Declamatio 12
Libanius
Libanius, Declamatio 12, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
πάντων ἐλεύθερον τῶν τοιούτων κακῶν τὸ τῶν θηρίων γένος. τὸ δ’ ὑμέτερον θησαυρός, ὡς ἂν εἶποι τις, τῶν χει- ρίστων ἐστί. θεοὺς μὲν γινώσκειν καὶ προσκυνεῖν ὑποκρίνεσθε, ἐπιορκεῖτε δὲ ῥᾷον ἢ φθέγγεσθε. καὶ θυσίας μὲν προσάγετε τοῖς βωμοῖς, ἀνατρέπετε δὲ αὐτοὺς ὀλίγον ὕστερον. τὸν δὲ βίον ἅπαντα τὸν ὑμέ- τερον πολέμων μεστὸν καὶ κακῶν ἐποιήσασθε. ἀρξάμε- νοι δὲ ἀπὸ τῶν αἰσχίστων καταλύετε τὸν βίον ἐν τοῖς δεινοτάτοις ἐπιτηδεύμασι.