Declamatio 19
Libanius
Libanius, Declamatio 19, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
πολλοὶ πολλάκις αὑτοὺς ἐπαπέκτειναν <τοῖς> ἐρωμένοις. ὁρῶ κἀγὼ τὸν ἐρώμενον τὸν ἐμαυτοῦ τὸν δῆμον τῶν Ἀθηναίων οὐκέθ’ ὁμοίως ἀνθοῦντα. ἔν οὖν ἀπαλλαγῶ τοῦ τοιαύτας ὁρᾶν ἐκκλησίας, ἄπειμι τήμερον καλὸν τέλος ἐπιθεὶς τοῖς πεπολιτευμένοις.
οὐκ ἐκκέκομμαι τὼ ὀφθαλμώ, λέγεις. εἴθε τοῦτο ἐπεπόνθειν ὑμῶν ὄντων μεγάλων. οὐκ ἀποκέ- κομμαι <τὸ> σκέλος. εἴθε ἀμφότερα τοῦ ὑμῖν φυλαττομένου. οὐ καταρρεῖ μοι τὸ σῶμα. μικρὸν τὸ κακὸν τῆς ὑμετέρας ἐρρωμένης τάξεως. ὁρᾶτε καὶ τὸν Φίλιππον οὐ φεύγοντα τὴν τοιαύτην εἰσφοράν, ἀλλὰ τοῖς μέρεσι τοῦ σώματος τὴν δόξαν ὠνούμενον.