Declamatio 12

Libanius

Libanius, Declamatio 12, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

ἐγὼ δ’ ἐν πᾶσι καὶ πανταχοῦ δεύτερος τυγχάνων ἄχθομαι καὶ παρευδοκιμούμενος οὐ φέρω. οὐ ταῦτά με ἐδίδαξεν ὁ τρόπος, ἐρᾶν, μεθύειν, αὐλητρίδι προσανακεῖσθαι, κω- μάζειν, ἀλλὰ βιάζεται ἡ συμφορά, καὶ ὁ ἔρως ἄγει με πρὸς τὰ χείριστα. καὶ ταὐτὸν πέπονθεν ἡ ψυχὴ τὸν λογισμὸν ἀφαιρεθεῖσα τῶν ἀρμάτων ἐκείνοις ἃ τὸν ἡνίοχον οὐκ ἔχοντα ἀτάκτως φέρεται τῷ δρόμῳ παν- ταχοῦ.