Declamatio 16
Libanius
Libanius, Declamatio 16, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
καὶ τοὺς κατηγόρους μὲν ἐτιμωρήσασθε ὡς συκοφάντας, ὧν τοῖς μὲν χρημάτων προσετιμήσατε, τοὺς δὲ καὶ ἀτίμους ἀπεπέμψατε· ὧν δὲ τοῖς ἡττη- θεῖσιν αἱ ζημίαι γεγόνασι καθ’ ἑκάστην κρίσιν, οὐδὲ τὸ κέρδος εἰς δόξαν τῷ πάσας νενικηκότι; οὐ γὰρ οὐδ’ ἐκείνοις ἤρκεσε τῆς νίκης ἀποτυχεῖν, ἀλλὰ καὶ προσεζημιώθησαν, οὐδὲ ἐμοὶ τὸ τὰς δέκας ἀποφυγεῖν, εἰ μὴ καὶ γέρας ἀντίρροπον οἶς ἡττηθεὶς ἂν ἔπαθον λήψομαι. ὥσπερ γὰρ τῶν ἁμαρτανομένων αἶ ζημίαι, <οὕτω> καὶ κατορθουμένων εἰσὶν αἱ τιμαί.
εἰ δὲ μὲν ὡς οὐκ ἔδει πεπολιτεῦσθαι κριθεῖσι τὰς ἐσχάτας τιμωρίας ἐπιθήσετε, τῷ δὲ καλῶς τὰ κοινὰ πράττειν ἐγνωσμένῳ μόνον ἐν χάριτος μέρει τὸ μὴ κολασθῆναι δώσετε, ἧς ἀξιοῖ με Κέφαλος δωρεᾶς, ὁρᾶτε μή ποτε ἔρημον τὸ βῆμα τῶν ἐθελόντων ἃ χρὴ λέγειν ἀποδεί- ξητε· ὅ δ’ οὐκ ἔστιν, ἄν τις μὴ τῆς ἐπιτιμίας ἀδίκως [*](6 cf. ad p. 116, 16 14 Plat. Gorg. p. 516 D. Isocr. p. 9 b) [*](1 λέγειν inserui e Ma om Ρ 2 ἀπατήσας scripsi ἀπα- τηθεὶς MaP ἀπάτης Cobet 5 ἀλοῦς scripsi ἥλων MaP) [*](7 οὐχ Ma | τιμηθήσομαι scripsi τιμήσομαι MaP 9 τοῖς scripsi τὸν Ma τῶν Ρ 10 τοὺς Ρ | ὧς Gasda at cf. 1. 16) [*](11 καθεκάστην Ρ 12 οὐ cscripsi e Ma οὐδὲ Ρ 17 οὕτω inserui om MaP 22 ἐθελόντων scripsi ἐλευθέρων MaP | ἀποδείξητε scripsi ἀποδείξετε MaP 23 ὃ scripsi τό MaP | ἔστιν, ἂν scripsi e Ma ἔστι κἂν Ρ)
εἰ μὲν οὖν οὗτος αὐτὸς περὶ ἀρετῆς κεκριμένος καὶ ψῆφον εἰληφὼς ὧς φιλόπολις καὶ δικαιότατος ἀν- θρώπων καὶ σωφροσύνῃ διαφέρων ἐκάκιζέ μου τὰς ἀφέσεις ὧς ἀποφυγὰς ὀνειδίζων, εἰκότως ἀμείνων ἂν ἔφασκεν εἶναι τοῦ μὴ πονηροῦ κριθέντος, ἀγαθὸς γνωσθεὶς δηλαδή· εἰ δ’ ἐγὼ μὲν <μεγάλας> εὐθύνας ὑπέσχηκα τῶν βεβιωμένων, οὗτος δὲ οὐδὲ μικράν, ἐμοὶ μέν, εἰ μηδὲν ἄλλο, τό γε μηδὲν ἠδικηκέναι δέδοται· σὺ δ᾿ οὐχ ὅπως ἀγαθὸς ὤν, ἀλλ’ οὐδ’ ὡς οὐκ εἶ πο- νηρὸς ἔγνωσαι. τί οὖν τὰ σοφά σοι ταῦτα· οὐ κέκρι- σαι δίκαιος, ὅτι μὴ κλέπτης, οὐδ’ ὅτι μὴ παρα- νομεῖς, ἔννομος; σὺ δὲ οὐδὲ τὴν τοῦ μὴ | παρα- [*](H. IX 38) νομῆσαι ψῆφον εἴληφας οὐδὲ ἄλλο τῶν ἀδίκων οὐδὲν ἀφεῖσαι μὴ πεποιηκέναι. εἰ δὲ καὶ τοῦ κριθῆναι σαφῶς ἀγαθὸν τὸ μὴ πονηρὸν ἡττᾶται, τοῦ γε μὴ κάκιστον ἐγνῶσθαι τὸ μηδ’ ἀγαθὸν δόξαι πόσῳ σεμνότερόν ἐστιν;
27. Ὁ δὲ καὶ ὠνείδιζέ μοι τὸ πλῆθος τῶν ἐγκλη- μάτων. τοῦτο γὰρ λοιπὸν ἦν καὶ Κεφάλου πειραθῆναί με κατηγοροῦντος. οὗτος δὲ μᾶλλόν ἐστι τῶν ἡττημέ- [*](2 cf. ad p. 141,3 8 Plat. Phaed. p. 107 C 14 p. 121,2) [*](3 ἱκανὸν — δωρεᾶς inserui e Ma om Ρ 7 σωφροσύνῃ scripsi δικαιοσύνη MaP 8 ἀποφυγὰς ὀνειδίζων scripsi ὀνειδίζων ἀποφυγάς MaP 10 μεγάλας inserui om MaP 12 μηδὲν scripsi e Ma μὴ δ’ Ρ | τό γε scripsi τό. τε MaP) [*](13 ὧς οὐκ εἷ scripsi ὡσεὶ MaP 15 κλέπτεις Ma cf. p. 121, 3 20 μὴ δ’ MaP 23 καὶ delendum censet Hert- linus 24 ἡττημένων scripsi ἡττωμένων MaP)
οὐκ- οῦν οὐ τὸ κριθῆναι πολλάκις ὄνειδος, ἀλλὰ τὸ μηδ’ ἅπαξ ἐν ἀγῶσιν ἁλῶναι τοσούτοις ἔπαινος, καὶ τὰ πρὸ τῆς κρίσεως αἰσχρὰ τῶν ὀνομάτων, κλοπὴ καὶ δωρο- δοκία καὶ τὰ τοιαῦτα, τῷ μηδενὶ τούτων ἐνόχῳ φα- νέντι πρὸς εὐφημίαν περιίσταται, καὶ συμβαίνει τοὺς κατηγόρους ἐπαινέτας ἀναφαίνεσθαι καὶ μὴ βουλομέ- νους ὧν κατηγόρησαν <μέν> ἐξελέγξαι δὲ οὐχ οἶοί ἐγένοντο. αὐτοὶ γὰρ ἐπέδειξαν ἀγαθοὺς <οὓς> ἠδυνήθησαν θέλοντες ἐλέγξαι πονηρούς. καὶ οἷς οὐδὲ ψευδομαρτυριῶν ἄν τις ἐπισκῆψαι δύναιτο, τούτοις ἄκοντες οἱ ἐχθροὶ ἀρετὴν μαρτυροῦσι. καὶ παράπαν [*](1 Dem. p. 152, 6 | Dem. cor. p. 230, 6 21 cf. ad p. 156, 1 22 cf. p. 138, 8) [*](1 ὧς scripsi ὥστε MaP | οὔτοι olim scripsi | οὐκ οὔσας scripsi e Ma cum Spengelio et Cobeto ἀκούσας Ρ δοκούσας olim conieci 3 οὑτοσὶ scripsi e Ma οὗτος Ρ | μου scripsi e Ma μοι Ρ 4 ἐλάττον Ma 5 εἷναι om Ma 6 δὲ Ma | μᾶλλον om Πα 9 γίνεται Ρ 10 ἀναστρέφει scripsi e Ma cum Cobeto ἀνατρέφει Ρ 12 μὴ δ’ MaP 13 τοσούτοις scripsi τοσοῦτος MaP 18 μέν inserui auctore Cobeto om MaP 19 οὓς inserui ante οὐκ cum Hertlino et Cobeto om MaP 22 μαρτυροῦσιν ἀρετὴν Ma)