Declamatio 14
Libanius
Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
34. Ὅλως δὲ οὐχ ἔνα μὴ Κριτίας ὑβρίζηται, δέομαι, ἀλλ’ ἔνα ἐγὼ μὴ παντάπασιν ἐξενεχθῶ τῶν τοῖς πα- τράσιν ἑστηκότων ὅρων. εἰ μὲν γὰρ ἀξιοῖ μέ τις τῇ βουλῇ προσελθόντα κωνείου τυχόντα ἀποθανεῖν καὶ τοῦτο ἐκείνη ποιήσει, βαδίζειν ἕτοιμος ἐκεῖσε καὶ χρῆσθαι τῷ φαρμάκῳ, πάντως <γὰρ> οἷς βαρὺ τὸ ζῆν ὁ θάνατος· εἰ δ’ οὐκ ἔσθ’ ὅπως ἂν τοῦτο ἀνάσχοισθε, ἐκ | τῶν ἐνόντων μοι βοηθήσατε. τί γάρ με δεήσει [*](RIV 458) ποιεῖν; εἰπάτω τις ἀναστάς. παρακαθῆσθαι τῷ νεκρῷ διαφθειρομένῳ καὶ πάσχοντι πάντα ἃ ποιεῖν ὁ χρόνος πέφυκε;