Declamatio 18
Libanius
Libanius, Declamatio 18, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
δημεύετε πολλάκις ὑμεῖς οὐσίας τῶν κατα- δίκων, ἀλλ’ ἔνεστιν ὠνήσασθαι τῷ δήμῳ τὰ κτήματα. ὥσπερ οὖν ἐπ’ ἐκείνῳ δέδωκεν ὁ νόμος κύριον γε- νέσθαι τὸν δῆμον τῶν δημευομένων κτημάτων, οὕτω καὶ τοῦτο συγκεχώρηκεν, ἐπὰν δημόσιον εἶναί τις γράφῃ τὸν ξενίας ἑαλωκότα.
τί οὖν ἔσται Δημοσθένης χρήσιμος δημόσιος γενόμενος; ὃ καὶ πρότερον ἦν ἐν. τοῖς ἐλευθέροις ἀριθμούμενος. τὴν γὰρ τύχην μεταβέβληκεν, οὐ τὴν προαίρεσιν, καὶ γέγονεν ἀλλό- τριος τῆς δόξης, οὐ τῆς εἰς τὸν δῆμον εὐνοίας. οὐ γὰρ ὁμοῦ τῷ τῆς ἐλευθερίας ἀποστερηθῆναι | [*](R IV 331) πέπαυται καὶ τοῦ τοῦτον ὠφελεῖν, ἀλλ’ ἐπὶ τῆς αὐτῆς <μένει< τάξεως. τὴν μὲν γὰρ καταδίκην οὐχ λογιζόμενος, τοῖς δὲ ψηφισαμένοις καὶ τοῖς κατηγορή- σασι πρὸς ὑμᾶς ὅμηρα πολλὰ τῆς εὐνοίας ἔχει, στεφά- νοῦς, κηρύγματα, φιλοτιμίας, δωρεάς, ἄλλα δι’ ἃ πᾶσι παραινέσει, σύμβουλον αὑτὸν τῶν ἀρχόντων ἀποδείξε [*](1 ἄλλο αὐτῶν VaBMa 4 ὑμᾶς scripsi ἡμᾶς libri edd) [*](5 γενέσθωσαν Ma 12 ὃ scripsi auctore Iacobsio Lect 110 ὧς libri edd sed πολλὰ ante ὧς excidisse coni Re 10 ἀπο- στῆναι Va sed γρ ἀποστερηθῆναι in marg m 2 17 τοῦ inser L 2 om VaBMa | τὸ Ma | ἔτι ἐστιν ἐπὶ coni Re ἐστὶ τῆς Iacobs Lect 110 18 μένει inserui om libri edd | τάξεως scripsi auctoribus Re et Iacobsio πράξεως libri edd 19 λογιζόμενος scripsi λογίζομαι libri edd λογίζεται coni Gasda 21 ἄλλα δι’ ἃ scripsi auctore Re ἀλλ’ ἰδία libri ἀλλ’ ἰδία edd | πᾶσι scripsi e Va sed πάση suprascr m 2, Β sed e πάση corr m 2, Ma πάσῃ LLa edd πᾶσι τὰ βέλτιστα παραινέσει. εἰ coni Re πάσῃ παρρησίᾳ Iacobs Lect 111 22 αὐτὸν Va, sed ’ in ' corr, Ma | ἀποδείξετε coni Re)
οὐδέν τι δεινόν, ἂν παρὰ τῶν οἰκετῶν τὰ μάλιστα συνοίσοντα τῇ πα- τρίδι μανθάνωσιν. ἐμοὶ δὲ δοκεῖ καὶ πάντων ἀτοπώ- τατον εἶναι τοῖς πολεμίοις τοιούτους συμβούλους προίεσθαι. δοῦλος, ἀλλ’ εὔνους. δοῦλος, ἀλλὰ λέγειν ἱκανώτατος. δοῦλος, ἀλλὰ παρρησίαν ἔχει τῶν ἐλευθέ- ρων μείζονα. ἐπιπλήξει τοῖς δεσπόταις, νουθετήσει, σωφρονίζειν ὑμᾶς καὶ παρὰ τὴν δουλείαν πειράσει.