Declamatio 14
Libanius
Libanius, Declamatio 14, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911
οἴχεται τὸ ταῦτα ποιοῦν, τὸ δὲ ἀναίσθητον ἔρριπται αἰσθανόμενον οὐδὲν τῶν ποιου- μένων, κἂν πάνυ πολλοὶ τῶν ὑπ’ αὐτοῦ τι πεπονθό- των ἐνάλλωνται τῷ σώματι καὶ περιέλκωσι καὶ παίωσι. τοῦτο δή με τὸ σῶμα τὸ μηδενὸς αἰσθανόμενον ἕλκει καὶ κάμπτει καὶ πάσχειν τι πρὸς αὑτὸ ποιεῖ καὶ οὐκ ἐᾷ τὸν ἔμπροσθεν ἐκεῖνον εἶναι, οὐδὲ εἰ σφόδρα βου- λοίμην, πείσαιμ’ ἂν ἐμαυτὸν ὧς οὐκ ἐξ ἐμοῦ γεγέννη- ται. ἕως δ’ ἂν τοῦτο μὴ δύνωμαι, πᾶσα ἀνάγκη πά- σχειν τι πρὸς τὸν νεκρόν.