Declamatio 14
Libanius
Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
36. Δέομαι δὴ καὶ ἀντιβολῶ πρὸς παίδων, πρὸς γυναικῶν, οὕτω μηδεὶς ὑμῖν ἕτερος ἐπισταίη Κριτίας, εἴξατε, συγχωρήσατε. τοῖς μὲν τὰ δεινότατα πεπονθόσιν ἀρκείτω τὸ μηκέτι, τοῖς δὲ οὐ τηλικαῦτα τὸ μὴ δεδοι- κέναι. δότε μοι τὸν κείμενον ἀντὶ στεφάνου, δότε μοι τὸν υἱόν, νῦν γὰρ αὐτὸν οὕτω δύναμαι καλεῖν, ἀντὶ σιτήσεως, δότε μοι τὸν νεκρὸν ἀντὶ εἰκόνος. μισείσθω μὲν Κριτίας, ἐλεείσθω δὲ ὁ πατήρ