Declamatio 19

Libanius

Libanius, Declamatio 19, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

266

Μετὰ τὰ ἐν Χαιρωνείᾳ Φίλιππος ἐξῄτησε Δη- μοσθένην. ὁ δῆμος ᾔτησε πέντε ἡμέρας εἰς σκέψιν. ἐν ταύταις ὁ Δημοσθένης ἀποθνήσκειν ἀξιοῖ.

Δημοσθένης.

[*](R IV 240)

μάτην, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς πέντε ταύτας ἡμέρας ᾐτήσατε παρὰ τῶν ἐκ Μακεδονίας ἡκόν- των ὧς ἂν ἐν αὐταῖς ἄμεινόν τι βουλευσόμενοι περὶ τοὐμοῦ σώματος. ἐγὼ γὰρ ὑμῖν τὸν μακρὸν τουτονὶ συντέμνω χρόνον, ἔνα μηδὲ τούτου χάριν ἔχητε μηδε- μίαν τοῖς τοῦ Φιλίππου πρέσβεσι, καὶ τὰς ἀποκρίσεις ἀνθ’ ὑμῶν ἔργῳ δίδωμι. δέομαι δέ, ὦ ἄνδρες Ἀθη- ναῖοι, μεταδοῦναί μοι τοῦ κωνείου καὶ τοὺς πρέσβεις [*](R IV 241) ἐκπέμπειν τὸν ἥδιστον τῷ | δεσπότῃ φέροντας λόγον ὅτι τέθνηκε Δημοσθένης.

2. Ὃ μὲν οὖν ἤλπιζον, ὦ φιλανθρωπότατοι πάν- των, ὑμεῖς ἐποιήσατε, περὶ τῆς τελευτῆς ἀκούσαντες

  • Ρ = Codex Parisinus gr. 2998
  • Ath = Athous Laurae Ω 123
  • [*](2 εἰς σκέψιν reposui e libris σκέψεως edd 5 Δημοσθέ- νης inser Mor om libri 6 Ἀθηναῖοι inserui ex Ath om Ρ edd 9 τοὐμοῦ reposui e libris τοῦ μοῦ edd | τουτονὶ re- posui e libris τοῦτον edd 10 μηδὲ scripsi cum Iacobsio Lect 100 Rev 3 et Gasda μήτε libri edd)
    267
    τῆς ἐμῆς ἠθυμήσατε, τοιοῦτος γὰρ ὁ ὑμέτερος δῆμος, ἐλεεῖ τοὺς ἀτυχοῦντας, κἂν πρότερον ὧς ἴ’ τι λελυ- πηκότες, μή τί γε συνεχῆ τὴν εὔνοιαν πρὸς τὸν δῆμον ἐπιδεδειγμένοι· ἐγὼ δὲ ἄνευ τῶν ἄλλων λογισμῶν καὶ δι’ αὐτὸν τὸν νῦν ὑμῶν ἐπὶ τοῖς εἰρημένοις οἶκτον οἶμαι δεῖν ἀποθανεῖν. πολὺ γὰρ βέλτιον ἐνταῦθά μου τελευτῶντος κλαῦσαι τὸν δῆμον ἢ διὰ τῶν πρέσβεων ἐμοῦ τε καὶ ὑμῶν παρὰ τὸν ἐχθρὸν ἑλκομένου. εἰ γὰρ οὐδὲ τοῦτο φέρετε <τὸ> μετριώτερον, οὐ γὰρ παραμυθία ταφῆς οἴκοι τυχεῖν, πῶς ἐκεῖνό γε οἴσετε τὸ πάντων ἐλεεινότατον;

    3. Μηδεὶς <δ᾿> ὑμῶν, ἂν μεταξύ μου λέγοντος έλθῃ δάκρυα τοῖς λόγοις, φιλοψυχοῦντά με καὶ δεδοικότα τὸν θάνατον ἡγείσθω τοῦτο πεπονθέναι, πᾶν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, <καὶ> τὸ δεινότατον, ἂν ὑπὲρ ὑμῶν δέῃ παθεῖν, κοῦφον ἐμοί, ἀλλ’ ἀέ ἐκείνης τῆς ἡμέρας ἐν ᾗ κακῶς ἔκρινεν ὁ δαίμων τὴν μάχην οὔτε νυκτὸς οὔθ’ ἡμέρας ὀδυρόμενος πέπαυμαι θαυμάζων τε τὴν τῶν παραταξαμένων ἀρετὴν καὶ μεμφόμενος τῇ τύχῃ. καὶ νῦν ἀπό τε δακρύων καὶ βουλῆς τῆς ὑπὲρ τῶν ἠτυχηκότων ἥκω. ἐβουλευόμην γάρ, εὖ ἴστε, τίς ἂν ἐπανόρθωσις τοῖς συμβᾶσι γένοιτο. θαυμαστὸν <οὖν> οὐδὲν εἰ μνησθεὶς Χαιρωνείας πάθοιμί τι παραπλήσιον.

    [*](1 τῆς ἐμῆς inserui e libris om edd 2 ἐλεεῖ scripsi ἐλεεῖν libri edd οἷος ἐλεεῖν coni Gasda | ὧσι τί Ρ 3 μή τί γε scripsi cum Gasda μή τι γε Ath μή τοι γε Ρ edd | τὸν om Re)[*](5 ὑμῶν scripsi e Ρ cum Sinteni et Gasda ἡμῶν Ath edd)[*](8 τε καὶ] βίᾳ coni Iacobs Rev 3 | πρὸς τὸν ἐχθρὸν ἐμοῦ τε καὶ ὑμῶν ἑλκομένου coni Mor | τ(??) ἐχθρ(??) Ρ 9 τὸ inserui om libri edd 11 ἐλεεινότατον scripsi auctore Gasda ἐλεεινό- τερον libri edd 12 δ’ inserui, Καὶ ante μηδεὶς Gasda om libri edd 15 καὶ inserui om libri edd 22 οὖν inserui cum Sinteni et Gasda qui etiam de καὶ θαυμαστὸν cogitavit, δ’ Iacobs Rev 3 om libri edd)
    268

    4. Ὅτε μὲν οὖν εὐθὺς ἤκουσα πρεσβείαν ἐκ Μακε- δονίας ἀφῖχθαι, τοιοῦτός μοί τις παρίστατο λογισμός, ὅτι Φίλιππος οὐ σφόδρα ὤν ἀναίσθητος ἄνθρωπος ἀπιστεῖ τοῖς πεπραγμένοις καὶ τοιαῦτα, ὡς εἰκός, <πρὸς ἑαυτὸνώ διείλεκται· ἐγὼ παῖς ὤν Ἀμύντου τοῦ φόρους Ἀθηναίοις γέροντος καὶ μόλις σωθεὶς ὑπὸ τῆς Ἰφικράτους τοῦ 'κείνων στρατηγοῦ φιλανθρω- πίας, μικρὸς ὤν καὶ ταπεινὸς καὶ δεδιὼς τοὺς πέριξ βαρβάρους καὶ μετὰ μὲν Θηβαίων ἐλπί- ζων Ἀθηναίους λυπήσειν, ἄνευ δὲ ἐκείνων πείσεσθαί τι κακὸν οὐ μικρὸν νῦν Ἀθηναίους [*](R IV 242) ὁμοῦ καὶ | θηβαίους ἐνίκων πληγεὶς μὲν τῇ προτέρᾳ μάκῃ, πληγεὶς δὲ τῇ δευτέρᾳ, τῇ τύχῃ δὲ περὶ τὴν τρίτην χρησάμενος.

    τί οὖν εὖ φρονοῦντός ἐστι; μὴ βέβαιον ἡγεῖσθαι τὴν ταύτης συμμαχίαν, ἧν ἔργον μεταπηδᾶν ἐπὶ τοὺς ἡττημένους ἀπὸ τῶν κεκρατηκότων καὶ τοὺς αὐτοὺς αὔξειν καὶ καθαιρεῖν. δέος γὰρ μὴ οὕς νῦν αἰχμαλώτους ἔχω, τούτους ἴδω μι- κρὸν ὕστερον τὴν Μακεδονίαν ἔχοντας.