Declamatio 16

Libanius

Libanius, Declamatio 16, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

καὶ τοὺς κατηγόρους μὲν ἐτιμωρήσασθε ὡς συκοφάντας, ὧν τοῖς μὲν χρημάτων προσετιμήσατε, τοὺς δὲ καὶ ἀτίμους ἀπεπέμψατε· ὧν δὲ τοῖς ἡττη- θεῖσιν αἱ ζημίαι γεγόνασι καθ’ ἑκάστην κρίσιν, οὐδὲ τὸ κέρδος εἰς δόξαν τῷ πάσας νενικηκότι; οὐ γὰρ οὐδ’ ἐκείνοις ἤρκεσε τῆς νίκης ἀποτυχεῖν, ἀλλὰ καὶ προσεζημιώθησαν, οὐδὲ ἐμοὶ τὸ τὰς δέκας ἀποφυγεῖν, εἰ μὴ καὶ γέρας ἀντίρροπον οἶς ἡττηθεὶς ἂν ἔπαθον λήψομαι. ὥσπερ γὰρ τῶν ἁμαρτανομένων αἶ ζημίαι, <οὕτω> καὶ κατορθουμένων εἰσὶν αἱ τιμαί.

εἰ δὲ μὲν ὡς οὐκ ἔδει πεπολιτεῦσθαι κριθεῖσι τὰς ἐσχάτας τιμωρίας ἐπιθήσετε, τῷ δὲ καλῶς τὰ κοινὰ πράττειν ἐγνωσμένῳ μόνον ἐν χάριτος μέρει τὸ μὴ κολασθῆναι δώσετε, ἧς ἀξιοῖ με Κέφαλος δωρεᾶς, ὁρᾶτε μή ποτε ἔρημον τὸ βῆμα τῶν ἐθελόντων ἃ χρὴ λέγειν ἀποδεί- ξητε· ὅ δ’ οὐκ ἔστιν, ἄν τις μὴ τῆς ἐπιτιμίας ἀδίκως [*](6 cf. ad p. 116, 16 14 Plat. Gorg. p. 516 D. Isocr. p. 9 b) [*](1 λέγειν inserui e Ma om Ρ 2 ἀπατήσας scripsi ἀπα- τηθεὶς MaP ἀπάτης Cobet 5 ἀλοῦς scripsi ἥλων MaP) [*](7 οὐχ Ma | τιμηθήσομαι scripsi τιμήσομαι MaP 9 τοῖς scripsi τὸν Ma τῶν Ρ 10 τοὺς Ρ | ὧς Gasda at cf. 1. 16) [*](11 καθεκάστην Ρ 12 οὐ cscripsi e Ma οὐδὲ Ρ 17 οὕτω inserui om MaP 22 ἐθελόντων scripsi ἐλευθέρων MaP | ἀποδείξητε scripsi ἀποδείξετε MaP 23 ὃ scripsi τό MaP | ἔστιν, ἂν scripsi e Ma ἔστι κἂν Ρ)

161
ἢ τοῦ ζῆν ὅλως ἐκπέσῃ, τοῦτο γέρας δικαίας πολιτείας; οὐδ’ ἐγγύς. ὥσπερ γὰρ οὐδ’ εἰ πονηρὸς ἠλέγχθην, ἱκανὸν ἂν ἦν εἰς λόγον ζημίας τὸ μὴ τυχεῖν δωρεᾶς, οὕτως οὐδὲ χρηστῷ φανέντι τὸ μὴ τιμωρίας ἀρκεῖ.

εἰ μὲν οὖν οὗτος αὐτὸς περὶ ἀρετῆς κεκριμένος καὶ ψῆφον εἰληφὼς ὧς φιλόπολις καὶ δικαιότατος ἀν- θρώπων καὶ σωφροσύνῃ διαφέρων ἐκάκιζέ μου τὰς ἀφέσεις ὧς ἀποφυγὰς ὀνειδίζων, εἰκότως ἀμείνων ἂν ἔφασκεν εἶναι τοῦ μὴ πονηροῦ κριθέντος, ἀγαθὸς γνωσθεὶς δηλαδή· εἰ δ’ ἐγὼ μὲν <μεγάλας> εὐθύνας ὑπέσχηκα τῶν βεβιωμένων, οὗτος δὲ οὐδὲ μικράν, ἐμοὶ μέν, εἰ μηδὲν ἄλλο, τό γε μηδὲν ἠδικηκέναι δέδοται· σὺ δ᾿ οὐχ ὅπως ἀγαθὸς ὤν, ἀλλ’ οὐδ’ ὡς οὐκ εἶ πο- νηρὸς ἔγνωσαι. τί οὖν τὰ σοφά σοι ταῦτα· οὐ κέκρι- σαι δίκαιος, ὅτι μὴ κλέπτης, οὐδ’ ὅτι μὴ παρα- νομεῖς, ἔννομος; σὺ δὲ οὐδὲ τὴν τοῦ μὴ | παρα- [*](H. IX 38) νομῆσαι ψῆφον εἴληφας οὐδὲ ἄλλο τῶν ἀδίκων οὐδὲν ἀφεῖσαι μὴ πεποιηκέναι. εἰ δὲ καὶ τοῦ κριθῆναι σαφῶς ἀγαθὸν τὸ μὴ πονηρὸν ἡττᾶται, τοῦ γε μὴ κάκιστον ἐγνῶσθαι τὸ μηδ’ ἀγαθὸν δόξαι πόσῳ σεμνότερόν ἐστιν;

27. Ὁ δὲ καὶ ὠνείδιζέ μοι τὸ πλῆθος τῶν ἐγκλη- μάτων. τοῦτο γὰρ λοιπὸν ἦν καὶ Κεφάλου πειραθῆναί με κατηγοροῦντος. οὗτος δὲ μᾶλλόν ἐστι τῶν ἡττημέ- [*](2 cf. ad p. 141,3 8 Plat. Phaed. p. 107 C 14 p. 121,2) [*](3 ἱκανὸν — δωρεᾶς inserui e Ma om Ρ 7 σωφροσύνῃ scripsi δικαιοσύνη MaP 8 ἀποφυγὰς ὀνειδίζων scripsi ὀνειδίζων ἀποφυγάς MaP 10 μεγάλας inserui om MaP 12 μηδὲν scripsi e Ma μὴ δ’ Ρ | τό γε scripsi τό. τε MaP) [*](13 ὧς οὐκ εἷ scripsi ὡσεὶ MaP 15 κλέπτεις Ma cf. p. 121, 3 20 μὴ δ’ MaP 23 καὶ delendum censet Hert- linus 24 ἡττημένων scripsi ἡττωμένων MaP)

162
νῶν συκοφάντης. ὡς ὁ μὲν αἰτίας οὐκ οὖσ’ ἃς συμφο- ρήσαντες καὶ ὀνειδῶν ὀνόματα κατηγόρουν, πρᾶγμα εἰωθός· οὑτοσὶ δὲ τὰ σεμνολογήματά μου διέβαλλεν, ὧς ἐλαττώματα. οὐχ αἶ γραφαί, Κέφαλε, τἀδικήματα ποιοῦσιν εἷναι, ἀλλὰ τὰ μὲν ὄντα εἰς φῶς ἄγουσι, τὰ δ’ οὐ γεγενημένα μᾶλλον ὡς οὐ γεγένηται βεβαιοῦσι, τὴν ἄδικον δὲ βλασφημίαν εἰς τοὺς εἰπόντας αὐτοὺς τρέπουσι. τὰ ψευδῆ γὰρ ὀνείδη τοῖς εἰποῦσιν, οὐ τοῖς οὐδὲν ἀδικοῦσιν ὀνείδη γίγνεται, καθάπερ βέλος ἰσχυροτέρῳ προσπεσὸν εἰς τὸν ἀφέντα πάλιν ἀναστρέ- φει καὶ πολλάκις ἔτρωσεν αὐτὸν τὸν βαλόντα.

οὐκ- οῦν οὐ τὸ κριθῆναι πολλάκις ὄνειδος, ἀλλὰ τὸ μηδ’ ἅπαξ ἐν ἀγῶσιν ἁλῶναι τοσούτοις ἔπαινος, καὶ τὰ πρὸ τῆς κρίσεως αἰσχρὰ τῶν ὀνομάτων, κλοπὴ καὶ δωρο- δοκία καὶ τὰ τοιαῦτα, τῷ μηδενὶ τούτων ἐνόχῳ φα- νέντι πρὸς εὐφημίαν περιίσταται, καὶ συμβαίνει τοὺς κατηγόρους ἐπαινέτας ἀναφαίνεσθαι καὶ μὴ βουλομέ- νους ὧν κατηγόρησαν <μέν> ἐξελέγξαι δὲ οὐχ οἶοί ἐγένοντο. αὐτοὶ γὰρ ἐπέδειξαν ἀγαθοὺς <οὓς> ἠδυνήθησαν θέλοντες ἐλέγξαι πονηρούς. καὶ οἷς οὐδὲ ψευδομαρτυριῶν ἄν τις ἐπισκῆψαι δύναιτο, τούτοις ἄκοντες οἱ ἐχθροὶ ἀρετὴν μαρτυροῦσι. καὶ παράπαν [*](1 Dem. p. 152, 6 | Dem. cor. p. 230, 6 21 cf. ad p. 156, 1 22 cf. p. 138, 8) [*](1 ὧς scripsi ὥστε MaP | οὔτοι olim scripsi | οὐκ οὔσας scripsi e Ma cum Spengelio et Cobeto ἀκούσας Ρ δοκούσας olim conieci 3 οὑτοσὶ scripsi e Ma οὗτος Ρ | μου scripsi e Ma μοι Ρ 4 ἐλάττον Ma 5 εἷναι om Ma 6 δὲ Ma | μᾶλλον om Πα 9 γίνεται Ρ 10 ἀναστρέφει scripsi e Ma cum Cobeto ἀνατρέφει Ρ 12 μὴ δ’ MaP 13 τοσούτοις scripsi τοσοῦτος MaP 18 μέν inserui auctore Cobeto om MaP 19 οὓς inserui ante οὐκ cum Hertlino et Cobeto om MaP 22 μαρτυροῦσιν ἀρετὴν Ma)

163
εἰπεῖν, ᾠκοδόμηται τὰ δικαστήρια τοῖς πονηροῖς μὲν ἐναλίσκεσθαι, τοῖς δὲ ἀγαθοῖς ἐνεπιδείκνυσθαι. ὅπου γὰρ τῆς κακίας, ἐκεῖ καὶ τῆς ἀρετῆς ἡ κρίσις, ὡς τὸ αὐτὸ θέατρον ἀμουσίας τε καὶ μουσικῆς. καὶ τῶν ἐναντίων οἱ αὐτοὶ κάθηνται κριταί. μιᾶς γὰρ ἄμφω τέχνης εἰδέναι, καὶ οἱ δικασταὶ μίαν ἔχοντες ἐμπειρίαν ἀγαθοῦ καὶ πονηροῦ βίου οὓς μὲν ἂν φλαύρους ὑπο- νοήσωσι, ζημίαν ἐπιβάλλουσι τούτοις, τοὺς δὲ νικῶν- τας ἐπὶ τὰς τιμὰς προπέμπουσι, τοὺς δὲ οὐκ ἐξετα- σθέντας οὔτε κολάζουσιν οὔτε τιμῶσιν.

οὕτω δὲ καὶ τοῖς | νόμοις ἅπασι δοκεῖ μηδένα ἐᾶν ἄκριτον. καὶ [*](H. IX 39) πρῶτον μὲν περὶ τοῦ γένους εἰς κρίσιν ἅπαντας τοὺς πολίτας ἄγουσι, καὶ οὓς οὐδεὶς ξενίας ἐγράψατο, κατὰ δήμους ποιοῦντες ἀγορὰς καὶ διαψηφίσεις, ὅστις ἀστὸς ἢ παρέγγραπτος. καὶ τὴν δοκιμασίαν ταύτην ὑπομέ- νοῦσι, κἂν εὐπατριδῶν τις ᾖ κἂν Ἐτεοβουτάδης κἂν Εὐμολπίδης κἂν ἐστρατηγηκώς. τῆς μὲν οὖν κοινῆς πολιτείας ἄνευ διαψηφίσεων οὐδενὶ μέτεστι, δωρεὰν δὲ τὴν μεγίστην οἴσεται οὐ διαψηφισθεὶς εἰ γνήσιός ἐστι τοῦ τῆς ἀρετῆς ὀνόματος ἢ νόθος καὶ ὑποβολι- μαῖος ἐν ἀλλοτρίᾳ δόξῃ πολιτεύεται;

ἔπειτα κλήρῳ τὰς ἀρχὰς ἱστάντες, ὡς δημοτικὸν ὂν τὸ τῆς ἴσης ἐλ- πίδος, οὐ μόνον τῇ τοῦ κλήρου τύχῃ τὴν αἵρεσιν τούτων ἐπιτρέπουσιν, ἀλλὰ καὶ δικαστήριον καθίζουσι [*](14 Aeschin. Ctes. p. 57,37 15 Aeschin. fals. leg. p. 51,42) [*](19 sq. Luc. Pisc. 46) [*](4 τε scripsi γε MaP 6 εἰ καὶ ante εἰδέναι Ma 8 ἐπέβαλον Ma 14 ἀστὸς scripsi αὐτὸς MaP 15 ἢ in ἡ corr Ρ 16 εἴη P 19 δὲ scripsi e Ma καὶ P | διαψηφισθεὶς scripsi διαψηφισθὲν MaP sed in hoc εἰς supra ὲν m 2 | γνήσιός scripsi e Ma cum Cobeto γνήσιον Ρ sed ὃς supra ὂν m 2, et olim scripsi 24 καθίζουσιν Ma)

164
καὶ ψῆφον διδόασι περὶ τῆς ἀξίας, κἂν ἀνεπιτήδειος ᾖ πλέον οὐδὲν αὐτῷ τῆς εὐκληρίας, λαχὼν δὲ ἰδιώτης ἄπεισι. τὸν μὲν οὖν μυρρίνης στέφανον οὐδεὶς ἀδο- κίμαστος οὐδὲ ἄνευ ψήφου δικαστηρίου περιθήσεται, τὸν δὲ τῆς ἀρετῆς οὕτω προχείρως τῷ μὴ δοκιμασθέντι πρὸ τοῦ κεκριμένου δώσετε;

πάλιν ἄλλους τελοῦν- τες ἄρχοντας οὓς χειροτονητοὺς καλοῦμεν, στρατηγούς, ἱππάρχους, ταξιάρχους, εἴλοντο μὲν αὐτοὺς ἐν ἀρχαιρε- σίαις, οἷον Ἀριστείδην Ἀθηναῖοι, πληροῦται δὲ καὶ τούτοις δικαστήριον, εἰ δικαίως εἰσὶ κεχειροτονημένοι. οἶς οὔτε <χήρυγμα οὔτε> στέφανος στρατεῖαι, πόνοι, κίνδυνοι, ἀλλὰ κἂν κατορθώσωσιν, ὀψέ ποτε αἰ τιμαί. ὅπου δὲ τοὺς στρατηγούς, οὓς αὐτὰ τὰ πράγματα κρίνει, ψήφῳ δοκιμάζετε, τῷ ῥήτορι τὴν δωρεὰν ἀλογὶ χειροτονήσετε;

οὐ τοίνυν οὐδ’ ὅταν τὰ μέγιστα καταπράξωσιν οἱ χειροτονηθέντες ὑπὸ τοῦ δήμου, τῆς δωρεᾶς τυγχάνουσι, πρὶν <ἂν> εὐθύνας ὑπόσχωσι τῷ τὸν νόμον ἄντικρυς ἀπειρηκέ- ναι τὸν ὑπεύθυνον μὴ στεφανοῦν. ὑμεῖς μὲν <οὖν> οἴεσθε τοὺς ταμίας μὲν ἢ τειχοποιοὺς ἄρχοντας εἶναι, καὶ πρὶν ἢ λόγον δοῦναι οὐκ ἐξεῖναι στεφανοῦν· ἡμᾶς [*](4 Eur. Med. 984. 7 Dem. or. 13 § 19 | Arist. rep. Ath. 61) [*](19 Dem. cor. p. 243, 26 20 Dem. p. 243, 26) [*](τῶν στεφάνων) [*](3 τον et στέφανον Ρ 4 περιθήσεται scripsi auctore Co- beto πειραθήσεται MaP 5 τὸν δὲ scripsi e Ma cum Cobeto τοὺς τὲ P 8 ἀρχαιρεσίαις Ma sed ἑ in ras m 2 9 οἷον Ἀριστείδην pro insiticiis habet Heinius | κληροῦται Hertlein at cf. Mus. Rhen. 30, 284 sq. 11 κήρυγμα οὔτε inserui coll p. 122,6; 180,11 om MaP 12 ἄλλα, Heine 13 αιτιμαί Ma) [*](15 ἀλογιστὶ olim conieci ἀλόγως Hertlein 16 ταμέγιστα Ρ 17 τυγχάνουσιν Ρ | ἂν inserui om MaP cf. t. V 34, 19) [*](19 οὖν inserui om MaP 21 ημεῖς)

165
δὲ τοὺς ῥήτορας οὐκ ἐν ἀρχῇ τῇ μεγίστῃ θήσεθε; οἷς πρῶτον μὲν τοὺς ἰδιώτας, | ὧς τοῖς ἄρχουσιν, ἀντο- "[*](H. IX 40) νομάζετε. εἶτ’ ἐκεῖνοι μὲν ἐπέτειοι, διὰ βίου δὲ ἡμεῖς. καὶ οἱ μὲν ὑφ’ ὑμῶν κληθέντες, ἡμεῖς δὲ αὐτεπάγ- γελτοι. κἀκεῖνοι μὲν ἄλλος ἄλλου μέρους, ὁ στρατηγὸς τῶν ὅπλων, ὁ ταμίας τῶν χρημάτων, ὁ τειχοποιὸς τοῦ κύκλου, ὁ δημαγωγὸς δὲ οὐκ ἔστιν ὅτου τὴν ἐπιμέ- λειαν οὐ πεπίστευται. κἀκείνοις αὐτὸς ἐπιτέτακται, αὐτὸς ἐξετάζει τοὺς ταμίας, αὐτὸς ἐκπέμπει τοὺς στρα- τηγούς, ἄρχει τῶν ἀρχόντων ἁπάντων μόνος. τοὺς μὲν οὖν ἔν τινι χρόνῳ καὶ τοὺς κατὰ μέρη προνοουμέ- νους ἀνευθύνους οὐ στεφανώσετε, τοὺς ἀιδίους δὲ τιμήσετε; καὶ παρ’ οὗ μὲν εὐθύνας καθ’ ἕκαστον εἰλήφατε, ἀστεφάνωτον ἐάσετε, τὴν τιμὴν δὲ τῷ παν- τὸς εὐθύνας ὀφείλοντι τοῦ βίου δώσετε;

33. Καίτοι εἰ μὲν μηδὲν ἄξιον λόγου διῴκηκας, οὐ θαυμαστὸν εἰ μηδὲ κατηγόρῳ λόγον παρέσχηκας, οὐδὲ γὰρ ἐπὶ μικροῖς εἰσιν αἱ τοῦ βίου δωρεαί· εἰ δέ, ὡς φῄς, μεγάλα καὶ πολλά, πρὸ τοῦ τούτων ἀποδοῦναι λόγον πῶς ἐπ’ αὐτοῖς δωρεὰν αἰτεῖς; νὴ Δία, οὐδὲν γὰρ εἴρηται περὶ τῶν ῥητόρων αὐτῶν τῷ Σό- λωνι. καὶ τίνας οὕτως ὑπευθύνους καθίστησι καὶ μο- [*](7 Isocr. or. 18 p. 379 e) [*](1 θήσεσθε scripsi cum Gasda τίθεσθε MaP 2 πρῶτον scripsi πρῶτα MaP | ἀντονομάζετε scripsi auctoribus Hertlino Spengelio Cobeto ἂν ὀνομάζετε Ma ἂν ὀνομάζητε Ρ 3 ἐπέ- τειοι scripsi auctore Cobeto ἐπαίτιοι Ρ ὑπαίτιοι Ma | δια- βίου Ma | δὲ scripsi τὲ Ρ τε Ma 4 ἡμῶν Ρ 5 ἄλλ(??) Ρ) [*](10 ἐρχόντων Ρ | καὶ ante τούς del Ma 11 οὖν om Ma | τὴν Ρ | καταμέρη Ρ 12 διὰ βίου olim scripsi 13 καθ- ἐκαστον MaP 14 ἐάσαετε Ρ 16 οὐδὲν Ma 17 μὴ δὲ MaP 19 φὴς Ma φῆς Ρ | τοῦ om Ρ 21 αὐτῶν scripsi cum Hertlino αὐτῷ Ma αὐτῶ Ρ 22 οὕτος οὐχ olim scripsi)

166
νονοὺ καθ’ ἑκάστην ἡμέραν ἀπολογίζεσθαι βούλεται περὶ τῶν πεπολιτευμένων;

ἔγνωκάς τινα γνώμην εἰσφέρειν. προβούλευε, φησίν, εἰς τοὺς πεντακοσίους, πρώτη γὰρ αὕτη κρίσις. τὴν βουλὴν πέπεικας. εἰς τὸν δῆμον ἴθι, δευτέρα γὰρ ἡ διαχειροτονία. κἂν τοὺς πολλοὺς ἔχῃς ὁμογνώμονας, οὔπω νενίκηκας. ἐφέσιμος λοιπὸν εἰς τὸ δικαστήριον ἡ διάγνωσις. τριῶν οὖν ὄντων συνεδρίων, βουλῆς, δήμου, δικαστηρίου, ἀκρι- βέστατον ὡμολόγηται τὸ δικαστήριον. εἰκότως. ἡ βουλὴ μέν γε καὶ ὁ δῆμος ἀνώμοτοι τὴν ψῆφον φέρουσι, τὸ δικαστήριον δὲ σὺν ὅρκῳ καὶ ἀρᾷ τῇ μεγίστῃ. καὶ οἱ μὲν βοῇ τὰ πολλὰ κρίνουσι πρὸς ὀργὴν φανερὰν καὶ χάριν, οἶ δὲ κρύβδην τὸ δόξαν τίθενται. θόρυβος ἐν τοῖς ἄλλοις ἰσχύει συλλόγοις· ἐνταῦθα πρὸς ὕδωρ οἱ [*](H. IX 41) λόγοι. καὶ τί | τὰ ἄλλα; τῇ βουλῇ μὲν οὐκ ἔξεστιν οὐδὲ τῷ δήμῳ λῦσαι γνῶσιν δικαστηρίου, τῷ δικαστη- ρίῳ δὲ ἀμφοῖν ἅμα.

οὕτω δὲ κρατοῦντος ἀκριβείᾳ πολὺ τοῦ δικαστηρίου ἐγὼ μὲν διὰ πάντων ἐλήλυθα τῶν συνεδρίων, καὶ γὰρ τὴν βουλὴν οὐχ ἧττον πέ- πεικα Κεφάλου, καὶ ὁ δῆμος ἐπεχειροτόνησεν ἅμα καὶ πλείω ψηφίσματα, καὶ τὸ τρίτον δὴ πάλαισμα, γραφεὶς παρανόμων ἐπὶ πάσαις ταῖς γνώμαις ὑμᾶς ἔπεισα τοὺς τῶν ὅλων κυρίους· τούτῳ δὲ ἀτελὴς ἡ πολιτεία <ἐν> τῷ κυριωτάτῳ μέρει. τῆς ἐξετάσεως γὰρ ἀπάσης τέλος ἡ [*](3 Luc. Prom. 12 11 Andoc. myst. ’ξ 31. cf. M. Fraenkel Herm. XIII 452 sq.) [*](1 καθεκάστην MaP 2 τινα scripsi e Ma cum Hertlino τινας Ρ τινος Gasda 3 post εἰσφέρειν et 4 πέπεικας punc- tum posui, signum interrogationis MaP 4 γὰρ scripsi γε MaP 5 δευτέραν Ρ | διαχειροτονία scripsi e Ma διὰ χειρο- τονίας Ρ 9 εἰκότως. om Ma 12 ἀρχὴν ὀργὴν 16 γνωμην Ρ 23 <ἐν> inserui om MaP)

167
ψῆφος ἡ τοῦ δικαστηρίου.

σὺ δὲ καὶ μέγα φρονεῖς σωθεὶς ἐρημίᾳ κατηγόρων, οὐ πίστει δικαιωμάτων, τοσοῦτον ἐμοῦ λειπόμενος ὅσον τοῦ δι’ ἀντιλογίας νενικηκότος ὁ ἐρήμην ἐνηνεγμένος. ὁ μὲν γὰρ οὐδενὸς φανέντος τοῦ κατηγορήσοντος ἀθῷος μένει, ἐγὼ δὲ καὶ τοὺς παρόντας ἤλεγξα συκοφάντας.

καὶ τὰς πλείους μὲν ψήφους ὁ νόμος κελεύει νικᾶν, ὅν αὐτὸς ἄρτι παρείχετο, αὐτὸς δὲ μηδεμιᾶς τυχὼν ψήφου φιλο- νεικεῖ τῷ πάσας παρειληφότι καὶ πλείους σχεδὸν τῶν οἰκούντων τὴν πόλιν, εἴγε καὶ δὶς οἱ αὐτοὶ περὶ ἐμοῦ καὶ τρὶς ἐψηφίσαντο. ἐγὼ μὲν οὖν εἰ καὶ ἴσας πρὸς ἴσας <τὰς μὲν> ἐνίκων, τὰς δὲ ἐνικώμην, ἀντίπαλος τᾷ μήτε ἡττημένῳ μήτε νενικηκότι ἴσως τῆς ἐπ’ ἄμφω μετασχὼν τύχης πρὸς τὸν οὐδετέρας πεπειραμένον· νῦν δὲ τὸ μὲν οὐδέποτε ἡττῆσθαι [καὶ] ἐμοὶ περίεστι, τούτῳ δὲ ὅπερ ἐμοὶ πολλάκις οὐδ’ ἅπαξ ὑπῆρξε, τὸ νενικηκέναι. οὐδὲ γὰρ αἰτιαθῆναί φησι. τοῦτο μὲν δὴ καὶ τῶν ἰδιωτῶν πολλοῖς ἄν τις ἴδοι συμβεβηκός. αὐτίκα οἱ κατὰ δήμους οἰκοῦντες οὐδὲ εἶδον ἔνιοι τὸ δικαστήριον καὶ οὐ κατίασιν ἐκ τῶν ἀγρῶν αἰτήσοντες γέρας τοῦ λαθραίου βίου. γραφὰς δὲ ὀλίγας φυγὼν πάσας ἀπέφυγέ τις, ὅς οὐδ’ ἐν μέρει τὰ μὲν ἐνίκα, τὰ δὲ ἡττᾶτο;

[*](8 cf. p. 129, 12 12 Thuc. II 61, 3 19 cf. t. III 267, 11)[*](21 sq. cf. Arist. nub. 167 cum nota Kockii)[*](1 ἡ inserui e Ma om Ρ 3 ἀντιλογίας Ρ sed ἃς in ου corr ἀντιλογίαν Ma 4 ὁ inserui om MaP | ἐπῃνημένος Gasda 5 ἀθῷος MaP | κατηγορήσοντος scripsi κατηγορήσαν- τος MaP 9 παρειληφότι scripsi προειληφότι MaP 12 τἀς μὲν inserui om MaP | τας P 13 μήτε (1) scripsi μὴ δὲ MaP)[*](14 οὐδ’ ἑτέρας Ma 15 ἡ(??)ῆσθαι Ma | καὶ cancellavi ἐμοὶ καὶ olim scripsi κἀμοὶ Hertlein ἐμοὶ καὶ olim scripsi 16 οὐχ Ma 22 ἀπέφυγέ τις scripsi ἀπέφυγε τίς MaP ἀπέφυγε τίς; Heine | οὐδ’ scripsi οὐκ MaP 24 τὰ Ρ)
168

38. Εἰ δέ γε τῶν ἐξαιρέτων καὶ ἃ πρὸς ἄλλους οὐκ ἔστι κοινὰ τὰς δωρεὰς εἶναί φησιν, ἡ τούτου μὲν ἀπραγ- [*](H. IX 42) μοσύνη τοῖς πλείοσιν ὑπάρχει καὶ πᾶσιν | ὀλίγου δεῖν, τὸ δ’ ἐμὸν καλὸν οὐκ οἶδα ὅτῳ πλὴν ἐμοῦ.