Declamatio 12
Libanius
Libanius, Declamatio 12, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
οὐ νέμεσις Σωκράτην οὐδὲ Ἀγάθωνα οὐδὲ Ἀθη- ναίους ἅπαντας ἀμφὶ τοιῷδε μειρακίῳ κόπτεσθαι καὶ πάσχειν κακῶς μετὰ τὸ ἆθλον τῆς κολακείας καὶ τὸν κῶμον τὸν οὐκ ἀγεννῆ. ὑπὲρ Νάρκισσον, ὑπὲρ τὸν Ἀμυκλαῖον ἐκεῖνον ἔφηβον Ἀλκιβιάδης, ὑπὲρ τὸν Ἡρα- κλέους· ἐρώμενον τὴν ὥραν. ἀλλ’ ἐκεῖνοι μὲν | [*](RIV 196) προὔλαβον τοὺς ἐραστὰς τῷ θανάτῳ, ἐγὼ δὲ ἀντιστρό- φου πειρῶμαι τῆς τύχης.