Declamatio 12

Libanius

Libanius, Declamatio 12, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

ἀνάλωτος δὲ πρὸς πάντα μείνας τἀνθρώπινα ἔρωτι δουλεύω μειρακίου, καὶ ὥσπερ ἐν Εὐρίπῳ τὰ τῆς γνώμης ἐκ μεταβολῆς ἀνεστράφη μοι. πάλιν μειδιῶν ὁρῶμαι καὶ διαλεγόμενος ἀνθρώ- ποις καὶ κωμάζων καὶ στεφανούμενος καὶ θεραπεύων Ἀλκιβιάδην καὶ πρὸς τοὺς κόλακας ἁμιλλώμενος τῇ RIV 192 θεραπείᾳ καὶ γέλωτα παρέχων | ἀνθρώποις ἐπ’ ἐμαυτῷ τῶν ἀνθρωπίνων πρότερον ἀπάντων καταγελῶν.