Declamatio 23

Libanius

Libanius, Declamatio 23, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

καὶ τὸ μὲν πάθος ἐστὶ δεινόν, φέρειν δὲ θαρρύνας ἐμαυτὸν καὶ πρὸς τὴν ἐμαυτοῦ ψυχὴν εἰπών· Ἀθη- ναῖός εἰμι, Δημοσθένης εἰμί. ἄγε, ὧς εὐσχη- μόνως, ὡς καλῶς. ἅπασι μὲν ἀνθρώποις ἀναγ- καῖον τέλος, ἀπειλεῖ τὸν θάνατον ἡ φύσις, οὐδ’ ἔστιν ἀποδρᾶναι τὴν κοινὴν ἀνάγκην οὐδ’ ἐν τοῖς στεγανωτάτοις ἕρκεσι κατακεκρυμμέ- νον, πρέπει δὲ τοῖς ἀγαθοῖς ἀνδράσι τῆς μὲν ὑψηλῆς ἐλπίδος ἔχεσθαι, δέχεσθαι δὲ ἀσμένως ὅ τιπερ ἂν δοκῇ τῷ θεῷ, τοιαῦτα φιλοσοφήσας [*](R IV 317) παρὰ τὸν | Φίλιππον αὐτὸν εἰσηγόμην.

[*](3 cf. t. IV 242, 10 | cf. p. 427, 15)[*](1 τῶν om Ρ Mor 3 σαγάρεις V sed εἰς in οὑς corr m 2)[*](4 ἀποκόψαι Ma | μού om Par | τινάς HVBPar | ταῦτα V MaP edd 8 ἐπηωρούμενον HV ἀπαιωρούμενον Par | λαμβά- νει τὴν αἴσθησιν scripsi ex HVVaBPar τὴν αἴσθησιν λαμβάνει MaP edd 9 καὶ om Η | ἔστι BParP εἰ coni Iacobs Add 269, εἰ καὶ App Pors 326 Lect 109 Rev 6 | φέρει Ma | δὲ] δεῖ coni Iacobs δὲ ἀνάγκη coni Re | θαρρύνω Ρ Mor Ι οὖν post θαρρύνας inserendum coni Re Iacobs App Pors, δ’ Iacobs Add Lect Rev 11 εἰμι] εἰπὼν Va εἶ Par | Δημοσθένης εἰμι postea inser Β om VaPar 13 ἀθάνατον Ρ sed ἁ del m 2 14 οὐδέν ἐστιν Ma | ἀποδρᾶναι libri edd cf. t. IV 376, 7 | οὐδ’ ἐν] οὐδὲ HVVaPar)[*](15 στεγανωτοῖς Mor 16 πρέπει — 18 θεῷ citat omissa particula δὲ Macarius fol 82 v | ἀληθῶς Macar 17 „malim ὐψἰστης“ Re | ἀσμένως scripsi coll p. 377, 2 εὐμενῶς libri edd)[*](19 περὶ VaParMa)
425

78. Ποῖον οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, θέατρον οὕτω σπουδαῖον γενέσθαι ποτέ; τοιαῦτ’ ἤχθη ποτὲ παρ’ ὑμῖν Διονύσια; καθῆστο μὲν σεμνὸς αὐτὸς ὁ Φίλιππος, παρειστήκει δὲ ὁ γενναῖος παῖς Ἀλέ- ξανδρος, παρῆν δὲ Ὀλυμπιὰς ἡ χρηστὴ καὶ ξένοι καὶ πεζέταιροι καὶ δορυφόροι, καὶ πολὺ μὲν πλῆ- θος αὐτῶν Μακεδόνων, πολὺ δὲ τῶν ἄλλων ἐπι- δημούντων κατὰ πρεσβείαν ἢ μουσικῆς ἐπίδειξιν ἢ μισθοφορίαν, Ἑλλήνων καὶ βαρβάρων. καὶ γὰρ Ἰλλυ- ριοὶ καὶ Παίονες καὶ Τριβαλλοὶ συνέδραμον ἰδεῖν αἰχμάλωτον Δημοσθένην. ἦν δὲ πολλὴ σιωπὴ καὶ ὠθισμὸς τῶν ἄλλων θεατῶν.

εἰς τοιοῦτόν με, ὠ ἄνδρες Ἀθηναῖοι, θέατρον ἐπέμψατε, ἐγὼ δὲ οὐκ ἐφο- βήθην, οὐκ ἐξεπλάγην, ὥσπερ ὅτε πρεσβεύων ἐνέτυχον Φιλίππῳ, ἀλλ’ ἀνασχὼν τὴν κεφαλὴν ἔφην· ἥκω, βασιλεῦ, καὶ ἑκὼν καὶ ἄκων ἐπὶ τὰς σὰς θύρας, ἡδέως ὑπὸ Ἀθηναίων σοι δοθείς, ὃς κακὰ πλεῖστα Ἑλλήνων τὸν σὸν οἶκον εἰργασάμην λέγων καὶ γράφων, ἔπρεψέ μοι τὸ προοίμιον τοῦ [*](7 cf. p. 224, 9 10 sq. cf. p. 304, 11 13 cf. t. I 524, 11) [*](17 Thuc. | 137, 4) [*](1 ποῖ VVaBPar | ἴστε HVVaBParMa | ὦ om VaBPar) [*](2 οὕτως V edd Ι σπουδαῖον inser P 2 Ι πότε ante τοιαῦτ’ Ρ edd delevi | τοιαῦτα Ρ edd | ἦχθαι Ρ Mor ἦκταί γα | ποτὲ inserui ex HVVaBParMa om Ρ edd 3 καθῆσθο Η καθῆτο Ma | σεμνῶς VaPar 6 πεζαίτεροι VaBParMa PMor 8 πρεσβείαν Ρ sed v in σ corr πρεσβείας HVaB Par 9 μισθοφορίας Ρ Mor | γὰρ Ἰλλυριοὶ καὶ om Ρ Mor) [*](10 τριβαλοὶ VaB 12 ὠθησμὸς Par ὠθισθμὸς Ρ sed γρ ὠθισμὸς in marg m 2 | τῶν om Ρ sed γρ in marg m 2 | γρ θεαμάτων in marg P 2 Mor θεαμάτων Ma | μὲν VaBPar 13 ἀθηναῖοι ἄνδρες Ρ 14 πρέσβεων Par 15 num ἥκω, ἔφην? 16 βασιλεύς Ρ sed e ~ corr 17 μὲν post ἡδέως VaBPar | σοι δοθείς] ἐκδοθείς VaBPar 18 ἔτρεψέ Par | τοῦ scripsi ex HVaParMa τὸ VBP edd)

426
Θεμιστοκλέους. ταῦτα ὑπὲρ τῆς ἐμαυτοῦ πατρίδος καὶ τῆς ἄλλης Ἑλλάδος ἐπολιτευόμην. εἰ δὲ ἀρετῇ δικαίᾳ τοῖς οἰκείοις συνηγωνιζόμην, [*](R IV 318) | ἀλλ’ οὐ σοὶ πολεμῶν ἀπλῶς, ἀξιῶ μοι συγγνώμην γενέσθαι κατὰ τὸν τῶν ἀγαθῶν ἀνδρῶν νόμον. νῦν δὲ σός εἰμι καὶ χρῶ μοι λαβών.

ὁ δὲ σκαιότερον μὲν οὐδὲν οὐδὲ πικρό- τερον ἠμείψατο, οὐκ ἦν βάρβαρος ὁ Φίλιππος, οὐκ ἦν τύραννος, ἀπολοίμην κακῶς, οἷον ἄνδρα ἐλοιδόρουν, μᾶλλον δέ, ἀπωλλύμην, βασιλικῶς δὲ καὶ μεγαλοπρε- πῶς, Αἰσχίνη φίλτατε, ἄκουε γὰρ ὡς τὰ μὲν ὠνείδισε, τὰ δὲ ἤλεγξεν, ἔδρασε δὲ κακὸν οὐδέν. χαῖρε, εἶπε, Δημόσθενες. τί ταῦτα; πῶς ἥκεις; τίς ἔπεμψέ σε; πρεσβεύων ἥκεις; Ἀμφίπολιν ἀπαιτήσων; πάλιν ἡμῖν ἐνοχλήσων; ἀλλ’ Ἀθηναῖοί σε ἐκδε- δώκασιν; ὑπὲρ ὧν ἐβόας; ὑπὲρ ὧν ἡμῖν ἐπολέ- [*](9 Dem. Phil. III p. 119, 4 sq.) [*](1 „ταῦτα si servas aut ταὐτὰ legis, tum γὰρ addendum erit; alias mallem τοιαῦτα“ Re ὅτε coni Iacobs Lect 109 Rev 6 | ἐμαυτοῦ scripsi ex HVVaBParMa ἐμοῦ Ρ edd 2 ἢν δὴ Ma Ρ sed in hoc ex ἣν δ’ ἡ corr m 2, Mor qui ἢν δ’ coni 3 ἀρετὴ VaPar | τῇ ante δικαίᾳ V edd delevi εἰ δ’ ἀρετή, τὰ δίκαια τοῖς οἰκείοις συναγωνίζεσθαι, τοῖς φίλοις συναγωνὶζό- μενος, ἀλλ’ οὐ σοὶ πολεμῶν coni Re | ἠγωνιζόμην VaB 4 σοι Ma 5 τὸν om Va inser P 2 | ἀγαθῶν om Re 7 μικρὸν Ma 9 ἀπολλοίμην VVaBPar ἀπωλλύμην Ma 10 ἀπωλ- λύμην scripsi ἀπολλοίμην HVVaBParMa ἀπωλύμην Ρ edd sed delendum censet Re | δὲ om HV τε Ma 11 αἰσχύνη Ρ Mor | καὶ ante γὰρ Ma et inser P 2 | γὰρ] δὴ coni Iacobs Lect 109 Rev 6 γὰρ ὧς] ,.fort. leg. καὶ παρεστὼς, scil. ἐμοί· aut καὶ παραστήσας sc. ἐμὲ ἐαυτῷ“ Re | τὸ VaPar 12 τὰ Va | εἰπὼν Re 14 post ἥκεις signum interrogationis posui e Par colon Η comma Va om VBMaP edd 15 post ἐνοχλήσων signum interrogationis posui colon libri edd | ἀλλ’ om VaB | ἀθηναῖοι σε Ρ sed ε in ras m 2 Ἀθηναῖοι σ’ edd | ἐκδεδώκασι περὶ HV) [*](16 ὑμῖν Mor)

427
μεὶς; τί σε ὤνησεν ὁ Μαράθων; τί δὲ ἡ Σαλα- μίς; τί δὲ τὰ ὑπὲρ Χαλκιδέων, τί δὲ τὰ ὑπὲρ Βυζαντίων καὶ Φωκέων ψηφίσματα; τί δὲ αἰ δημηγορίαι αἱ μακραί; τί δ’ οἱ ἀπόστολοι καὶ τριηραρχίαι καὶ τὰ πολλὰ πολιτεύματα;

οὐκ ᾐσχύνου ἐμοὶ διαφερόμενος ὑπὲρ τῶν ἀχαρί- στων Ἀθηναίων; ἥκεις εἰς Μακεδονίαν, εἰς Πέλλαν, ὅθεν οὐδὲ ἀνδράποδον <σπουδαῖον>. ἐμοί σε ὁ δῆμος τῶν Ἀθηναίων ἔδωκε. τί σε ἐργάσομαι; πῶς σοι χρήσομαι; ὡς τύραννος, ὡς λῃστής; οὔκ εἰμι τοιοῦτος οἷον ἔλεγες. οὐκ ἀναμίξω σε τοῖς Ὀλυνθίων αἰχμαλώτοις οὐδὲ ἀριθμήσω σε μετὰ τῶν ἀπὸ Χαιρωνείας ἐαλω- κότων οὐδὲ Ἀτρεστίδᾳ σε χαριοῦμαι [*](R IV 319) ἤ τινι τῶν ξένων τῶν ἐμῶν. ἀποκόψω σου τὴν γλῶτταν; Θρᾳκός ἐστι τυράννου τοῦτο [*](2 Dem. cor. p. 296, 11 sq. 8 cf. ad p. 258, 19 14 cf. ad p. 233, 1 16 cf. p. 42, 9) [*](1 τίς BPar σε om Ma | ὤνησεν om Par 2 τἀ(1) om Par) [*](3 δαὶ VaPar 4 αἱ om Mor | δαὶ Va | αἱ ἀποστολαὶ HV VaBParMa οἱ om Ρ Mor 8 signum interrogationis post ὅθεν edd delevi ut coni Re et Iacobs Add 263 Lect 109 Rev 6 | οὐδὲ] ὡς HVVaBParMa οὐδ’ ἂν coni Iacobs Add Lect | σπουδαῖον inserui ut σπουδαῖον ἥκει inserendum coni Mor Not fol VI v, χρηστὸν Re, λάβοι vel θέλοι ὁ δῆμος Iacobs Lect, ἐγώ Add Rev 9 δὲ post ἐμοὶ inserendum coni Iacobs Add Rev, ἐμοί delendum Lect | τῶν scripsi e VaBParMa ὁ HV Re om Ρ Mor 11 λῃστής HVaMaP 12 Ὀλυνθίοις HV 13 ἀριθμήσω scripsi auctore Re ἀριθμῶ libri edd 14 Ἀτρεστίδᾳ scripsi coll 1. 1. cum Cobeto Mnem. N. S. II 409 Coll291 ἀνδραστίδα ΗV ἀδραστίδα VaBParMaRe ἀριστείδη Ρ sed γρ ἀδραστίδη in marg m 2, Mor sed γρ Ἀδραστίδῃ in marg | σε om HVVaBPar 15 ἤ] δέει HVVaBParMa „malim ἢ ἄλλῳ“ Re | „fort. οὐκ (uel οὐδ’) ἀποκόψω“ Re 16 γλῶσσαν VP edd | θρακός Par sed θρ in ras m 2 | τοῦτο scripsi ex HV Ma τὸ VaBParP edd)

428
ἔργον ἀπολέσαι γλῶτταν Ἀττικήν, ἐγὼ δέ, κἂν ὀργίζωμαί σοι, τοὺς λόγους σου φιλῶ καὶ τὴν τραυλίζουσαν ἐκείνην γλῶτταν ἐπαινῶ πρὸ τῆς Αἰσχίνου καὶ Δημάδου. ἀλλ’ ἀποκτείνω σε κἀγὼ ὅμοιος Ἀθηναίοις γένωμαι; θάρρησον. οὐκ ἄν τι κακὸν παρ’ ἡμῶν πάθοις.