Declamatio 18

Libanius

Libanius, Declamatio 18, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

ὄψεται Φίλιππος αὐτὸν οὐκ οἰκέτου σχῆμα ἔχοντα, τοῦτο γὰρ οἰστὸν <ἂν> ἦν, ἀλλ’ αἰχμαλώτου καὶ ἐρεῖ· σὺ μὲν ἐλευθέραν τὴν πόλιν τῶν Ἀθη- ναίων ἐφύλαξας, ἐκεῖνοι δέ σε ὧς κακουργό- τατὸν τῶν οἰκετῶν πιπράσκουσιν. ἔδει σε μιμή- σασθαι Φιλοκράτην, ἔδει σε μιμήσασθαι Δη- μάδην. ἦς ἂν ἐλεύθερος καὶ Φιλίππου φίλος. νῦν δὲ ταῦτα ἐπίχειρά σοι τῆς ἔχθρας τῆς πρὸς ἡμᾶς, καταδίκη καὶ δουλεία καὶ πρᾶσις καὶ τοῖς ἐχθροῖς ἔκδοσις. δούλευε αὐτὸς ἀντ’ Ἀθη- ναίων. ἐκείνους γὰρ οὐκ εἴασας ταύτης τῆς δυστυχίας μετασχεῖν.

λαμβάνετε τὸν μετὰ ταῦτα προπηλακισμὸν τῷ λογισμῷ. οὐ πάσας μὲν βασάνους εἰκός ἐστιν ὑποστήσεσθαι τὸν Ἀθηναίων δημαγωγόν; ταῦτα ἀνθρώπινα καὶ οἰστὰ Δημοσθένει, ἐκεῖνο δὲ πάντων χαλεπώτατον, ἂν Φίλιππον ἐπαινεῖν ἀναγκασθῇ καὶ σεμνύνειν Μακεδόνας εἰς ἀπολογίαν ἁμαρτημάτων.

ἀδικήσει καὶ Πυθὼν ἀμυνόμενος τὸν ἄνθρωπον ὑπὲρ δημηγορίας πολλῆς, Εὐθυκράτης ἐφησθήσεται [*](7 cf. p. 249, 5 sq.; 303,1; 327,8 9 Dem. ep. p. 1484,4. Plat. rep. X p. 608 C 19 cf. ad p. 238, 16; 280, 16; 335, 20 sq. cf. ad t. III 464,16; t. IV 978, 5 R) [*](2 οὐκ in ras Va 2 3 ἂν inserui om libri edd 4 ἐλευ- θέραν Va sed ex ἐλεύθερον corr m 2 6 πιπράσκουσι Β edd) [*](7 φιλοκράτη Β edd 8 ἦς Va 9 ἐπίχειρά scripsi auc- tore Re qui τἀπίχειρα coni χείρονα libri edd 12 εἴασας Ma sed ας(2) in ras m 2 13 λάμβανε Β | μεταταῦτα Va 17 χα- λεπώτερον BLa | φίλιππον Va sed ν in ras m 2 18 σεμνύνῃ VaB σεμνύνει La σεμνύνῃ Mor 20 πολλῆς Va sed γρ καλῆς suprascr m 2, La Mor sed γρ καλῆς in marg ambo καλῆς BMa ἐκείνης τῆς πολλῆς vel καλῆς coni Re | ἐφηκράτης Ma)

260
Δημοσθένει, Λασθένης <καὶ> εἴ τις ἄλλος ταῦτ’ ἐροῦσιν· ἡμεῖς ἄμεινον ἐπολιτευσάμεθά σου, Δημόσθενες. τοιγαροῦν ἐλεύθεροι διατε- λοῦμεν τὴν Φιλίππου φιλανθρωπίαν ἔχοντες [*](R IV 334) | ἀντὶ τῆς πατρίδος.