Declamatio 18
Libanius
Libanius, Declamatio 18, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
Νόμος τὸν ξενίας ἁλόντα πιπράσκεσθαι· ἑάλω ξενίας ὁ Δημοσθένης. ἔπεμψε Φίλιππος ὠνού- μενος αὐτόν. γράφει Δημάδης διδόναι, Ὑπερί- δης δημόσιον εἶναι.
Ὑπερίδης.
[*](R IV 323)οἴας μὲν ἐκτίνω τὰς χάριτας, ὦ ἄνδρες' Αθη- ναῖοι, Δημοσθένει τῆς πολιτείας καὶ τῆς φιλίας, ἔνεστιν ὑμῖν ἀπὸ τοῦ ψηφίσματος καταμανθάνειν, δοῦλον αὐτὸν εἶναι γράφω καὶ τὸ τούτου δεινότερον, Ἀθη- ναίων ἀπάντων, ἀλλ’ οὐχ ὅ τι πείσεται δεινὸν Δημο- σθένης, τοῦτο σκοπῶ, μέλει γάρ μοι ἐλάχιστον τῆς τούτου συμφορᾶς, ἀλλ’ εἰ Φίλιππός τινα παρ’ ὑμῶν
Φίλιππος μὲν οὖν οὐδὲν διαπράττεται θαυμαστὸν τὸν ἐχθρὸν ὠνήσασθαι προαιρούμενος, ὑμῖν δ’ αἴσχιστόν ἐστι προέσθαι δοῦ- λον ἐσόμενον τὸν κατὰ πολὺ σεμνότερον | τῶν [*](R IV 324) ἐλευθέρων καὶ οὐδὲ παρὰ τὸν τῆς δουλείας καιρὸν πεπαυμένον τῆς εἰς τὸν δῆμον εὐνοίας, ἀλλὰ μένοντα καὶ παρὰ τὰς συμφορὰς ἐν τῷ τῶν ἐλευθέρων σχήματι.
Δημοσθένης μὲν οὖν οὕτως ἔχει μεγαλοφροσύνης ὥστε, κἂν ἀποκτείνειν αὐτὸν ἐθέλητε καὶ τιμᾶν αὺτῷ τῶν ἐσχάτων, ἕτοιμός ἐστιν ὑπομένειν. ἀλλὰ χρὴ πρὸς τὸ συμφέρον ὑμᾶς ἐκλογίζεσθαι. τῷ μὲν γὰρ δοκεῖν δοῦλον ἀποδώσεσθε, ἔργῳ δὲ τὴν ἐλευθερίαν τὴν κοι- νὴν μετὰ Δημοσθένους Φιλίππῳ προήσεσθε.