Declamatio 14

Libanius

Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

29. Εἰσὶ καὶ πατράσι περὶ παίδων κείμενοι νόμοι πολὺ τούτων τῶν γεγραμμένων σεμνότεροι παρ’ αὐτῆς παγέντες τῆς Φύσεως, οἱ βούλονται τοὺς γεγεννηκότας περὶ πλείονος αὑτῶν τὰ τεχθέντα ποιεῖσθαι καὶ πᾶσι τοῖς ὑπὲρ αὐτῶν ἥδεσθαι πόνοις. καὶ τί ἂν λέγοι τις γῆν ὑπὲρ τούτων σπειρομένην καὶ θάλατταν πλεομένην καὶ χρήματα ἀθροιζόμενα καὶ πόνους καὶ ἀγρυπνίας καὶ λόγους καὶ γνώμας; ἀλλ’ ἢν πολέμιοι κρατήσαντες πόλεως αἵρεσιν τοῖς πατράσι διδῶσιν ἢ αὐτοὺς ἀποθνή- σκειν ἢ τοὺς παῖδας ἐφορᾶν, πάντες ἂν εὐθέως ὑπὸ τὰ ξίφη τρέχοιεν. γίγνεται δὲ κἀν ταῖς ἀρρωστίαις ἴσα παρὰ τῶν θεῶν τῶν τοκέων αἰτούντων αὑτοὺς μὲν ἀπελθεῖν, ζῆν δὲ τοὺς ἐξ αὑτῶν.