Declamatio 14

Libanius

Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

9. Ἀλλὰ καινά, φησίν, αἰτεῖς καὶ ὑπερβαίνων ἃ λαβεῖν ἔξεστιν ἃ μὴ δίδωσιν ὁ νόμος ζητεῖς ἔχειν. ἐγὼ δὲ οἶδα μὲν καινὰ ζητῶν, οἶδα δὲ καὶ ἐπὶ καινοῖς τοῦτο ποιῶν. τί οὖν θαυμαστὸν καινὴν λαβόν- τας χάριν καινὴν δοῦναι δωρεάν; ἢ ταῦτα τῶν εἰωθό- τῶν σφαγέα τυράννου παιδὸς ἀναφανῆναι πατέρα; ἔχεις εἰπεῖν μοι παρελθὼν πολλὰ παραδείγματα ταύτης τῆς πράξεως ἀπὸ τῆς Ἑλλάδος ταύτης; ἀλλ’ ἐξ Ἰταλίας. ἀλλ’ ἐκ Σικελίας; ἀλλ’ ἀπὸ Σκυθῶν; ἀλλ’ ἀπὸ Θρᾳ- κῶν; ἀλλ’ ἀπὸ τῆς Ἀσίας;