Declamatio 15
Libanius
Libanius, Declamatio 15, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
Σωκράτης δὲ παρώξυνε καὶ μηδὲν ἀδικῶν τοὺς δικαστάς, ὅτι τῆς ἐν πρυτανείῳ σιτήσεως ἑαυτῷ καταπαίζων ἐτιμήσατο. καὶ οὐκ ἀπεικάσαι Σωκράτει βουλόμενος αὐτὸν εἶπον, πόθεν; ἀλλὰ τὴν αὐθάδειαν ὀργῆς ἀξίαν δεικνύς, ἐπεὶ τίς οὐκ <ἂν> εὔξαιτο φάντῃ περιπεσεῖν, εἰ τὴν τοῦ κατηγόρου κακίαν οἰκείαν ἀρετὴν θήσεται; τί δὲ κωλύσει καὶ τοὺς ἀνδραποδιστὰς ἀπαχθέντας καὶ τοὺς ἱεροσύλους, ἢν ἀφεθῶσιν, εἰς τὸ πρυτανεῖον καλεῖν ἐκ τοῦ δεσμωτηρίου;
πᾶσι γὰρ ὁδοποιεῖ καὶ νόμον καινὸν τίθησιν ἄξιον καὶ τοῦτον γραφῆς παρὰ μίαν ψῆφον ἀποθνήσκειν ἢ στεφανοῦ- σθαι τοὺς κριθέντας. καὶ ποῦ τοιοῦτός ἐστι νόμος; ἐν Ι Λοκροῖς ἐν βρόχῳ νομοθετοῦσιν οἱ ῥήτορες. καί- [*](H. IX 53) περ ἐνὸν τῷ μεγέθει τοῦ δέους ἀντίρροπον εἶναι τὴν ἐὰν κρατήσῃ χάριν, οἱ δὲ τοῖς ἐξελκύσασιν ἐκ τοῦ κιν- δύνου τὴν κεφαλὴν οὐ περιάπτουσι στέφανον μετὰ τὸν βρόχον, στέργει δὲ ὅτι ζῶν ἄπεισι. καὶ οἶ παρ’ ἡμῖν [*](2 Luc. dial. mar. 14, 1 9 Plat. apol. p. 37 A. Dinarch. or. I ξ 1 p. 90,1 17 Dem. p. 688,26 19 Polyb. XII 16,10sq.) [*](1 ἠγάπας Ρ 3 <ἀνθ᾿> ὧν? Ι ἐφ’ scripsi ἐν 4 καταυθαδιάζῃ olim conieci coll Lobeckio Phryn. 67 5 δ’ ἐμοὶ olim scripsi 6 με] μου Ma 11 num δεικνύειν? | ἂν inserui om MaP 13 κωλύσει scripsi κωλύει MaP Ι ἀνδρα- ποδιστὰς Ma sed ἴ’ in ras m 2 16 ὀδοπ(??)ει Ρ 20 ἐνὸν scripsi ἐνῆν MaP ἐχρῆν coni Spengel 23 ὅστις coni Hert- linus)
15. Ἀγνοεῖς, ὦ σύμβουλε τοῦ δήμου, ὅτι καὶ μικρὸν αἰδοῦς μετέχοντι αἱρετώτερον μίαν ἐνθάδε ἁλῶναι δί- κην ἢ πολλὰς ἐκφυγεῖν, καὶ καταδικασθῆναι διὰ μικρὰ τοῦ περὶ τηλικούτων ὑπονοηθῆναι; σὺ μὲν ταῖς καθ’ ἡμέραν Καδμείαις νίκαις γαυριᾷς, ἐγὼ δὲ καὶ] προσκυνῶ τὴν Ἀδράστειαν· ἀντίθες γὰρ δὴ τὸν ἐμὸν τὸν ἀνεξέταστον βίον. οὐ μεῖζον, οὐ μικρότερον ἔσχον ἔγκλημα. ἀρετῆς δὲ αὐτὸ τὸ μὴ κριθῆναι κρίσις, τὸ καθαρεύειν ψόγου, τὸ μηδ’ ἐγγὺς ὑπονοίας ἀδίκου γενέσθαι ποτὲ καὶ ταῦτα στρεφόμενον ἐν τοῖς πολι- [*](2 cf. Meier-Schoemann-Lipsius Att. Process p. 948 8 Dem. p. 1032, 1 16 cf. ad t. III 114,5 17 cf. ad t. I 158, 5 18 Plat. apol. p. 38 A) [*](3 ἐπωβελίαν scripsi ἐπωβελία MaP Ι μηδὲ scripsi μήτε ΜαΡ μή τις coni Hertlinus 4 τῶν ψήφων post μέρος olim inserui at cf. p. 129, 12 | ὦφλον scripsi auctore Cobeto ὤφελον MaP 9 ἔχη Ρ | ἐν inserui om MaP 10 ἡτισοῦν Ma sed ἡ in ras m 2 | σὲ scripsi σοὶ MaP 12 καὶ om Ma 15 τοῦ] ἢ? at cf. p. 142, 2 Ι διανοηθῆναι Ma | sigrium interro- gationis posui colon MaP | μὲν scripsi δὲ MaP 16 καθη- μέραν Ρ | καὶ cancellavi 17 ἀντίθες scripsi ut p. 139,1 ἀντιθεὶς MaP 18 punctum posui, comma Ρ om Ma 19 κρίσεις Ρ 20 μὴ δ’ MaP)
μάλιστα μὲν γὰρ οὐδὲ τῶν ἰδιωτῶν οὐδεὶς ἀδοκίμαστος, οὐδ’ ἂν μὴ κριθῇ, πολλοὶ δὲ καὶ τοὺς λανθάνοντας ἀνερευνῶσιν, εἰ καὶ μὴ λάβοιεν ἐν ἐκκλησίᾳ, τἄλλα διαιτήματα ἀκριβῶς φυλάττοντες, πό- θὲν ἑκάστῳ βίος, τίσι συζῇ, μετὰ τίνων βαδίζει. μέγα δικαστήριον ἡ πόλις πᾶσι τῶν καθ’ ἡμέραν ἐπιτηδευ- μάτων. ὅταν δὲ καὶ τὰ δημόσια πράττων τις ἀνέγκλη- τος καὶ ἄληπτος ᾖ, μείζονα βάσανον ταύτης ἀναμενεῖτε; καὶ εἰ μὲν ἔτος τουτὶ δεύτερον ἢ τρίτον, ἀφ’ οὗ προσ- ελήλυθα τῷ βήματι, οὐκ ἀξιόπιστος ὁ χρόνος οὗτος οὐδὲ βεβαιωτής· εἰ | δὲ ἀφ’ ἧς ἡμέρας ἐδοκιμάσθην εἰς [*](H. IX 54) ἄνδρας ἐμαυτὸν ἀνέθηκα τῷ δήμῳ φέρων καὶ διῴκηκα μὲν οὐδὲν ὅ τι οὐκ εὖ, κατηγόρημαι δ’ οὐδὲν ὑπ’ οὐδενός, καίτοι κἀμοί τινές εἰσιν ἐχθροί, ἥττους μὲν ἢ τούτῳ τῷ φιλαπεχθήμονι, εἰσὶ δ’ ὅμως, οἶ μὲν ἐφ’ οἶς ἐκωλύθησαν ὑπ’ ἐμοῦ λελυπημένοι, οἱ δὲ πρὸ ἐμοῦ τετάχθαι θέλοντες, οἱ δὲ φθονοῦντεςι ἀλλ’ οὐδὲ σκιὰν εὑρίσκουσιν ἐγκλήματος, ἆρά γε ἀδοκίμαστος εἶναί σοι δοκῶ;
οὐκ ἂν ἐφρόνουν μέγα μὴ κριθείς, εἰ τῶν ἰδιωτευόντων τις ἦν, οὐδὲ γὰρ στρατιώτης ἔξω βέλους μείνας οὐ θαυμαστὸν εἰ μὴ τέτρωται· εἰ δ’ ὁμόσε τοῖς δεινοῖς ἰὼν ὑποτιθεὶς τὸν ἴδιον κίνδυνον δήμου θορύβῳ, συκοφάντου φθόνῳ, τύχης καιρῷ ἄτρωτός εἰμι ταῖς διαβολαῖς οὐχ ἧττον ἢ τὸν Αἴαντα [*](11 Isocr. areop. p. 147a; panath. p. 238c 15 cf. p. 128,16. Dem. p. 701, 25 22 Dem. p. 420, 25) [*](3 καὶ scripsi e Ma δὲ Ρ δὴ olim scripsi 6 πᾶσι scripsi auctore Cobeto πᾶσα MaP | καθημέραν Ρ 8 signuni interrogationis posui e Ma colon Ρ 13 ὅτι οὐκ εὖ scripsi ὅτι οὖς γα ὅτι cum lac 5 litt Ρ | κατηγόρημα Ρ 19 signum interrogationis posui e Ma comma Ρ 20 τίς MaP 23 θορύβου Ρ Ι συκοφάντου scripsi ὑφάντου MaP)
ἐγὼ μέν, εἰ τοῦτό σοι δοκεῖ σεμνὸν εἶναι τὸ κεκρίσθαι <πολλάκις, αὐτὸς πολλάκις κεκρίσθαι> λέγω τρόπον οὐχ ὅν δοκοῦντες ἀδικεῖν, ἄπαγε, ἀλλ’ ὅν οἱ χρηστοί. πολλά μου τὰ δικαστήρια. οἱ βουλευταί, ἐν τούτοις νικῶ τοῖς προβουλεύμασιν. ἡ πνύξ, ὅπου πείθω τοὺς ἐκκλησιά- ζοντας. ἐν δὲ τοῖς δικαστηρίοις αὐτοῖς οὐχ εἷλον ἕτε- ροι. τὸ <δὲ> μέγιστον ἐν αὐτοῖς τοῖς πράγμασιν, μήτε πρὸς ἔχθραν μήτε πρὸς χάριν κρίνει τοὺς ῥήτο- [*](1 Schol. Lyc. 455 2 cf. t. V 514,2 sq. 3 cf. p. 158, 9; 159,7; 171,12. Plat. Gorg. p. 516 A | Aesch. Ctes. ’ξ 195 7 cf. p. 153,6 sq. 10 Dem. p. 375,14; 405,26; 536,18 14 Dem. p. 612,21) [*](1 τε Ma 2 ὁ τι scripsi ὅτι MaP 3 σκλοπῆς Ma 5 ἀπαντήσαι scripsi ἀπαντήσοι MaP 8 αἰσχρῷ λόγῳ καὶ κρείττων scripsi αἰσχροῦ καὶ λόγου κρείττων MaP 9 τούτοις Ρ 12 signum interrogationis posui colon Ρ om Ma 14 ἐννόμως olim conieci 15 κεκρίσθαι P Ι πολλάκις, καὶ αὐτὸς πολλάκις κεκρίσθαι inserui cum Cobeto om MaP 18 τούτοι Ρ 19 ἢ ante ἡ Ρ delevi | νύξ Ρ 21 δὲ inserui om MaP)