσφάλειαν οὐ συνοίσει λυθῆναί τι τῶν δεδογμένων. ὅτε γὰρ μένουσα μὲν ὡς ἔχει δίδωσιν ἔννοιαν ὡς <οὐ> φαύλην ἡμεῖς ὡρίσαμεν ταῖς ἀνάξια διαπραττομέναις τῆς πόλεως, μετακαλουμένη δὲ καὶ περὶ τῶν λοιπῶν δεδιέναι παρα- σκευάζει, πρόδηλον ὧς οὐ σωφροσύνης, ὡς αὐτὸς φῄς, ἀκολασίας δὲ κατιοῦσα γίνεται πρόφασις.

20. Ἀλλ’ ἴσασιν ἅπαντες, εἰ μὴ λίαν εἰσὶν εὐήθεις, τοῦ ψηφίσματος τὴν διάνοιαν καὶ τὴν πόλιν κακίζουσι τοιούτοις ἐπιτρέπουσαν γράφειν ὅ τι καὶ βούλονται. παῦσαι τοίνυν τοῖς ὁμολογουμένως αἰσχροῖς συνεργῶν εὐνοίας προφάσει. καλῶς τὴν νεότητα σωφρονεῖν ἡ πόλις παιδεύσει πόνοις ἀρίστοις τὸ πλημμελὲς ἀπελαύ- νουσα. καὶ γὰρ ἐπὶ θήραν ἰέναι τοξεύειν τε καὶ τοῖς ὅπλοις ἀναγκάσει χρῆσθαι τὴν μάχιμον ἡλικίαν, ὥστε μηδὲ χώραν εἶναι ταῖς ἡδοναῖς. καὶ γὰρ ἐξ ἡδυπαθείας ἔρως πέφυκε γίνεσθαι καὶ τρυφῆς. ταύτης τοίνυν ἀναιρουμένης, ἀντεισφερομένης δὲ μελέτης πολεμικῶν ἠρεμοῦσιν αἱ περὶ ταῦτα φροντίδες.

ἀλλ’ ὁ χρηστὸς οὑτοσὶ πάντων ὑπεριδὼν ἑνὸς μόνου γίνεται πεῖσαι κατάγειν Λαίδα καὶ περὶ τούτου πᾶσαν πεποίηται τὴν [*](19 cf. t. II 323, 18) [*](1 αὐταῖς libri edd 2 κοινὴν scripsi e BVaViMaCl κοινῇ ΗΜ edd | ἰδίᾳ post ἀσφάλειαν inserendum coni Gasda 3 ὅτι MViMaCl Ferr et γρ in marg Mor 4 οὐ inserui auc- tore Gasda om libri edd | τιμωρίαν ἡμεῖς BVa 7 ὡς in ὥστ’ corr Cl | φής libri edd 10 τὴν διάνοιαν τοῦ ψηφίσματος Ma 11 τούτοις Vi | ὅτι VaViMaCl 12 ὁμολογουμένοις Ma sed ως supra ὄις m 3 | συνερῶν coni Re at cf. p. 469, 12) [*](14 παιδεύει ViMa sed in hoc σ’ inser m 3, Cl | πλημελὲς Va MMaCl 17 μὴ δὲ libri Ferr | εἷναι χώραν Vi | ἐξ — 20 φρον- τίδες citat Macarius fol. 81 r 18 γίγνεσθαι BVa | τρυφῆς τοίνυν ταύτης Β | τοίνυν] δὲ Macar 19 ἀντεισφερομένης δὲ] καὶ ἀντεισφερομένης Macar 21 γίνεται μόνου H)

480
[*](R IV 439) σπουδὴν ἐρρῶσθαι τῷ | συμφέροντι φράσας τῆς πόλεως· ἐπτόηται γάρ, ὧς ἔοικε, περὶ τὴν ἄνθρωπον καὶ μόνην ἡγεῖται σώματος ἔχειν τὴν ὥραν λαμπράν, ὅθεν θεραπεύων τὸν ἔρωτα τὴν ποθουμένην αἰτεῖ.

φέρε δή, πρὸς θεῶν, εἰ ἀποδεξαμένων ὑμῶν τὰ ἐπαφρόδιτα ταῦτα καὶ γέμοντα πολυλογίας ἐρωτικῆς τὴν πολλήν τις ἀτοπίαν ὁρῶν καταγνώσεται τοῦ πε- πεικότος ἑταίραν ἐπὶ διαφθορᾷ τῶν νέων κατάγειν, ἢν ὅπως σωθῶσιν ἀπηλάσατε, ὁ δὲ πεπεικὼς πρὸς τὸν αἰτιώμενον φήσει ἄνθρωπε, τί μᾶλλον τοῦ γρά- ψαντος ἢ τῶν πεπεισμένων κατηγορεῖς; ἐγὼ μὲν γὰρ.τότε νομίσας συμφέρειν παρῄνουν, τὴν δὲ πόλιν, εἴπερ μὴ καλῶς ἔχειν ἐδόκει, παρὰ γνώμην κυροῦν οὐδεὶς ἦν ἀναγκάζων, εἰ ταῦ- τὰ λέξει, οὐχ αὑτῷ μὲν κοῦφον ἐργάσεται τὸ πλημμέ- λημα, τὴν αἰτίαν δὲ πᾶσαν ὑμῖν ἀναθήσει; εἶτα πῶς οὐκ αἰσχρὸν ταῦτα λεγόντων ἀνέχεσθαι ἐξ ὧν τοῖς μὲν ἡμαρτηκόσιν ἀπολογίας ἔσται καταφυγή, τῶν δὲ ἡσελ- γημένων ἡ πόλις τὴν ὕβριν ὀφλήσει;