Declamatio 12
Libanius
Libanius, Declamatio 12, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
τί δ’ εὐνοίας | ἔχων πρός με τεκμήριον, τί δὲ φιλίας δίκαιον, τί δέ, ὦ κακὴ κεφαλή, κερδαί- νων περιεῖναι Τίμωνα βούλει; συγγενής εἰμί σοι; ἀδελφός; ἑστιάσεως ἐκοινώνησά σοι; θυσιῶν; πανηγύ- ρεων; οὐκ ἄνθρωπος μὲν ὑπάρχεις, μισάνθρωπος δ’ ἐγώ; μὰ τοὺς θεούς, οὐδ’ εἰ Ἀλκιβιάδης ἀντελαμβά- νετο παρών, ἠνεσχόμην ἂν τὸ πρᾶγμα. προτιμότερα γάρ μοι τοῦ Κλεινίου παιδὸς τὰ τοῦ θανάτου παιδικὰ Φαίνεται.
[*](16 cf. ad p. 548, 6 21 [Plat.] Eryx. p. 393 D)[*](1 μάλιστα coni Gasda | τὸν νόμον DVaMaCl 3 τις e τῆς corr et συκοφάντης inser Cl 2 | τῆς inserui ex HLaD om Β VaMaCl edd 4 πέπονθα Β 6 φησιν ἀτυχήμασιν scripsi ex HLaD ἀτυχήμασί φησιν BVaMaCl edd 11 σιτηρέσιον Va sed σιτήσεως in marg ’ quae eadem del | τινὸς τιμῆς H)[*](14 διακονεῖν scripsi ἧκον οἶς DB VaMaCl edd ἧκα οἶς HLa ἧκεν εἰς coni Mor ἡ διακονία vel eiusmodi quid coni lacobs Lect 97 18 ἑστιάτωρ Va 19 δὲ D 20 εἰ om Η)[*](21 παρὼν inser Va 2 Ma 3 | ἀνεσχόμην Η)33. ’Αλλὰ ποῖον ἀπολώλεκα παῖδα; ἐρωτᾷ πάλιν. τίς μοι τέθνηκε τῶν φιλτάτων; τί μέρος ἠκρωτηρίασμαι τοῦ σώματος; τίς ἐξάγει με τοῦ βίου συμφορά; τίς δὲ πρόφασις τοῦ θανάτου; τὸ δὲ ζυγομαχεῖν σοι νῦν, ὦ κακόδαιμον, καὶ διαλέγε- σθαι, πρὸς θεῶν, οὐ προσαγγελίας καὶ θανάτου ἄξιον εἶναί σοι δοκεῖ; τὸ δὲ εἰς ἄστυ κατ’ ἐλθεῖν ὅλως, τὸ δὲ εἰς ἐκκλησίαν παρελθεῖν ὅλως καὶ τοσούτους ὁρᾶν ἀνθρώπους καὶ τοσούτων ἀνέχεσθαι οὐ μυρίων ἄν μοι πρόφασιν παράσχοι θανάτων; αὐτὸ δὲ τὸ δεῖσθαι προσαγγελίας καὶ τὸ μηδὲ αὐτόν τινα κύριον ἑαυτοῦ τυγχάνειν οὐκ ἀγχόνης ἄξιον τῷ σωφρονοῦντι;