Declamatio 21

Libanius

Libanius, Declamatio 21, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

318

Μετὰ τὰ ἐν Χαιρωνείᾳ ἔπεμψε Φίλιππος ὑπι- σχνούμενος τοὺς δισχιλίους αἰχμαλώτους <ἀπο- δώσειν> σ εἰ λάβοι Δημοσθένην. ἄξοι ἐκδίδοσθαι.

Δημοσθένης

[*](R IV 266)

τῶν πρέσβεων ἡκόντων, ὦ ἄνδρες Ἀθη- ναῖοι, καὶ λόγου διαδοθέντος ὅτι Φίλιππος τὰ μὲν δοῦναι βούλεται τῇ πόλει, τὰ δ’ ἀντὶ τούτων παρ’ ἐκείνης λαβεῖν, παρεσκευαζόμην <μὲν> a εὐθὺς ὡς βουλεύσων ὑμῖν λαβεῖν μὲν καὶ θεραπεύοντα τὴν πόλιν ἐκεῖνον προσίεσθαι, πάτριον γὰρ ὑμῖν Μακεδό-

  • Η = Codex Hierosolymitanus S. Sepulcri 107
  • V = Vaticanus gr. 940
  • Ρ = Parisinus gr. 2998
  • Β = Barberinus II 41
  • Vi = Vindobonensis Philos. et Philol. IV 82
  • Ma = Matritensis 4679, olim N-49
  • Cl = Berolinensis gr. 195 olim Claromontanus
  • [*](10 Thuc. I 123, 1. Isocr. paneg. p. 44 c) [*](1 Titulum in lac om Β 2 δισχιλίους scripsi e VViMa cl coll p. 337, 12; 299, 3; 306, 17. Diod. S. XIV 86 χιλίους Ρ edd Ι ἀποδώσειν inserui auctore Gasda δώσειν Vi om VPMa cl edd 3 λάβη Vi Ι δὲ post ἀξιοῖ Vi 5 Δημοσθένης om VB ViMaCl 8 τὰ δ’ scripsi e V τά δ’ BVi τάδ’ ΡΜαΟἰ edd) [*](9 lac 4 litt ante παρεσκευαζόμην Β Ι μὲν inserui om libri edd 11 ὑμῖν scripsi ex Η qui hac voce incipit, VBViMaCl ἡμῖν Ρ edd Ι εἷναι post ἡμῖν inserendum coni Gasda)
    319
    νᾶς ὑποπεπτωκότας ἔχειν, οὐ μέντοι καὶ δοῦναί γε τῶν ὑμετέρων οὐδέν, οὐ γὰρ ταῦτα παρὰ τῶν προγό- νων δεδιδάχθαι τὸν δῆμον· τῆς δὲ ἐπιστολῆς ἀνεγνω- σμένης καὶ τῶν ἐκεῖθεν ἀκόλουθα τοῖς γεγραμμένοις εἰρηκότων, ὡς γένοιτ’ ἂν ὑμῖν τοὺς αἰχμαλώτους κο- μίσασθαι Φιλίππῳ παραδόντας ἐμέ, τῆς μὲν γνώμης ἐκείνης ἀπέστην, ἐπαινῶ δὲ ἄμφω, καὶ ἃ δίδωσι καὶ ἃ λαβεῖν ἀξιοῖ. καὶ γὰρ ἂν εἴη δεινὸν πάντα τὸν χρόνον τὰ τῇ πόλει συμφέροντα περὶ πλείονος τῆς ἐμαυτοῦ πεποιημένον σωτηρίας νῦν ἐξαίφνης <με> μεταβεβλημένον ὁρᾶσθαι.

    2. Τοῖς μὲν οὖν αἰχμαλώτοις, ὦ ἄνδρες Ἀθηναῖοι, συγχαίρω τῆς μὲν Μακεδόνος δεσποτείας ὰπαλλαττο- μένοις | καὶ τοῦ κυρίους αὑτῶν ὁρᾶν τοὺς [*](R IV 267) ἐχθρούς, ὅ δοκεῖ πάντων εἶναι πικρότατον, ἀπολαμβά- νοῦσι δὲ τὴν πατρίδα καὶ τὰ αὑτῶν ἴδια καὶ συγγενεῖς καὶ τὰ ἄλλα ὧν ἀπολαύειν ἐζήτουν· εὐδαίμων δὲ ἐγώ, εἰ καὶ τοῖς ἄλλοις δοκῶ πάντων ἀθλιώτατος εἶναι, τῶν μὲν παρ’ ὑμῖν ἀγαθῶν ἀποστερῶν ἐμαυτόν, ἑκὼν δ’ ὑπὸ τὰς χεῖρας τῶν ἐχθίστων ἐμοὶ πορευόμενος ὅμως ἔχω πρὸς παραμυθίαν ἀρκοῦν τὸ τῶν ὑμετέρων [*](13 Thuc. epigr. Anth. Pal. VII 45, 2) [*](2 ὑμετέρων scripsi ex HV ἡμετέρων PBViMaCl edd 4 τῶν γεγραμμένων V sed τοῖς γεγραμμένοις suprascr m 2 voce γεγραμμένοις des Β 5 ἡμῖν Vi Ι τοὺς om Vi 7 ἀφίστην Ma sed πε supra φι m 2, cl | δίδωσιν Ρ edd 10 ἐμαυτῆς Mor | πεποιημένου Vi | με inserui ante μεταβεβλημένον post πεποιημένον inserendum coni Re om libri edd 13 τοῖς Mor | ἀπαλλαττομένης Vi 14 αὐτῶν libri ’ in ' corr Ma 2, edd) [*](16 αὐτῶν libri edd 17 ὧν Ma sed ~ α et in ras m 2 ἀπολαβεῖν Ρ Mor Ι εὐδαίμων in εὐδαιμονεῖν mutandum censet Re, delendum Gasda Ι δὲ ἐγώ scripsi e Vi δὲ ἐγὼ HVPMaCL edd sed δ’ ἔγωγε scribendum coni Mor 21 ἡμετέρων Vi)

    320
    τι πρὸς τὸ βέλτιον ἄγων ταῦτα πάσχειν ἐθέλειν. ὥσπερ γὰρ ἐκείνοις ἡδὺ τὸ κομίζεσθαι τὴν οἰκείαν, οὕτως ἐμοὶ τὸ διὰ τῆς ἐμῆς ψυχῆς ἐκείνοις ἀποδοθῆναι τὰς Ἀθήνας.

    3. Εἵμαρτο δέ, ὧς ἔοικεν, ἅπαν, ὦ ἄνδρες Ἀθη- ναίοι, τὸ πρᾶγμα τοῦτο τὸ μετὰ τὴν ἐν τῇ πυλαία ταραχήν, ἣν ὁ κεκινηκὼς φαιδρὸς ἐν τῇ πόλει περιέρ- χεται τῶν ἄλλων λυπουμένων, δι’ ἐμοῦ καὶ τῶν ἐμῶν λόγων καὶ τῶν ἐμῶν ψηφισμάτων καὶ τοὐμοῦ σώματος διοικηθῆναι τῇ πόλει. οὔτε γάρ, ὅθ’ ἧκεν ὁ κατειλῆφθαι τὴν Ἐλάτειαν ἀγγέλλων καὶ τοὺς δειπνοῦντας ἀπὸ τῶν τραπεζῶν ὁ φόβος ἀνίστη καὶ τὸν δῆμον ὀξύτερον τῆς βουλῆς συνελθεῖν ἠνάγκασεν, ἄλλος τις πλὴν ἐμοῦ παρελθεῖν ἐτόλμησε, τὴν μὲν γὰρ ἐμὴν εὔνοιαν ἴσως ἄν τις καὶ παρ’ ἑτέροις εὗρεν, ᾔδει δ’ οὐδεὶς ὁμοίως τὸν Φίλιππον, διόπερ ἐσίγων ἅπαντες.

    ἐπειδὴ δὲ Θηβαίους ἐδόκει λυσιτελεῖν ἡμετέρους γενέσθαι, τὸ δ’ ἦν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπὸν διὰ τοὺς ἐρεθίζοντας ἐπ’ ἀλλήλας τὰς πόλεις, οὕτως ἥκων ἐκεῖσε κατὰ [*](7 i. e. Αἰσχίνης cf. p. 192 sq. 11 cf. ad p. 281, 3. Dem. cor. § 169 sq. 13 Dem. cor. § 171 sq. 17 Dem. cor. § 187) [*](1 τί HVViMaCl Ι ἄγον VVi Ι ταῦτα] τῷ HV 2 οἰκείαν acripsi e Ρ coll t. V 380, 13; II 88, 1 ut coni Re οἰκίαν HVVi MaCL edd 3 ἀποδοῦναι Ρ Mor 4 ἀθήνας in ras V 2 5 εἵμαρτο reposui e libris εἵμαρται edd 6 τὸ(2) et τῇ om Vi Ι πυλαία ταραχὴ Vi sed τῇ παλαιὰ ταραχὴν in marg m 2 πα- λαιᾶ Η 7 φαιδρῶς V 10 οὐδὲ Sintenis Ι κατειλῆφθαι scripsi ut coni Re καταλελεῖφθαι HVViMa sed in hoc α(3) in ras m 2, CL καταλελῆφθαι Ρ edd 11 ἀγγέλλων scripsi e VViMaCl ἀγγέλων Η λέγων Ρ edd 13 συνελθεῖν scripsi ex HVViMaCl ξυνελθεῖν Ρ edd Ι τίς Η | (??) Ma 14 ἐτόλ- μησεν Η 16 δι’ ὅπερ Vi 19 ἐπαλλήλας ViMaCl Ι οὗτος Ρ ὂν dd sed οὕτως aut ὅμως legendum coni Re Ι ἥκων Ma)

    321
    πρεσβείαν, ὂ μηδεὶς ἄν ποτ’ ἤλπισε, τῶν Φιλίππου πρέσβεων παρὰ Θηβαίοις ἐκράτησα λέγων | καὶ [*](R IV 268) πρὸ τοῦ πολλὰ κεχαρισμένου Φιλίππου τοὺς οὐκ ὀλίγα λελυπηκότας ὑμᾶς ἑλέσθαι τὴν Θηβαίων ἔπεισα πόλιν.

    καὶ οὐκ ἂν ἐμαυτὸν ἐμεμψάμην. εἰ γὰρ καὶ τὰ μάλιστα τὸ μῖσος ἐκεῖθεν ηὐξήθη τὸ πρὸς ἐμὲ τῷ νῦν τούτῳ με βουλομένῳ λαβεῖν, ἀλλ’ ἐστεφανούμην παρ’ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς δὲ φθόνῳ γραψαμένοις αἰσχύνεσθαι περιῆν ἡττωμένοις. ἔτι τοίνυν τῆς μὲν ἀρετῆς ὑμῶν ἐν οἷς πολλάκις ἐκρατήσατε τῶν πολε- μίων φανείσης, τοῦ τέλους δὲ οὐ προσλαβόντος τὴν τύχην διὰ τῆς ἐμῆς φωνῆς ἐκοσμήσατε τοὺς ἐν τῇ μάχῃ καλῶς ἀποθανόντας, ᾔδειτε γὰρ ἐμὲ πλείστα ὑπὲρ ἐκείνων εὐξάμενον.

    γενομένου τοίνυν τοῦ τάφου καὶ τοῦ περιδείπνου παρ’ ἐμοί, καὶ γὰρ τούτῳ τετίμημαι παρὰ τῶν τοῖς πεσοῦσιν οἰκείων, ἐπὶ τὰς ὑπὲρ τῶν αἰχμαλώτων εὐθὺς ἐτραπόμην φροντίδας νομίζων καὶ τούτους οὐδὲν ἧττον ἀγαθοὺς καὶ οὐδε- μιᾷ κακίᾳ ταύτην ὑπομεῖναι τὴν τύχην, ἀλλ’ εἶναι τῆς ἀνδρείας αὐτῶν οὐ μικρὸν καὶ τοῦτο σύμβολον τὸ [*](1 Dem. cor. § 211 sq. 7 Dem. cor. § 222 12 Dem. cor. § 285 15 cf. p. 44, 5. Dem. cor. p. 321 25) [*](1 ποτε HViMa 4 ἡμᾶς Vi 5 ταμάλιστα Ρ | τὰ Vi sed τὴν in marg m 2 6 ηὐξήνθη V et in marg Vi 2 7 τούτω Ma sed ω in ras m 2 τοῦτο CL | με in ras V 2 | βουλομένῳ Ma sed ο(2) in ras m 2 10 ὑμῖν Vi sed ὑμῶν in marg m 2 | ἐν in marg Vi 2 11 προλαβόντος Vi προσλαβόντες Mor 12 φωνῆς Ma sed φω in ras m 2 15 τῆς περὶ δεῖπνον Vi sed τοῦ περι- δείπνου in marg m 2 τῶν περὶ δεῖπνον Ma sed ν(3) ex υ corr m 2 περὶ δείπνου Η Ι τοῦτο ViCl 16 τετίμημαι scripsi auc- tore Cobeto τετίμηνται HV edd τετίμηται PViMaCL | παρὰ — οἰκείων vel saltein τοῖς πεσοῦσιν delenda censet Gasda | τἀς] τοῖς Mor 17 ἐτραπόμην scripsi ἐτρεπόμην libri edd 18 τούτοις CL | οὐδὲ μιᾷ Πα οὐδεμία Vi 20 ἀνδρείας scripsi ex HVViMaCl ἀνδρίας Ρ edd)

    322
    μαχομένους ἁλῶναι. οἱ μὲν γὰρ δειλοὶ καὶ φοβούμενοι τὰ τραύματα συμπίπτειν μὲν οὐ τολμῶσιν, ἀρχομένης δὲ τῆς μάχης τὰ ὅπλα ῥίψαντες αὑτοὺς εἰώθασι σώζειν, οἶ δ’ ἀξιοῦντές τι δρᾶν καὶ συμβάλλοντες τὰς ἀσπίδας καὶ σφῶν αὐτῶν ἀφειδοῦντες οὗτοι καὶ λαμβάνονται.

    διὰ ταῦτα ἐσκόπουν πρὸς ἐμαυτόν, πῶς ἂν αὐτοὶ ταχέως ἀνασωθεῖεν, καὶ δὴ καὶ ἔμελλον ἐρεῖν ἐν ὑμῖν, ὅπως τοῦτο γένοιτο ἄν, οὐδὲ γὰρ τὸν Φίλιππον εὔ ρισκον ἡδέως ἂν ἔχοντα τοσούτους Ἀθηναίων ἐπὶ τῆς αὑτοῦ χώρας ἐχθρούς, οἶς οὔτε στρατιώταις ἔμελλε δήπου χρήσεσθαι, σφαλερὸν γάρ, οὔτε συνάγων εἰς τι χωρίον κατέχειν ὅθεν οὐκ ἦν ἀποδρᾶναι ῥᾴδιον τό τε ἄλλως ἔχειν ἐν δεσμοῖς οὔτ’ ἀνθρώπινον οὔτε κερδα- λέον.

    ἦν οὖν δῆλον ὡς ὑμῶν ἀποστειλάντων τοὺς [*](R IV 269) περὶ τούτων αὐτῷ | διαλεξομένους καὶ τῷ παλαιῷ περὶ τῶν αἰχμαλώτων χρησομένους νόμῳ ποιήσει τοῦτο ὅ πολλοὶ πολλάκις καὶ οὕτως αὐτοὺς ἀφήσει καὶ ἀπο- πέμψει βουλόμενος καὶ ἄλλως αὑτῷ χάριν τινὰ κεῖσθαι [*](4 Xen. Hell. IV 3, 19. Eur. Phoen. 1405 5 Thuc. II 51, 3) [*](18 Thuc. I 129, 3) [*](2 ἀρχόμενοι Vi sed ἀρχομένης in marg m 2 3 αὐτούς scripsi e Ma αὐτοὺς HVVi αὐτούς ἁ ἑαυτούς Ρ edd 4 ἀξιοῦντες τίΗViMa 6 διαταῦτα Vi | τοῦτο Ma 7 καὶ(2) om PMa Mor | ἐρᾶν Vi sed ἐρεῖν in marg m 2 8 τὸν γὰρ Re τὸν om Vi 9 ἀνέχοντα Η 10 αὐτοῦ libri edd | ἔμελλε Ma sed λ(2) inser m 2 ἔμελλ(??)ν Ρ 11 χρήσασθαι HPMaCI Mor 12 ἀποδρᾶναι Ma sed αναι ex αν corr m 2 | τότε Vi num τὸ δὲ? 13 ἄλλους Gasda | οὔτε Ρ edd 14 ὑμῶν scripsi ex HVViMaCl ἡμῶν Ρ edd | ἀποστει λάντων cum ras 2 litt V) [*](16 τῶν αἰχμαλώτων scripsi exHVViMaCl τούς αἰχμαλώτους Ρ edd Ι χρησομένους scripsi cum Gasda χρησαμένους Kbri edd) [*](17 πολλοὶ Vi sed πολλὰ in marg m 2 | οὕτως Ma sed οὕτος suprascr m 2 οὗτος HVP οὕτος· Ee καὶ οὗτος· Gasda | αὐ- τοὺς scripsi e Vi sed αὐτὸς in marg m 2 MaCI cum Iacobsio Lect 104 Rev 4 αὐτὸς HVP edd 18 αὐτῶ libri edd)

    323
    παρ’ ὑμῖν, ὅπως, εἰ μεταπέσοι τὰ παρὰ τοῦ δαιμονίου, δύνηταί τινος ἀναμιμνήσκειν τὸν δῆμον. ᾔδει γάρ, ᾔδει καὶ νῦν οὐκ ἀρετῇ νενικηκώς, τῇ δὲ τύχῃ πλέον ἐσχηκώς, ὅθεν αὐτὸν ἀκούω μηδὲ στεφανώσασθαι λογι- ζόμενον, τίς ὢν τίνων ἐφάνη κρείττων.

    9. Ταῦτα δή μου σπουδάζοντος καὶ τοὺς περὶ τού- των ἐν χεροῖν ἔχοντος λόγους ἴφθη τὴν ἐμὴν περὶ ταῦτα πρόνοιαν ἡ Φιλίππου πρεσβεία. διὰ τί δὴ ταῦθ’ οὕτως εἶχεν; ἐκεῖνος οὐκ ἐλπίσας ἕνα Ἀθηναῖον λήψε- σθαι παρ’ Ἀθηναίων, ἀρκεῖ γάρ μοι τοσοῦτον εἰπεῖν, τοὺς τοῦτον αἰτήσοντας ἔπεμψεν. οὐχ οὕτως ὑμᾶς ἀλλοτρίους ἡγεῖται τῶν πατέρων οὐδ’ ἀνήκοος ἐστι τῶν παλαιῶν πολέμων ἐν οἷς πολλῶν πολιτῶν εἰς τοὺς πολεμίους ἁλόντων οὐδεὶς τοιαύτην εὕρατο λύσιν. ἀλλ’ ἐνεθυμήθη πρὸς αὑτόν, ὡς αἰτήσω μὲν ἐγὼ τὸν Δημοσθένην, ὁ δὲ ἀντερεῖ παρελθών, καὶ ὁ μὲν δῆμος οὐ Ι δώσει, λυπήσει δὲ τοῦτο [*](R IV 270) τοὺς τῶν αἰχμαλώτων οἰκείους, παραιρήσεται δὲ τὸ πρᾶγμα τῆς τοῦ ῥήτορος παρρησίας, καὶ τοὺς ἀντιδίκους οὕτως ἕξει πολλούς, ὁπόταν ἐπιχειρῇ τι λέγειν.

    τοιαύταις αὑτὸν ὁ βέλτιστος [*](4 Diod. S. XVI 87. Iustin. IX 4. cf. A. Schaefer Demosth. III 4 2 12 cf. p. 274, 9 13 Plat. rep. V p. 468 A) [*](1 ὑμῖν scripsi ex HVViMaCl ἡμῖν Ρ edd 3 ᾔδει] ἤδη Vi 4 μὴ δὲ HPViMaCl | λογιζόμενον Ma sed ν(2) in ras m 2 λογιζόμενος Ρ Mor 6 δήμου Mor 8 ἡ om Mor I διατί HMaCI | ταῦτα Vi 10 παρ’ scripsi e Vi παρὰ HVP MaCl edd 11 τοῦτον scripsi auctore Re τοῦτο libri edd | ἔπεμψεν; edd | οὕτως] ὅτι πως vel ὅτι παντελῶς coni Re Ι ἡμᾶς VP 14 λύσιν Ma sed λ in ras m 2 15 αὐτόν scripsi e Vi MaCl αὐτὸν HVP edd 16 καὶ om Vi 20 οὕτως scripsi auctore Re ὄντας HVViCl ὄντως Ma sed ω in ras m 2 om Ρ edd | ὁπότ’ ἂν MaCI 21 τί HCI Ι αὐτὸν scripsi e MaCI αὐτὸν HVPVi edd)

    324
    ἐψυχαγώγησεν ἐλπίσιν. οὐ μὴν τά γε ἡμέτερα τοιαῦτα. πόθεν; ὡς γὰρ ἤκουσαν τῆς ἐπιστολῆς, οὐδεὶς τῶν έκεί- νοις ἐγγυτάτω γένει, πολλοὺς δὲ ὁρῶ καθημένους, οὔτ’ ἐβόησεν οὔτ’ ἐθορύβησεν, ὡς δεῖ καὶ δοῦναι καὶ λαβεῖν, ἀλλὰ καὶ δακρύοντας ἔγωγε εἶδόν τινας ἐπ’ ἐμοὶ μᾶλλον ἢ τοῖς ἑαλωκόσιν. ἐλογίζοντο γάρ, οἶμαι, τοῦθ’ ὅτι τὸ μὲν ἐκείνων ἐκ πολλῶν παραδειγμάτων ἔχει παραμυθίαν καὶ νόμῳ πολέμου συμβέβηκε, τὸ δ’ ἐμὸν καινὸν ἂν <εἴη> a καὶ οὔπω πρόσθεν γενόμενον καὶ μόνῳ πάντων συμβεβηκός. οὕτως ἐστέ, ὦ ἄνδρες <Ἀιξμσὸπο>. χρηστοὶ καὶ φιλάνθρωποι καὶ πρὸ τῶν ὑμετέρων ἰδέων τὴν κοινὴν δόξαν ποιούμενοι.

    καὶ τὰ μὲν παρ’ ὑμῶν οὕτω καλὰ καὶ τοῦ τῆς πόλεως ἤθους <ἄξια>, a τὰ παρ’ ἐμοῦ δὲ ἴσως οὐ χείρω. δίδωμι ἐμαυτὸν τοῖς ἥκουσι καὶ βαδίζειν εἰς Μακεδονίαν ἕτοιμος καὶ ὃ μηδὲ τῶν παρ’ ἐκείνου πλουτούντων μηδὲ εἷς ἐτόλμησεν εἰπεῖν, τοῦτο ἐγὼ καὶ λέγω καὶ γράφω.

    καὶ εἶμι πεισόμενος ὅ τι ἂν τῷ Φιλίππῳ δοκῇ. καὶ τῶν ἡδίστων ἅπασι καὶ τιμιωτάτων, δήμου, [*](3 Plat. soph. p. 265 A 8 Aesehin. fals. leg. ’ξ 33 13 ef. p. 269, 15) [*](1 ἡμέτερα Ma sed ὒ supra ἡ m 2 Ι τοιαῦτά ποθεν HVi 2 ἤκουσαν scripsi e Vi ἤκουσα HVPMaCl edd | ἐν ante ἐκεί- νοις inser Vi Ι ἐκείνοις V sed οἱ in ras m 2 3 ἐγγυτάτω scripsi ex HVVi ἐγγυτάτων MaCl ἐγγύτατα Ρ edd | γένει in ras Ma 2) [*](6 τὰ Γέ sed τὸ in marg m 2 7 ἐκ ante παραδειγμάτων Vi 8 καὶ — συμβέβηκε om Ma Ι δὲ HViMaCI | κενὸν V ἂν in ὂν mutandum censet Gasda 9 εἴη inserui om libri edd | πρόσθεν om Vi | γενόμενον scripsi ex HVViMaCl γεγε- γεγενημένον Ρ edd 10 ἐστέ om Mor Ι Ἀθηναῖοι inserui om libri edd 11 ἡμετέρων HMaCI 14 ἄξια inserui cum Gasda coll p. 326, 12 om libri edd 14 ἐμοὶ MaCl | ἴσθι Vi sed ἴσως in marg m 2 15 ἥκουσι Ma sed ό supra ou m 2 16 et 17 μὴ δὲ HPViMaCl 17 καὶ ante ἐγὼ HV 18 ὅτι Vi MaCl)

    325
    φυλῆς, οἰκίας, ἱερῶν, ὁσίων, τάφων πατρῴων, πολλῶν ἑτέρων βραχὺς ἔμοιγε λόγος διὰ τὴν πρὸς ὑμᾶς εὔ- νοιαν. ἔστι γάρ, οἶμαι, καὶ δίκαιον καὶ προσῆκον οὕτως ἑκατέρους φρονεῖν, καὶ ὑμᾶς μὲν ἔχεσθαι τῶν πολιτικῶν καὶ μηδὲν ἡγεῖσθαι τηλικοῦτον δι’ ὅ δεῖ ἐκ- δοῦναί τινα τοῖς ἐχθροῖς Ι μήτε κέρδος μήτε φόβον [*](R IV 271) μήτε καιροῦ δυσκολίαν, ἡμῶν δὲ ἕκαστον ὑπὲρ τῶν ὑμῖν συμφερόντων μηδὲν ὀκνεῖν.

    13. Ἀλλ’ ἐναντία, φησί, πείθειν ἐπιχειρεῖς τὸν δῆμον τοῖς τε νόμοις ἅμα καὶ τοῖς παρὰ πάντα τὸν χρόνον βεβιωμένοις τῇ πόλει. καὶ ποίοις ὀφθαλμοῖς ὀψόμεθα τοὺς Ἕλληνας καὶ τίνα καλὴν ἐροῦμεν τοῖς ἐρωτῶσι πρόφασιν; καὶ τοιαῦτα ἐροῦσί τινες. ἐγὼ δέ, εἰ μὲν ἔμελλε τοῦ δήμου τὸ ἔργον ἔσεσθαι καὶ ὑμεῖς ἐμοῦ κεκραγότος καὶ τοὺς νόμους ἀναγινώσκοντος καὶ λέγοντος ἀδι- κεῖτε, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Σόλωνα καὶ τὸν Δράκοντα καὶ τοὺς παραδεδομένους ὑμῖν ὑπὸ τῶν προγόνων κανόνας, ἐν οἷς ἐκεῖνοι μένον- τες ἐστράτευον ὑπὲρ ἀνθρώπων μηδὲν αὐτοῖς προσηκόντων μηδ’ ἐσχηκότων ἄλλο πρὸς αὐτοὺς [*](5 Arist. Phit. 101 11 cf. t. V 31,13; 75,8. Dem. cor. p. 315,5 17 cf. p. 283,3) [*](1 πατρῴων HP 3 οἶμαι Ma sed οἶμ’ in ras m 2 | καὶ(1) om Ma 4 ἑκατέρου Vi 5 πολιτῶν ViMaCl πολιτευμάτων coni Gasda | διὸ ΗP Ι δὴ HV 6 et 7 μήτε scripsi cum Gasda μὴ δὲ HPViMaCl μὴ V μηδὲ edd 7 μὴ VP | διδασκαλίαν Vi | δ’ Vi 8 ὑμίν V sed ὑ et iv in ras m 2 9 οἷς ante ἐναντία Mor Ι ἐναντίον Vi | φησίν VP edd 11 τὸν om Ρ 13 τὴν ante πρόφασιν MaCl 18 ἀπὸ Vi 19 νόμους τε καὶ post προγόνων Ρ edd delevi | κανόνας in lac 9 litt om Ρ Mor) [*](20 ἐστράτευσαν ὢ 21 μὴ δὲ PMaCI μὴ δ’ HVi μηδὲ V edd | ἄλλως HV sed in hoc ως eras et in ο corr m 2, MaCl)

    326
    δίκαιον πλὴν τῆς ἱκετείας μηδέν. καὶ τί δεῖ τοὺς Ἡρακλείδας ἢ τὸν Ἄδραστον λέγειν; ἀλλ’ ἐκεῖνοί γε καὶ βαρβάροις βοηθοῦντες ἐπλή- ρωσαν ναῦς, ὅπως μὴ ἐξῇ τοῖς ἰσχυροτέροις ἀδικεῖν, ἐγὼ δὲ εἰ μηδὲν ἄλλο, Ἀθηναῖός εἰμι καὶ γεννήτας ὑμῖν παρασχοίμην ἂν καὶ φράτο- ρας καὶ μετέχω τοῦ ληξιαρχικοῦ γραμματείου, καὶ ταῦτα πάντες ἄν μοι μαρτυρήσαιεν <καὶ> παιδείαν καὶ πλείω τούτων ἴσως φέροντά τινα φιλοτιμίαν. ἀλλ’ ἔμοιγε ἀρκεῖ τὸ γένος εἰπεῖν.

    τοιαῦτα ἂν ἐν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, διελέχθην, εἴ τι ταπεινὸν ἑώρων ποιοῦντας καὶ ἀνάξιον τοῦ τῆς πόλεως ὀνόματος. ὃς γὰρ οὐδὲ τῶν ἄλλων Ἑλλήνων [*](R IV 272) | οὐδένα εἴων τῷ Φιλίππῳ προίεσθαι, ἀλλὰ καὶ χρήματα καὶ σώματα ἀναλίσκειν παρῄνουν ὧς ταύτης ὑμῖν ὑπὸ τῶν πατέρων παραδεδομένης τῆς τάξεως, σχολῇ γ’ ἄν τινα περιεῖδον ἀπὸ τῆς ἐκκλησίας ὑμῶν διδόντων εἰς τοὺς βαρβάρους ἀγόμενον.

    ἀλλὰ νῦν καθαροὶ μὲν ὑμεῖς αἰτίας καὶ ἄμεμπτοι πανταχῆ, καὶ οὐδὲν ἀσεβείας ἔγκλημα παρ’ οὐδενὸς ἐπὶ τὸν δῆμον [*](2 sq. cf. ad p. 252, 14 sq.; t. IV 263, 6 R 3 cf. p. 278, 14 sq. 6 Dem. p. 1319, 27; 1365, 29. Arist. rep. Ath. fr. 5 ed. Thalh.) [*](1 τῆς inserui ex HVViMaCl om P edd 2 ἢ] καὶ Ma Οἶ’ 6 γεννήτας scripsi e Vi γεννητὰς HVPMaCI edd Ι ἂν om Ρ Mor 7 γραμματίου Vi 8 καὶ inserui om libri edd) [*](9 παιδείαν om MaCI Ι οἷς ante καὶ libri edd delevi in δὲ mutandum coni Re aposiopesin statuens (sc. λέγοιμι ἂν τὴν ἐμὴν καὶ πλείω τούτων) παιδείαν δὲ καὶ πλείω τοιαῦτα σιγῶ ὡς φέ- ροντά τινα φιλοτιμίαν coni Iacobs Lect 104 Rev 4 | ἴσως Vi sed ἴσῳ in marg m 2 ἴσω V 10 δοκεῖ Vi sed ἀρκεῖ in marg m 2 11 ταῦτα Vi 14 τῷ Φιλίππῳ om Ma 16 ὑπὸ Vi sed παρὰ in marg ms παρὰ HV 18 διδόντα Ρ Mor ἐκδι- δόντων coni Gasda 19 πανταχοῦ Vi sed πανταχῆ in marg m2)

    327
    ἥξει, τὸ πᾶν δὲ ἐμὸν ἔσται αὐτοῦ μὲν διδόντος, αὐτοῦ δ’ ἐκδιδομένου. οὐ γὰρ γεγράψεται ψήφισμα· ἔδοξε τῷ δήμῳ τῶν Ἀθηναίων, ἀλλ’ ἔδοξε Δημοσθένει περὶ Δημοσθένους. τοῦτο δέ ἐστιν ὑμᾶς μὲν οὐδὲν εἶναι χείρους, ἐμὲ δὲ τὸν αὐτὸν τῷ πάλαι περὶ ὑμᾶς.

    ἐγὼ γὰρ τοῖς κοινοῖς προσιὼν καὶ μιμούμενος οὐκ Αἰσχίνην οὐδὲ Φρύνωνα τὸν ἀνδρεῖον καὶ οὐδὲν αἰσχυνόμενον οὐδὲ Δημάδην οὐδὲ Φιλοκράτην, ἀλλ’ Ἀριστείδην καὶ Περικλέα καὶ Νικίαν, τοὺς οὐκ εὐνου- στέρους μὲν ἴσως ἐμοῦ περὶ τὸν δῆμον, λέγοντας δὲ ἐν εὐτυχεστέροις τοῖς τότε, ἐπιθυμῶν δὴ τοῦ τύπου τῆς ἐκείνων τῶν ἀνδρῶν πολιτείας καὶ λυπῶν ὑμᾶς ἐν οἶς ὠφέλουν πολὺ πλέον ἐλύπουν τὸν βουλόμενον ὑμᾶς πραγμάτων ἐκβάλλειν καὶ αὑτὸν μὲν περιεῖναι μεθ’ ὅπλων, ὑμᾶς δὲ καθῆσθαι.

    17. Ταῦτ’ οὖν οὐκ ἀκίνδυνα ᾔδειν πολιτευόμενος, ἀλλ’ ὅμως μᾶλλον ἡγούμην δεῖν, εἰ συμβαίη, τελευτᾶν [*](7 sq. cf. p. 303, 1 sq. Dem. fals. leg. p. 400,15; 402,26; 412,19 et 25 9 cf. ad p. 271, 23 15 cf. p. 350, 8) [*](1 ἥξει Vi sed ἔξει in marg m 2 Ι ἐκδιδόντος coni Gasda 2 δὲ VPVi edd | ἐκδιδομένου Ma sed κου supra δο m 2 4 παρὰ HV sed in hoc περὶ suprascr m 2 Ι μηδὲν Vi 5 μὲν, οὐδὲν εἷναι χείρους post ὑμᾶς Ρ sed οὐδὲν εἷναι χείρους del) [*](7 οὐκ Αἰσχίνην om Vi Ι φρυνώνδαν Vi 8 ᾐσχυνόμην Vi sed αἰσχυνόμενον in marg m 2 Ι ἀλλὰ Vi 9 ἀριστίδην HCI ἀριστείδη Ma | νεικίαν HCI νικίδην V Ι τοὺς — 11 τότε om V sed in marg add m 3 Ι οὐκ Vi sed ὀλίγα in marg m 2 10 μὲν om Cl | ἴσθι Vi sed εἴς τι in marg scr et del m 2 εἴ τι V 3) [*](11 δὴ scripsi ex HVViMaCl δὲ Ρ edd 12 λιπὸν V sed in λυπῶν corr m 2 13 ἐλύπει Ma sed ουν supra ει m 2 Cl) [*](14 ἐκβάλλειν scripsi ex HVViCl ἐκβαλὼν Ma sed εἰν supra ων m 4 ἐκβαλεῖν Ρ edd Ι αὐτὸν libri edd | μὴ Vi sed μὲν in marg m 2 17 εἰ in ras V 2 εἴ τι coni Gasda)

    328
    ἢ λείπειν ἢν ἔταξα τάξιν ἐμαυτόν. νῦν οὖν ἀπαιτοῦν- τος τοῦ καιροῦ προθυμίαν δειλὸς φανῶ; καὶ ποῦ δί- [*](R IV 273) καῖον; αἰσχύνομαι τοὺς παρ’ ὑμῶν, ὦ ἄνδρες | Ἀθηναῖοι, στεφάνους, αἰσχύνομαι πολλοὺς καὶ καλοὺς λόγους, πολλὰ καὶ συμφέροντα ψηφίσματα, αἰσχύνομαι νόμους ἄλλους τε οὐκ ὀλίγους καὶ δι’ οὗ τὸ ναυτικὸν ὑμῖν σέσωσται.

    ἀλλ’ ὁ τὸν Ἀντιφῶντα μὲν κωλύ- σας ἐμπρῆσαι τὰ νεώρια καὶ παραδοῦναι Φιλίππῳ τὴν θάλατταν, τὴν δεινότητα δὲ τοῦ Βυζαντίου ῥήτορος ἀσθενεστέραν ἀποφήνας τῶν τῆς πόλεως δικαίων, μι- σῶν δὲ συμπρέσβεις πονηροὺς καὶ οὐδὲν τῶν ἰδίων αἰδούμενος κατὰ τῶν ὑμῖν συμφερόντων νῦν ἀποστῶ τῆς ἀρχαίας εὐνοίας; τίνα μέλλων τῶν Ἑλλήνων λανθάνειν; οὐδὲ γὰρ αὖ τοῦτό γε ἔνεστιν εἰπεῖν ὡς οὐκ εἰς πολλοὺς ἥξει τῆς ἐμῆς ῥᾳθυμίας ὁ λόγος οὐδ’ ὧς ἐν τοῖς περιχώροις τούτοις, Εὐβοεῦσι λέγω καὶ Θηβαίοις καὶ Μεγαρεῦσι, στήσεται τὸ τῆς αἰσχύνης.

    ἀλλὰ καὶ τοῦτο ἐμοὶ μεγάλη ζημία τὸ βεβοῆσθαι [*](1 cf. t. IV p. 291, 7 R. Luc. Dem. laud. § 44; abd. § 32) [*](2 cf. ad t. II 387, 14 6 cf. t. IV 950, 26 R 7 cf. t. IV 951,2; 977, 8 R. Dem. cor. p. 271, 6 sq. 9 i. e. Πύθωνος cf. ad p. 238, 16) [*](1 ἔταξα V sed α(2) in ras m 2 | ἐμαυτῶ HV et coni Mor) [*](2 καὶ ποῦ φανῶ post φανῶ; V Ι δίκαιον αἰσχύνειν με coni Re 3 τὸν et 4 στέφανον Vi 4 et 5 αἰσχύνειν coni Re 6 καὶ om ἁ Ι τὸ reposui e libris τὸν edd 10 ἀσθενεστάτην Ρ Mor 11 ἡδέων αἱρούμενος πρὸ τῶν coni Re 12 ἀναι- νόμενος (recusans) Iacobs Lect 104 Rev 4 at cf p. 223, 11 Ι κατὰ τῶν V sed ἁ in ras m 2 κατ’ αὐτῶν HMa sed in hoc γρ καὶ ταὐτὸν suprascr m 2 CI καὶ ταὐτὸν Vi 14 λανθάνειν inser v2 16 ἐν om Mor Ι περιχωρίοις Vi sed περιχώροις in marg m 2, MaCl | εὐβοέσι HV | λέγων Vi 17 στήσεται Mor sed γρ συστήσασθαι in marg συστήσεται HVViMaCl συστήσασθαι Ρ sed in στήσεται corr m 2 18 βεβαιοῦθαι Vi)

    329
    τὴν ἐμὴν πολιτείαν. τὸ δ’ αἴτιον, ἔδωκα τοῖς Ἑλληνι- κοῖς ἐμαυτόν, καὶ αἰ πολλαὶ πρεσβεῖαι παντί με τῷ γένει τῶν Ἑλλήνων ἔδειξαν, καὶ οὐ τοῖς Ἕλλησι μόνον, ἀλλ’ ἤδη καὶ πολλοῖς τῶν βαρβάρων. ὡς βασιλέα δὲ αὐτὸς μὲν οὐχ ἧκον, λέγεται δὲ ἀφῖχθαί τις ὑπὲρ τῶν ἐμῶν ταλαιπωριῶν λόγος.

    ταύτην οὖν ἅπασαν τὴν γῆν ἀνέξομαι τὰ χείρω περὶ ἐμοῦ δοξάζειν καὶ τῶν ἐμοὶ παρ’ ὑμῖν φθονούντων ἐνίους ἔχειν εἰπεῖν; ἀνεῖλε πολλὴν καὶ μεγάλην Δημοσθένης εὔκλειαν ἣν ἐν μακρῷ μὲν χρόνῳ, διὰ πολλῶν δὲ πόνων συνήγαγεν. Ι ὁ χορηγῶν ἐκεῖνος ἐθελοντὴς [*](R IV 274) καὶ τριήρεις ἐπιδιδούς, ὁ τὴν Εὔβοιαν ἐλευθε- ρῶν, ὁ τὸν Ἑλλήσποντον ῥυόμενος, ὁ Χερρό- νησον σώζων, δι’ ὃν ἔπλεον πανταχόθεν οἱ στεφανώσοντες τὸν δῆμον, ὁ πᾶσι τοῖς ἐπεί- γοῦσιν αὑτὸν ἀφειδῶς δεδωκὼς νῦν ἐξ αὐτοῦ φιλοτιμήσασθαι τοῦ σώματος ἔχων οὐκ ἠθἐ- λησε.

    21. Διὰ τί γάρ, φησίν, οὓς εὑρηκέναι φῄς λύσεως ἑτέρους τρόπους οὐ λέγεις, ὦ Δημό- σθενες; ὅτι εἰσὶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καλοὶ [*](5 Dem. Phil. III p. 129,10; Phil. ep. p. 160,8 10 Plat. Theaet. p. 186 C 12 cf. p. 277, 14; 314, 6; t. IV 259, 5 sq. R) [*](16 cf. t. IV 286, 17 R) [*](2 μὲν ante πρεσβεῖαι Ρ Mor | παντί με scripsi e Vi παντὶ μὲν HVP sed in hoc παντί με snprascr m 2, MaCI μὲν παντὶ Re sed „malim με“ πάντα μὲν Mor 5 ἀφῖχθαι τὶς Vi 11 συνήγειραν ὁ χορηγὸς Vi sed συνήγαγεν ὁ χορηγῶν in marg m 2 Ι punctum post συνήγαγεν posui, comma libri edd 13 ἐλ- λήσποντον Ma sed λ(1) in ras m 2 | χερόννησον HV χερόνησον Vi 14 ἢν Ma | πάντες HV et in marg Vi 2 15 στεφανώ- σοντες scripsi ut coni Re στεφανώσαντες libri sed α(2) in o ras corr Ρ, edd | comma post δῆμον posui, punctum libri edd) [*](16 αὐτὸν HVViMaCl 17 φιλοτιμήσεσθαι Vi 19 διατί HVi Ι φῆς Vi φὴς HVPMaCI edd)

    330
    καὶ εἰωθότες, οὐ γὰρ <ἂν> α ἀρνησαίμην, χρόνου τινος δέονται· δεῖ δέ, οἶμαι, τάχους. οἷον ἂν εἴπω χρήματα δεῖν εἰσφέρειν, πείσω μέν, οὐδεὶς γὰρ οὕτως Ἀθηναίων οὔτ’ ὠμὸς οὔτ’ ἄπειρος τῆς ὑπὲρ τῶν δι- καίων δαπάνης ὅστις ἂν τολμήσειε τὸ ἀνάλωμα φυγεῖν, εἰ γὰρ ὑπὲρ τῶν ἠδικηκότων ὑμᾶς εἰς κίνδυνον ἥκον- τες εἰσηνέγκατε προθύμως, πῶς ἄν, ὅθ’ ὑπέρ του τῶν πολιτῶν ἡ σπουδή, τὸ δοῦναι μικρὸν ἕκαστος ἀργύριον ζημίαν ἡγεῖσθε; ἀλλ’, ὁρᾶς, δεῖ μὲν νικῆσαι ψήφισμα, δεῖ δὲ τοὺς εἰσπράττοντας τοῖς ὀφείλουσι προσελθεῖν <καὶ> α πρέσβεις ἑλέσθαι τὸν δῆμον διαλεξομένους Φιλίππῳ περὶ τῆς ἀνθρωπείας τύχης. ἡμερῶν ταῦτα πέντε ἢ δέκα ἢ καὶ πλειόνων, βαρὺ δέ, οἶμαι, τοῦτο τοῖς ποθοῦσι τοὺς αὑτῶν.

    22. Ἀλλ’ εἴπω τρόπον ἕτερον, ὃς καὶ παρ’ ἄκοντος [*](6 cf. p. 352, 3; 351, 17 sq. Thuc. III 19, 1) [*](1 ἂν inserui cum Iacobsio Lect 104 Rev 4 et Gasda om libri edd 2 οἶος Re 3 πείσωμεν HVi πείσομεν Ma 4 δικαίων Ma sed δικ in ras m 2 5 τολμήσαιεν HCI Ι φαγεῖν Vi sed φυγεῖν in marg m 2 6 ἠδικηκότων ὑμᾶς ἢ εἰς κινδύνους καθεικότων εἰσηνέγκατε προθύμως, πῶς ἂν οὐχ ὑπέρ του τῶν πολιτῶν οὔσης τῆς σπουδῆς ἢ τὸ δοῦναι — ἡγεῖσθε; coni Re | ἥκοντες scripsi cum lacobsio coll p. 352, 3 εἰκότως libri edd) [*](7 ἥκατε coni Mor Ι ὅθ’ scripsi e Vi οὐχ HVPMaCI sed in hoc in ὅθ’ corr m 2 edd εἰ coni Gasda Ι ὑπέρ του scripsi auctore Re ὑπὲρ libri edd 8 ἡ] ἴση coni Iacobs Lect 104 ἡ ἴση Rev 4 | τὸ reposui e libris ut coni Re et Gasda τί edd ἢ coni Iacobs | ἕκαστος reposui e libris cum Iacobsio ἕκαστον edd Gasda 9 δεῖ] νῦν V 10 ψηφίσματα V 11 καὶ in- serui, ut δεῖ δὲ vel καὶ inserendum coni Gasda om libri edd) [*](12 ἀνθρωπείας reposui e libris cum Iacobsio ἀνείσης Mor ἀνίσης Re ἀνθρωπίνης Gasda et Cobet Coll 288 13 ταῦτα scripsi ταῦτα ἢ Vi ταῦτ’ ἢ HPViMaCl edd 14 τῶν V Ι αὐτῶν scripsi e Ρ αὐτῶν HVViMaCl edd 15 πῶς ante ὃς Vi et inser V 2 | ὃς in marg Vi 2, del et πῶς suprascr Ma 4 καὶ παρ’] καίπερ MaCl)

    331
    τοῦ Φιλίππου τὰ σώματα λήψεται, καλεῖν τοὺς Ἕλλη- νας ἅπαντας; ἐπίστανται δὲ τὴν πλεονεξίαν | [*](R IV 275) αὐτοῦ καὶ ὡς ἠγάπα μὲν οὐδένα, καθ’ αὑτὸν δὲ τοὺς ἐλπίζοντας ἐκολάκευε, καὶ οἱ μὲν ἠπάτηνται, ὁ δὲ γελᾷ. ταῦτ’ εἴπω καὶ τὸ δεῖν ὑμᾶς τριήρεις καθέλκειν; εἰσὶ δὲ πολλαὶ καὶ εὐτρεπεῖς καὶ οὐδὲν λελύμανται Χαιρώ- νεια τοῖς κατὰ θάλατταν πράγμασιν οὐδ’ ἂν ἐνέγκαι Φίλιππος ὑμᾶς κακῶς ποιοῦντας τὴν ἑαυτοῦ, ἀλλ’ ἀποδώσει πιεζόμενος πρὸς τοῖς αἰχμαλώτοις καὶ χωρία καὶ πόλεις. ἀλλὰ πάλιν χρόνος καὶ πλείους ἡμέραι τῶν ἐπὶ τὰς εἰσφοράς.

    ἐγὼ δὲ τὰ ὑμῖν ἥδιστα τήμερον ἂν γενέσθαι βουλοίμην καὶ μηδεμίαν παρ’ ἐμὲ περὶ ταῦτα συμβαίνειν ἀναβολήν. εἰ μὲν οὖν ἦν μοι τοσαῦτα χρήματα, ὦ ἄνδρες Ἀθηναῖοι, δι’ ὅσων ἂν ἐλυσάμην τοσούτους, ἐποίουν ἂν ταὐτὸν τοῖς ἐπὶ τῆς πρεσβείας. τί δ’ ἦν ὅ τότε ἐποίησα; τῶν ἄλλων πρέσβεων ἐκεῖθεν δεῦρο κομιζόντων χρυσίον αὐτὸς ἐνθένδε ἐκεῖσε φέρων ἐπανῆγον τῶν αἰχμαλώτων ὅσους οἶόν τε ἦν.

    καὶ νῦν οὐκ ἂν ὤκνησα τὸν αὐτὸν τρόπον ἀπαλλάξαι χείρονος τοὺς πολίτας τύχης, [*](6 cf. 1. 1 473,16 11 cf. 330,5 sq. 15 cf. p. 278,9; t. IV 262, 16 R 17 cf. p. 278,9. Dem. fals. leg. p. 393, 11 sq. 18 Dem. fals. leg. p. 394, 6 sq.) [*](1 λείψεται Ma sed σθε supra ται m 2, CI λήψεσθε Vi 3 οὐκ ante ἠγάπα HVMaCl sed in hoc del m 2 | αὐτὸν CI sed ν add m 2 αὐτ(??) Ρ | καὶ ante τοὺς MaCI 4 ἐλπίζοντας Ma sed ζον in ras m 2 5 καὶ om Vi 6 εὐπρεπεῖς ViMaCl | χαιρωνία HV Χαιρωνεία Ma χερωνία Vi 7 ἐνέγκη MaCI 8 ὑμᾶς scripsi ex HVViMaCl ἡμᾶς Ρ edd 9 αὐτοῖς MaCl Ι καὶ om Vi 11 ἡμῖν Vi 12 περὶ MaCI 13 ἐμοῦ Vi sed ἐμὲ in marg m 2 Ι οὖν om V | ἦν om Vi 15 τοσούτοις Ma sed ι in υ corr m 2, CI 16 ἐλλήνων MaCl sed in hoc ἄλλων suprascr m 2 18 δὲ ante ἐνθένδε Ρ Mor ἐνθἐνδεν Vi 19 οἶόν scripsi ex HVViMaCl οἰός Ρ edd Ι ὤκνησεν Vi)

    332
    εἰ παρῆν μοι τοσοῦτον ἀργύριον. ἀλλ’ οὐκ ἔστι τοσ- οῦτον. τοσοῦτον λέγω; μικρὸν μὲν οὖν, 00 ἄνδρες Ἀθηναῖοι, πάνυ μικρόν. ἄνευ γὰρ τοῦ μηδὲ πολλοστὸν μέρος τῶν πατρῴων ἀπολαβεῖν αὐτὸ τοῦτο εἰς ὑμᾶς ἀνήλωται, κέρδος δὲ πονηρὸν οὐδαμόθεν οὐδέν. τί λοιπόν; ἀντὶ χρημάτων εἰσενεγκεῖν τὴν ψυχήν.

    25. Τί οὖν, φησίν, ἂν οἶ μὲν ὧσι παρ’ ἡμῖν, [*](R IV 276) ὁ δὲ διδάσκων | τὰ λυσιτελέστερα τὸν δῆ- μον ἀπίῃ; δεινὸν μέν, 00 ἄνδρες Ἀθηναῖοι, δεινὸν καὶ οὐκ ἔξω ζημίας, δεῖ δὲ ὅμως φέρειν ἀντιτιθέντας τὸ κέρδος τῇ βλάβη. οὐχ ἕξετε ῥήτορα φιλόπονον, ἀλλ’ ἵξετε στρατιώτας πλείους. οὐκ ἀκούσεσθε λόγων καλῶν, ἀλλ’ ὄψεσθε τοὺς νῦν ἑτέρωθι. ἀλλὰ γὰρ ἠδίκηκα τοῖς λόγοις τοῦτον Ὑπερίδην τὸν βέλτιστον καὶ δημοτικώ- τατον, καὶ εἴ τις ἄλλος ταὐτά μοι διαγέγονε φρονῶν.

    παρὰ τούτων ἄρ’ ἀπαιτήσετε γνώμας καὶ ψηφί- σματα, κἂν φύγ’ ὡς ἴ’ τὸ βῆμα καὶ κρύπτωσιν ἑαυτοὺς καὶ ὀνειδίζωσιν ὑμῖν ὅτι ὑμεῖς, ὦ ἄνδρες Ἀθη- ναῖοι, Δημοσθένην ἐκεῖνον τὸν ἀμελήσαντα μὲν τῶν ἑαυτοῦ, ὑπὲρ δὲ τῶν ὑμετέρων πάντα [*](3 Dem. Aphob. I p. 815, 1 sq. 20 Plat. apol. p. 31 B) [*](1 οὐκέτι Ma | 1 et 2 τοσοῦτο Ρ Mor | τοσοῦτον(2) delendum censet Re 2 λέγω. Η et coni Re | οὖν inserui ex HViMaCl om VP edd 3 μὴ δὲ HPViMaCl | πολλοὺς Η 4 πα- τρώων HVi 5 ἀνάλωται Vi ἀν(??)λωται Ma 7 ἀν’ οἱ μὲν Mor sed γρ ἀνειμένον in marg ἀνειμεν P Ι ὑμῖν VMaCl 9 δεινὸν ὦ ἄνδρες ἀθηναῖοι Vi 10 καὶ om Ma 11 οὐχ in ras Μa 2 11 et 12 ἕξεται V 14 ὑπερείδην HV Ι δη- μοτικώτατον scripsi auctore Re δημοτικὸν libri edd 15 ὃς inserui om libri edd Ι ταῦτα VViCl 16 „malim γὰρ“ Re Ι ἀπαιτήσεται V | γνώμας] καὶ λόγους Ma 18 ἡμῖν Ma sed η in υ corr m 2 CI 20 τῶν in ras Ma 2 | αὐτοῦ Ma sed’ in corr m 2 ὢ Ι ἡμετέρωνΜaCI)

    333
    μεριμνήσαντα τὸν βίον, τὸν ἄγρυπνον, τὸν ταλαίπωρον, τὸν οὐδὲ μικρὸν ἡμέρας ἀναπνεύ- σαντα μέρος, τὸν κρείττονα τοῦ Μακεδονικοῦ πλούτου, τοῦτον παραδεδώκατε Μακεδόσι. καὶ εἶδε τὸν πρεσβεύσαντα πρότερον Φίλιππος δε- δεμένον. τί οὖν ἡμᾶς ἐπὶ τὸ βάραθρον καλεῖτε; ἢ ἔνα καὶ ἡμεῖς τὴν ὁμοίαν ἔλθωμεν ὁδόν; κα- λοί γε οἱ μισθοὶ τῆς εὐνοίας.

    ἂν ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, λέγωσι κλαίοντες, οὐκ ἀπορήσετε πρὸς αὐτοὺς ἀπολογίας τινός. ἃ γὰρ ἄρτι πρὸς ὑμᾶς εἶπον ἐγώ, ταῦτ’ ἐρεῖτε ὑπὲρ ὑμῶν αὐτῶν ὅτι οὐχ ἡμεῖς ἐξέδομεν τὸν Δημοσθένην, ἀλλ’ ἐκπε- πληγμένων ἡμῶν καὶ χαλεπῶς ἐχόντων καὶ δια- νοουμένων ἀποκρίνασθαι τοῖς ἥκουσιν ἃ τὸν Φί- λιππον ἂν εὐλαβέστερον ἐποίησεν αὐτὸς αὑτὸν ἔπεισεν, ὧς ἄρα αὑτῷ καλῶς ἔχει ταῦτα παθεῖν.

    κἂν ἐπιτιμῶσι πάλιν ὅτι ταῦτα ἐπετρέψατε τῷ Δημοσθένει καὶ συνεχωρήσατε καὶ οὐκ ἐκωλύσατε οὐδ’ ἀντελάβεσθε οὐδ’ ἠμείψασθε τὴν ἄγαν αὐτοῦ προθυ- μίαν τῷ μὴ ταῦτα ἐᾶσαι γενέσθαι, πάλιν ἕξετε | [*](R IV 277) [*](18 cf. t. V 552, 20) [*](1 ὑμνήσαντα Vi sed μεριμνήσαντα in marg m 2 6 ἡμᾶς scripsi ex HPCI ut coni Re ὑμᾶς VViMa edd | βάθρον Vi sed βάραθρον in marg m 2 et coni Iacobs App Pors 322 Lect 104 et Gasda at βάθρον nusquam idem est atque βῆμα magis placeret Βαττάλου coll t. IV 312, 3 R. Dem. cor. § 180 p. 288, 17 et 22 c. schol. Lib. vit. Dem. p. 2, 23. Aeschin. Tim. § 126; 164; fals. leg. § 99, at nihil mutaverim 10 ἄρτι in marg Vi 2 11 ταῦτα Vi Ι ἡμῶν Η 12 ὑμεῖς V | ἐξέδομεν Vi sed κεν in marg m 2 ἐξέδωμεν V 13 ὑμῶν Ma sed υ ex η corr m 2 CI Ι καὶ(1) om Ma 15 εὐλαβέστερον ἂν Ρ Mor | αὐτὸν HVViCl) [*](16 αὐτῷ libri edd Ι ἔχει scripsi ex HVViMaCl ἔχοι Ρ edd | παθεῖν ταῦτα Re 18 οὐδὲ HV 20 ἐάσαι HVPViMa edd)

    334
    πιθανὸν εἰπεῖν ὧς ὑμεῖς μὲν ἠλγεῖτε ἀπιέναι θέλοντος καὶ ἐβοᾶτε μένειν, ἐγὼ δὲ ἰσχυρότερος ἐγενόμην τοῦ δήμου παντός. τούτοις τε οὖν αὐτοὺς θαρρύνετε καὶ ἄμα ὑπόσχεσθε πρὸς τὰ δεύτερα ἔσεσθαι βελτίους, οἶ δὲ πιστεύσουσι λεγόντων.

    29. Ἐᾶτε δή με, πρὸς τῶν τροπαίων, πρὸς τῆς γῆς ἣν αὐχοῦμεν ἔχειν μητέρα, ποιεῖν ἅπερ ἔγνωκα, καὶ μή με ἀναγκαζέτω μηδεὶς μηδὲν ὑπομεῖναι τῆς ἐμῆς γνώμης ἀνάξιον. βούλομαι δὲ ἀπιὼν παραμυθήσασθαι καὶ ὑμᾶς καὶ ἐμαυτόν. ὑμῖν μὲν τοίνυν ἐκ τῶν ἐμῶν ἔστω παραμυθία. ὁρᾶτε γὰρ τὴν μεταβολήν. Δημοσθέ- νης ὁ πολὺς κατὰ τοῦ Φιλίππου ῥέων ἐπὶ τῆς ἐκκλη- σίας ἀπ’ αὐτῆς ἀχθήσεται τῆς ἐκκλησίας. καὶ ὃν οὐκ ἔδωκεν ἡ μάχη τοῖς νενικηκόσιν, οὗτος αὐτὸν ἐγχειριεῖ τῷ δυσμενεστάτῳ, λαβὼν δὲ ἐκεῖνος μαστιγώσει, στρε- βλώσει, σιδήρῳ καὶ πυρὶ δαπανήσει τὸ σῶμα.