Declamatio 14
Libanius
Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
τὸ οὖν ἐμὲ ταῦτα εἰδότα καὶ ὅτι γε τούτοις μᾶλλον ἢ τῷ πλήθει φιλοτιμεῖσθε τῶν τροπαίων μὴ τολμῆσαι λόγους ἀξίους τῶν ὑμετέρων ἠθῶν πρὸς ὑμᾶς εἰπεῖν τίνα ἂν εἶχε λό- γον; ἀδικοῦντος γὰρ ἂν ἦν τοῦτό γε τὴν πόλιν τὸ μὴ οἴεσθαι χάριτος οὕτως ἐπιεικοῦς τεύξεσθαι, καὶ ἦσαν ἂν οἲ δικαίως ἐπετίμων, εἰ μὴ ἴσχον ἐλπίδας καὶ νῦν [*](RIV 455) αὐτὸν αὑτῷ τὸν | δῆμον ὅμοιον ἔσεσθαι.