Declamatio 16

Libanius

Libanius, Declamatio 16, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

XVI.
[*](H. IX 29)

πολλῶν ἀγώνων μοι παρ’ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, γεγενημένων ἐν ἅπασι μετὰ τοῦ δικαίου νενικηκὼς πολλὰς ἐλπίδας ἔχω καὶ τήμερον διὰ τοὺς θεοὺς ὁμοίου πειράσεσθαι τοῦ δικαστηρίου καὶ περι- έσεσθαι τοῦ πάντας μὲν ἐνοχλοῦντος τοὺς εὐδοκιμοῦν- τας φθόνου, μάλιστα δέ, ὅτι καὶ μέγιστα δοκῶ κατορ- θοῦν, ἐμέ. ὑφ’ οὗ καὶ Κέφαλος οὗτος προαχθείς, οὐ γὰρ οὕτως ἐστὶν εὐήθης ὥστε παρ’ οἷς οὐδ’ ὁποίας ἐστὶν ἔγνωσται γῆς ὡς ἄριστος οἴεσθαι τεύξεσθαι δωρεᾶς, βασκαίνων δὲ τῆς τιμῆς ἐφέστηκέ μοι τελευ- ταῖος, ἐπεὶ μηδεμίαν αἰτίαν ἔχει λοιπήν, τῆς δωρεᾶς συκοφάντης.

[*](9 Schol. ad Aesch. Ctes. § 194. cf. p. 110. Herm. XII 222)[*](1 Εἰς τὸ ἐναντίον Ἀριστοφῶν scripsi λιβανίου: (rubr.) (om Ma) Καλοῦ βίου γέρας εἷναι, καὶ (om Ma) ἀμφισβητοῦσι πρὸς ἀλλήλους κέφαλος καὶ ἀριστοφῶν MaP cf. p. 115, 1 2 Πολλῶν — 13 συκοφάντης citat Io. Doxap ad Hermog. de inv. Ι 1 p. 68,5 W (Cramer Anecd. Ox. t. IV p. 161 cf. supra p. 112) 4 ἔχων Doxap)[*](5 πειράσασθαι Doxap 6 τοῦ πάντας μὲν] μὲν τοῦ πάν- τας μὲν Doxap | ἐνοχλοῦντας Ρ 7 φθόνου om Ma | δέ om Doxap | ὅτι scripsi ὅσω Ρ Doxap om Ma 8 φθόνου post οὖ Doxap | οὑτοσὶ Hertlein | ὁρμηθεὶς Doxap 9 ἐστὶν] ἂν Ρ sed νυν suprascr m 2 10 ἄριστος Ma sed ἴ’ in ras m 2 | τεύ- ξεται Doxap 11 τὲ Doxap | τελευταῖον olim conieci 12 ἐπειδὴ Doxap | μηδεμίαν αἰτίαν ἔχει λοιπήν scripsi auctore Hertlino μηδεμιᾶς δὲ μιᾶς Doxap) αἰτίας ἔχει λοιπῆς MaP Doxap)
147

2. Ἐν μὲν οὖν τοῖς προτέροις ἀγῶσιν, ὦ ἄνδρες Ἀθηναῖοι, μέρος ἕκαστον ἐξητάσθη τῶν ἐμοὶ βεβιωμέ- νων καὶ πανταχοῦ δόξας ἀγαθὸς σὺν ἐπαίνῳ παρε- πεμπόμην ἐκ τῶν δικαστηρίων· τήμερον δὲ τοῦ παντὸς ἐξέτασιν διδοὺς ἀξιῶ φυλάξαι μὲν ὑμᾶς τὴν ὑμετέραν ψῆφον, ἢν ὧς περὶ καλοῦ κἀγαθοῦ πολλάκις ἠνέγκατε, μὴ περιβαλεῖν δέ με οἵᾳ μηδ’ ἂν ἁλόντα τιμωρίᾳ νενικηκότα, εἰ κριθήσομαι χείρων τοῦ μηδὲ κριθέντος ὅπως ζῇ καὶ πεπολίτευται.

3. Ὅτι μὲν οὖν <οὐκ> ἄκριτος οὐδ’ ἀνεξέταστος οὐδεὶς ἂν εὕροιτο τιμὴν οὐδεμίαν, ἔργῳ μαρτυρεῖ Κέφαλος αὐτός, ἥκει γοῦν εἰς τὴν περὶ αὑτοῦ κρίσιν, θαυμαστὸν δὲ ὅπως τοὺς ἐν τοῖς δικαστηρίοις ἀγῶνας ἐν δικαστηρίῳ λοιδορεῖ καὶ δεῖται μὲν τῆς ὑμετέρας ψήφου νῦν, ὧς μόνην οὖσαν ἀρετῆς βεβαίωσιν, τῷ δὲ πολλὰς ἔχοντι μηδεμιᾶς τυχὼν ἀνταγωνίζεται. οὐκ αἰτιῶμαι δὲ Κέφαλον τῆς ἀντιλογίας, μικροῦ δὲ καὶ χάριν ἔχω, διότι μοι παρέσχηκε μηδὲ τὴν δωρεὰν ἀκρίτως μηδὲ ὡς ἐξ αὐτομάτου τύχης, ἀλλὰ καὶ τοῦτο δι’ ἀγῶνος λαβεῖν.

τούτου μὲν <οὖν> ἠκούσατε φορτικῶς αὑτὸν ἐγκωμιάζοντος, ὃ κἂν ἑτέρου λέγοντος ἠρυθρίασέ τις | ὅτῳ γέ τι χρηστὸν ὄντως πρόσεστιν· [*](H. IX 30) [*](3 Luc. somn. 15 14 cf. p. 116,3 sq. 20 cf. p. 118, 1 sq; 143, 7 sq.) [*](1 ἐν in ras Ma 2 | προτέροις scripsi auctore Hertlino πρώ- τοις MaP 3 ἀπεπεμπόμην olim scripsi 5 ὑστέραν Ρ 7 μὴ δ’ MaP 8 μὴ δὲ MaP 9 πεπολίτευται Ma sed τᾶι in ras m 2 10 οὐκ inserui auctore Gasda om MaP 11 μη- δεμίαν Ma 12 αὐτοῦ scripsi coll p. 153, 12 τούτου MaP 15 καὶ ante βεβαίωσιν Ma 17 καὶ om Ma 18 et 19 μὴ δὲ MaP 19 ἀκρίτῳ olim conieci cum Hertlino coll Dem. or. XVII § 3 p. 212,22 | ταύτην olim scripsi at cf. p. 121,6 20 οὖν inserui auctore Gasda om MaP)

148
ἐγὼ δὲ οὐκ ἐμαυτῷ μάρτυρι χρήσομαι τῆς ἐμῆς ἀρετῆς, οὐδὲ γὰρ οἱ νόμοι αὑτῷ μαρτυρεῖν δεδώκασιν, ἀλλ’ ὑμῖν ἅπασι καὶ τοῖς ἄλλοις Ἀθηναίοις, ὧν οὐκ ἔστιν ὅστις οὐκ ἐψηφίσατο χρηστὸν εἶναι πολίτην ἐμέ. καὶ τούτῳ μὲν οὐδεὶς πάρεστιν οὐδ’ ἀνώμοτος μάρτυς, ἐμοὶ δὲ πολλοὶ πολλάκις ἔνορκοι δικασταί.

εἰ μὲν οὖν τὸ μὴ κεκρίσθαι ποτὲ δωρεᾶς ἄξιόν ἐστι, πολλοὶ καὶ τῶν ἰδιωτῶν ἀντιποιήσονται τοῦ γέρως, οὓς οὐδ’ ἴσασιν οἱ συκοφάνται· εἰ δὲ τοῖς μὲν τὸ καθ’ ἑαυτοὺς ἀσφαλὲς ᾑρημένοις ἱκανὸν τὸ τῆς ἀπραγμοσύνης ἀκίν- δυνόν ἐστι γέρας, ἀξιοῖ δὲ καὶ] Κέφαλος ὡς ῥήτωρ καὶ τὰ κοινὰ πράττων διὰ βίου, ταῦτα γὰρ ἠκούετε αὐτοῦ σεμνολογουμένου, ι τὴν δωρεὰν ἐνέγκασθαι, μὲν ἀπράγμονα οὐδὲ αὐτός, ὧς ἔοικεν, ι ἐπαινεῖ οὐδ’ εἴλετο, λανθάνει δ’ ὅσῳ τῶν ἰδιωτῶν αὑτὸν ἀποφαίνει δοκιμώτερον, εἰ καὶ κατὰ μικρὸν τῶν ἐν τῇ πολιτείᾳ κινδύνων ἥψατο, τοσοῦτον αὑτοῦ <προτιμῶν> τὸν> πολιτευόμενον οὐδὲ παυσάμενον, ἀλλ’ μενον ἐν τοῖς μεγίστοις ἀγῶσιν.

6. Ἒστι μὲν οὖν καὶ κατὰ τοῦτον οὐκ ἀπραγμο- σύνης, ἀλλὰ πολιτείας ἡ κρίσις, οἶμαι δὲ θαυμάζειν ἐνίους, τί δή ποτε τῆς αὐτῆς πόλεως προεστηκότες, ὁ [*](2 Dem. p. 1131, 20 10 Dem. p. 295, 16 | Simon. fr. 66 Β4) [*](12 cf. p. 118,15; 125, 19 sq.; 143, 13 sq.) [*](2 αὐτῷ Ma 5 (??)νώμοτος Ρ ἀν(??)μα(??)τος sed ὁ supra ἃκ m 2 9 εἰ in ras Ma 2 ἑ ex ὁ corr) | τὸ om Ma 10 εἰρημέ- νοις Ρ 11 ἐστὶ scripsi cum Gasda εἷναι MaP quod delen- dum censet Hertlinus | καὶ cancellavi 16 καὶ] δὲ Ma | κατα- μικρὸν Ρ 17 τοσοῦτον Ρ sed in τοσούτω corr m 2 | ἀυ Ma αὐτοῦ Ρ sed in τὸν αὐτοῦ corr m 2 | προτιμῶν τὸν inserui om MaP | πολιτευόμενον scripsi coll p. 118,16; 136,6 παλίντονον MaP olim διατεινάμενον scripsi 22 ὁ ex εἰ corr Ma2)

149
μὲν οὐδέπω καὶ τήμερον εἰς κίνδυνον ἐλήλυθεν οὐ- δένα, ἐμοὶ δὲ ἄλλοτε ἅλιος ἐφέστηκε κατήγορος. ὅσον δὲ τὸ μέσον τῆς τύχης, τούτου δὴ καὶ πρώτου τὴν αἰτίαν ὑμῖν συστήσω ἥτις ἐστὶ σαφῶς, ἔνα μὴ ὅτι βελτίω, ἀλλὰ μῆρε εὐτυχέστερον ἐμοῦ τοῦτον ἡγήσησθε.

7. Ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρα ἂν καὶ αὐτὸς ἠγάμην ἂν αὐτὸν ἀρετῆς μὲν οὐδεμιᾶς, εὐτυχίας δὲ θαυμαστῆς, εἰ τὰ αὐτὰ πράττων ἐμοὶ καὶ συντόνως ὁμοίως ἐχόμενος τῆς πολιτείας ἐμοῦ κεκριμένου πολ- λάκις οὐδενὸς τετυχήκει κατηγόρου· νῦν δὲ οὔθ’ οὗτος, ὧσπερ ἀλαζονεύεται, τῷ καθαρῶς καὶ ἀναιτίως πράττειν τὰ πολιτικὰ ταύτῃ διαπέφευγε τοὺς συκοφάντας, οϊ καὶ πάντων ἥδιστα τοὺς ἀθῴους καὶ οἷς οὐδ’ ὁτιοῦν ὕπεστιν ἔγκλμα, τούτους διώκουσιν, οὔτ’ αὐτὸς ὑπο- νοίας | ἀδίκου γινόμενος ἐγγύς, ὧς οὗτος διέβαλλέ [*](H. IX 31) με, πολλοὺς ἀντιδίκους ἐπισπῶμαι. πόθεν; οὐ γὰρ ἂν ἐν πᾶσιν ἀπεδεικνύμην τοῖς ἀγῶσι καθαρεύων παντὸς αἰσχροῦ.

τίς οὖν ἡ τοσαύτη διαφορά; τὴν μὲν ἄχρι τοῦ βήματος ὁδὸν κοινὴν ἄμφω πεπορεύμεθα, τὴν δὲ διὰ τῶν πραγμάτων ἄλλην ἄλλος τέτραπται. Κέφαλος μὲν ἀφοσιούμενος τὴν πολιτείαν ἄχρι τοῦ ῥήτωρ εἶναι δοκεῖν, εἰ μέν τι μέγα καὶ ἀτέκμαρτον ἔχον τοῦ τέλους [*](11 cf. p. 125, 21 sq. 15 cf. p. 120,11; 130, 4 sq.; 141,10) [*](19 cf. p. 118, 18) [*](3 πρῶτον olim conieci at cf. p. 151,17 5 μὴ δὲ Ma Ρ 7 ἠγάμην scripsi auctore Cobeto ἡγοίμην MaP 10 τετυχήκει scripsi τετχηκε MaP 11 τῷ — 12 πολι- τικὰ delenda censet Gasda 13 ἀθῴους MaP 14 ἔνεστιν Ma 15 γενόμενος olim scripsi 16 et 18 signa interro- gationis posui colon MaP 17 καθαρεύων scripsi cum Hertlino coll p. 169, 9 καθαρεύειν MaP 22 ἔχων p ἔχει Hertlein | τὴν κρίσιν τοῦ τέλους Ma)

150
τὴν κρίσιν καὶ περὶ οὗ δεῖ τὸν ῥήτορα ἐγγυητὴν γε- νέσθαι τῆς τύχης, καὶ τὸ τοῦ μέλλοντος ἄδηλον, <πρὸς> ταῦτα μέν, ὧς οὐδ’ ἂν εἶς τῶν ἰδιωτῶν, οὗτος ὑμῖν ἄφωνος κάθηται· ὅταν δὲ ἱερῶν πέρι χρηματίζηται καὶ περὶ τοῦ τὰς ὁδοὺς ἐπισκευάσαι· καὶ κονιᾶν τὰς ἐπάλξεις, τὰ πάρεργα καὶ μικρά, ῥήτωρ πρῶτος ὑπα- κούει τῷ κήρυκι. ζητεῖ γὰρ λόγους, οὐχ οἱ δημοσίᾳ τι λαμπρὸν καὶ μέγα παρασκευάσουσιν, ἀλλὰ τοὺς ἀκιν- δύνους ἑαυτῷ.