Declamatio 12

Libanius

Libanius, Declamatio 12, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

ὁ δὲ καὶ τοὺς κόλακας ἀντὶ τῶν Σατύρων ἔχει καὶ τὸν αὐλὸν ἐπάγεται πρὸς τὸν θίασον καὶ τὴν σύριγγα τὴν Πανικήν, καὶ γυναῖκες ἀντὶ τῶν Βακχῶν αὐτῷ πρὸς τὴν χορείαν ἀρκοῦσιν, ὁ δὲ εὐδαίμων Σει- ληνὸς ὁ τὸν Διόνυσον πολλάκις ὑπὸ τῷ τρίβωνι πε- ριπτυξάμενος παρακολουθεῖ κωμάζων ὁ σοφὸς Σωκρά- της. πολὺς δὲ καὶ πανταχοῦ τῆς Ἑλλάδος ὁ θεός. καὶ τὸν Ὀλύμπιον δὲ καὶ] οὗτος εὐτυχεῖ πρὸς γένους καὶ πολιτειῶν, ὥσπερ φασὶ πρότερον τὸν θεὸν τὸν μυστι- κὸν βακχεύοντα καὶ δᾳδουχοῦντα καὶ τὰς ἐξ ’Ανακτό- ρου λαμπάδας αἰωροῦντα. ἀλλ’ οὐ θεός, ἀλλ’ ἄνθρω- πος Ἀλκιβιάδης. ἀλλ’ ’Αλκιβιάδης. ἀλλ’ ἐξ Ἱππονίκου καὶ τῆς μεγάλης οἰκίας καὶ Μεγακλέα καὶ Κλεινίαν καὶ τὸ πρὸς μητρὸς Περικλέα καὶ τὴν Δεινομάχην αὐχῶν.

[*](3 sq. cf. t. III 385, 20 sq. 5 Plat. conv. p. 216 D. 221 D 7 cf. decL Alcib. ed. Melanges Graux p. 635, 25 9 cf. p. 551,8; 556,8; 558,14; 562,1 et 14 10 Ar. ran. 340. Her. VIII 65 11 cf. decL Alcib. 1. 1. p. 636, 19. Her. IX 65 13 Isocr. big. c. 10. Dem. Mid. § 144 14 Isocr. big. c. 13)[*](9 Ὁ Περικλῆς γὰρ ὃς ὡς Ma) διὰ τὰ ἔργα ὑπ’ Ἀθηναίων Ὀλύμπιος ἐκλήθη συγγενὴς Ἀλκιβιάδου ἦν Va 3 Ma 2)[*](2 καὶ om CrBVaMaCl | τῶν om D 4 βάκχων HBVa MaCl 7 σοφιστὴς B et γρ in marg Mor 9 καὶ cancellavi I εὐτυχεῖ scripsi δυστυχεῖ libri (etiam Cr) sed in lac 8 litt om Β δυστυχεῖς edd sed δυστυχεῖ scribendum monet Mor Not f V v „ego locum hunc non intelligo“ s Re locus labem contraxit dubito utrum καὶ deleto et δυστυχεῖ in εὐτυχεῖ mutato plane sanata sit 10 κοτίνων? | τὸν(2)] τὸ Η parum certa scrip- tura in Cr | μουσικὸν D parum certa scriptura in Cr 13 ἀλλ’ ἀκμαιονίδης Va sed ἁ ἅλ’ supra ’ἀκ m 3 | ἀλκμεωνίδης La sed αἰ supra ἑ ’ν ἀκμαιωνίδης Πω 1 5 τὸ scripsi ex HLaD parum certa scriptura in Cr τὸν BVaMaCl edd | περικλέους D)
551

29. Τί οὖν; βούλομαι ἀποθανεῖν. ἐρῶ δικαιότερον ἔρωτα πρέποντα | ἐμαυτῷ. τοῦ μὲν γὰρ Κλεινίου [*](RIV 190) παιδὸς διὰ τὴν συμφορὰν ἐρῶ, τοῦ θανάτου δὲ διὰ τὸν τρόπον. εἰ γὰρ καὶ ἱπποτρόφος Ἀλκιβιάδης καὶ τὸν κότινον ταῖς ἱππικαῖς πολλάκις νίκαις ἀναδησάμε- νος καὶ ῥήτωρ ἄριστος καὶ δημαγωγὸς καὶ στρατηγὸς παρευδοκιμῶν ἤδη καὶ τὸν Νικίαν καὶ μείζω Περικλέ- ους ἀξιῶν φρονεῖν καὶ τὸν Ὀλύμπιον δεύτερον ἀπο- φαίνων τῷ μεγέθει τῶν ἐγχειρημάτων καὶ κάλλιστος ὑπὲρ τὸν Νιρέα καὶ τὸν ἐκ Θετταλίας ἐκεῖνον ὅν Ὅμηρος εἰς ὥραν τὰ πρῶτα ἐπαινεῖ, ἀλλ’ ἄνθρωπος Ἀλκιβιάδης, ὦ κακόδαιμον Τίμων, δυσμενὴς ἐκ προσ- ηγορίας. σὺ δ’ ἐξέστηκας καὶ μελαγχολᾷς· δεῖ σοι κωνείου.

καταφεύγω δὴ πρὸς τὸν νόμον ὅς τοῖς βουλομένοις ἀποθνήσκειν δίδωσι ῥᾳστώνην. καὶ τοῖς λίθοις ἤδη βάλλεσθαι ὑφ’ ὑμῶν ἀξιῶ. δυστυχῶ δὲ θανάτου καὶ προσαγγελίας ἄξια καὶ πάντων δικαιότερός <εἰμι> x ἀπολαύειν τούτου τοῦ νόμου ὃν πάντων [*](4 Isocr. big. c. 14. Dem. Mid. ’ξ 145 5 Plut. Alc. 16. Athen. XII p. 034 D. Paus. I 22,6 | Choric. Milt. ’ξ 73 p. 13, 14 6 Isocr. big. c. 16 10 cf. p. 654, 9 11 II. β 674 12 cf. ad p. 637, 19. Dem. p. 72, 1 13 cf. p. 535, 17 16 Auson. id. 15. cf. Picco- lomini 1. 1. p. 60 et supra p. 529 not. 2) [*](1 signum interrogationis post οὖν inserui, post ἀποθανεῖν quod habent edd delevi | ἔρωι· La | voce δικαιότερον des Cr fol 47 r) [*](2 „malim ἔρωτα <ἔρωτα σ μᾶλλον> s πρέποντα ἐμοί“ Re om Η | ἀλλ’ ante ἀλκιβιάδης Β 5 τὸ ταῖς ἱππικαῖς scripsi e VaMa τῆς ἱππικῆς HLaBCl sed in hoc in τοῖς ἱππικοῖς corr, edd | νίκης D et coni lacobs Lect 97 8 φρονεῖν ἀξιῶν D 9 ἐγχειρημάτων reposui e libris ἐπιχειρημάτων edd 11 ὄναρ H | ταπρῶτα VaMa 16 ῥᾳστώνην HJDBVaMaCl edd | τοῖς om DB 16 ὑφ’ scripsi ex HLaDVa ἀφ’ BMaCl edd δυστυχοῦς Η 17 προσαγγελίας Va sed αγγελι in ras et γρ προσαγγελίας in marg m 2 | δικαιότατος Gasda | εἰμι inserui om libri edd 18 ὃν — 552, 1 ὅτι om Β)

552
ὑμῖν μᾶλλον ἐπαινῶ τῶν νόμων, ὅτι τοὺς ἀνθρώπους ἀποθνήσκειν βούλεται.

31. Εἶεν· ἀλλ’ ἀντιλαμβάνεταί τις συκοφάντης τῆς σωτηρίας τῆς ἐμῆς καὶ τί πέπονθας θανάτου ἄξιον ἐρωτᾷ καὶ τὸν νόμον ἐφ’ ἑτέροις κεῖσθαί φησιν ἀτυχή- μασιν. εἶτα οὐκ εἰκότως μισάνθρωπος ἐγενόμην; εἶτ’ οὐ δικαίως ἀποθνήσκειν βούλομαι καὶ τῆς μετ’ ἀν- θρώπων ἀπαλλᾴττεσθαι κοινωνίας; βασκαίνεις ἀποθα- νεῖν βουλομένῳ; φθονεῖς μοι τοῦ θανάτου; μὴ γὰρ στέφανον ἢ δωρεὰν αἰτῶ παρὰ τοῦ δήμου; μὴ γὰρ σιτήσεως ἢ τιμῆς τινος βούλομαι τυχεῖν; σὺ δὲ ἀπό- θνησκε παρελθὼν καὶ συνήγορον ἔξεις Τίμωνα, καὶ τὸ κώνειον εἰ βούλει παρ’ ἐμοῦ λαμβάνειν καὶ δήμιον ἐπιγράφεσθαι Τίμωνα, διακονεῖν ἀντὶ παντὸς ἔσται [*](RIV 191) μοι.

τί δ’ εὐνοίας | ἔχων πρός με τεκμήριον, τί δὲ φιλίας δίκαιον, τί δέ, ὦ κακὴ κεφαλή, κερδαί- νων περιεῖναι Τίμωνα βούλει; συγγενής εἰμί σοι; ἀδελφός; ἑστιάσεως ἐκοινώνησά σοι; θυσιῶν; πανηγύ- ρεων; οὐκ ἄνθρωπος μὲν ὑπάρχεις, μισάνθρωπος δ’ ἐγώ; μὰ τοὺς θεούς, οὐδ’ εἰ Ἀλκιβιάδης ἀντελαμβά- νετο παρών, ἠνεσχόμην ἂν τὸ πρᾶγμα. προτιμότερα γάρ μοι τοῦ Κλεινίου παιδὸς τὰ τοῦ θανάτου παιδικὰ Φαίνεται.

[*](16 cf. ad p. 548, 6 21 [Plat.] Eryx. p. 393 D)[*](1 μάλιστα coni Gasda | τὸν νόμον DVaMaCl 3 τις e τῆς corr et συκοφάντης inser Cl 2 | τῆς inserui ex HLaD om Β VaMaCl edd 4 πέπονθα Β 6 φησιν ἀτυχήμασιν scripsi ex HLaD ἀτυχήμασί φησιν BVaMaCl edd 11 σιτηρέσιον Va sed σιτήσεως in marg ’ quae eadem del | τινὸς τιμῆς H)[*](14 διακονεῖν scripsi ἧκον οἶς DB VaMaCl edd ἧκα οἶς HLa ἧκεν εἰς coni Mor ἡ διακονία vel eiusmodi quid coni lacobs Lect 97 18 ἑστιάτωρ Va 19 δὲ D 20 εἰ om Η)[*](21 παρὼν inser Va 2 Ma 3 | ἀνεσχόμην Η)
553

33. ’Αλλὰ ποῖον ἀπολώλεκα παῖδα; ἐρωτᾷ πάλιν. τίς μοι τέθνηκε τῶν φιλτάτων; τί μέρος ἠκρωτηρίασμαι τοῦ σώματος; τίς ἐξάγει με τοῦ βίου συμφορά; τίς δὲ πρόφασις τοῦ θανάτου; τὸ δὲ ζυγομαχεῖν σοι νῦν, ὦ κακόδαιμον, καὶ διαλέγε- σθαι, πρὸς θεῶν, οὐ προσαγγελίας καὶ θανάτου ἄξιον εἶναί σοι δοκεῖ; τὸ δὲ εἰς ἄστυ κατ’ ἐλθεῖν ὅλως, τὸ δὲ εἰς ἐκκλησίαν παρελθεῖν ὅλως καὶ τοσούτους ὁρᾶν ἀνθρώπους καὶ τοσούτων ἀνέχεσθαι οὐ μυρίων ἄν μοι πρόφασιν παράσχοι θανάτων; αὐτὸ δὲ τὸ δεῖσθαι προσαγγελίας καὶ τὸ μηδὲ αὐτόν τινα κύριον ἑαυτοῦ τυγχάνειν οὐκ ἀγχόνης ἄξιον τῷ σωφρονοῦντι;

ἐπι- λέλησαι δὲ ὧν ἀρτίως ἔλεγον, ὧν ἔναγχος ὠδυρόμην; ἐρωτᾷς τὴν συμφορὰν ἥτις ἐστί; τάξιν ἔλιπον τοῦ βίου γενναίαν καὶ λογισμὸν σώφρονα δι’ ἔρωτα οὐκ ἠδυνήθην φυλάξαι καὶ τὴν μισανθρωπίαν ὥσπερ τινὰ προβεβλημένος ἀσπίδα τοῦ βίου ταύτην ἀφῆκα καὶ παρεχώρησα τῆς νίκης Ἀλκιβιάδῃ. φιλοτιμίας μὲν ἐκρά- τησα καὶ πλούτου κρείττων ἐγενόμην, ὦ θεοί, καὶ δόξης ὑπερεῖδον, κατεφρόνησα δὲ καὶ τῶν παρ’ ὑμῖν ἐπαίνων καὶ τιμῶν. οὐ πανηγύρεων, οὐ πομπῆς τινος, [*](5 cf. t. IV 571,8 R 12 cf. t. III 19, 3. Luc. Tim. § 46 13 Dem. p. 1470, 12. Isocr. paneg. p. 76 b) [*](2 τέθνηκεν Οἶ’ 6 ἄξιον ἄξια Va) καὶ θανάτου DVa 7 ἐλθεῖν Β I τὸ — 8 ὅλως in marg inser Va 2 om BMa 11 καὶ Mor om libri | μὴ δὲ HLaBVaMaCl μὴ δ’ D | ἑαυτόν D 13 ὧν(2) scripsi coU Dem. et Isocr. 11. 11. ὧς libri edd sed „malim ὧν“ Re 14 ἥτις reposui e libris, ut e Par 3017 coni Boissonadius Anecd. IV 06 εἴτις edd sed „malim ἥτις“ Re) [*](17 ἀφῆκα Ma sed α(2) in ras m 3 ἀφῆκεν Οἶ’ 18 παρεχώ- πησα — Ἀλκιβιάδη respicit Plan fol 105 v citans παραχωρῶ σοι τῆς νίκης 19 kd-rivaiOL Cobet Mnem. N. S. III παραχωρῶ crit 283 at cf. 561, 3; p. 552, 20; 553, 6; 556, 12; 559, 8; et alloquitur ὦ πεντακόσιοι p. 537, 10; 559,11. cf. p. 529)

554
οὐκ ἀγῶνος ἡττήθην.

ἀνάλωτος δὲ πρὸς πάντα μείνας τἀνθρώπινα ἔρωτι δουλεύω μειρακίου, καὶ ὥσπερ ἐν Εὐρίπῳ τὰ τῆς γνώμης ἐκ μεταβολῆς ἀνεστράφη μοι. πάλιν μειδιῶν ὁρῶμαι καὶ διαλεγόμενος ἀνθρώ- ποις καὶ κωμάζων καὶ στεφανούμενος καὶ θεραπεύων Ἀλκιβιάδην καὶ πρὸς τοὺς κόλακας ἁμιλλώμενος τῇ RIV 192 θεραπείᾳ καὶ γέλωτα παρέχων | ἀνθρώποις ἐπ’ ἐμαυτῷ τῶν ἀνθρωπίνων πρότερον ἀπάντων καταγελῶν.

ὑπὲρ τὸ μειράκιον τὸ Θετταλὸν τὰ τῆς μεταβολῆς ἐστί μοι, ὃ τὸ Πήλιον καταλιπὸν καὶ τὴν μελίαν ἐπὶ τὴν Σκῦρον ᾔει καὶ τὸν παρθενῶνα καὶ τῇ προσηγο- ρίᾳ καὶ τῷ βλέμματι καὶ τῇ στολῇ πρὸς τὸ θῆλυ τὴν φύσιν ἐξεβιάζετο, ἐγὼ δ’ ἐκ τῆς ἐρημίας ἐπὶ τὴν πόλιν, ἐκ τῆς ἐσχατιᾶς ἐπὶ τὰς Ἀλκιβιάδου θύρας. καὶ κώμοις καὶ μέθαις ἐγκαλινδοῦμαι τὸν μονήρη βίον· ἐκεῖνον ἀποθέμενος, καὶ τἀς χείρους ἀνταλλάττομαι προσηγορίας τῶν φιλτάτων κόλαξ ἀντὶ Τίμωνος ἀκού- ων, ἐραστὴς ἀντὶ μισανθρώπου.

ἐμπομπεύει δ’ [*](3 cf. ad p. 491, 13 9 cf. p. 551, 10 10 Philostr. im. II 3; 17. Themist. or. XXIV p. 308 c 11 cf. t. IV 455, 3 sq. 15 Luc. Tim. § 42 18 hypoth. ad Dem. Lept. p. 456,17. Luc. adv, indoct. § 10. apol. ’ξ 4) [*](1 ἀγώνων HLa 2 καὶ — 4 μοι citat Plan fol 105 v 3 ἀναστρέφει HLaD et γρ in marg Mor ἀντεστράφη Va 6 ἀλκιβιάδη D | ἁμιλλώμενος HVaCl 1 ἐπ’ ἐμαυτῷ non post ἀνθρώποις sed post 8 ἀπάντων Va 8 κατεγέλων BMa sed in hoc γρ καταγελῶν in marg m 3 καταγέλων Οἶ’ 10 ὃ τὸ] ὅτι HBVa Va sed in hoc ἴ’ ex ὁ corr, MaCl | Πήλιον scripsi e La BVaMaCl cum lacobsio Phil 248 et Gasda πύλιον HD edd | καταλιπὼν Va καταλιπῶν La | ὅτε post μελίαν Mor del Re) [*](11 Σκῦρον scripsi e La coll p. 311, 7 et Arcad. p. 69, 7 ed. Barker Σκῦρος ἡ νῆσος σκύρον reliqui libri edd | εἴη B 13 voce ἐξεβιάζετο inc Cr fol 16 v at pleraque abrasa sunt | δὲ D VaMaCl 14 Ἀλκιβιάδου θύρας scripsi e CrHLaDVaMaCl ἀλκιβιάδου χεῖρας Β θύρας Ἀλκιβιάδου edd 18 ἀντὶ La sed τὶ inser s)

555
Ἀλκιβιάδης τῇ ἐμῇ συμφορᾷ καὶ πᾶσιν ἐπιδείκνυται ἀνθρώποις οἶον ἐραστὴν ἐκ τῆς ἐρημίας ἀναστήσας δέσμιον ἔχει παρακολουθοῦντα. καὶ τὸ κεφάλαιον τῶν συμφορῶν, τὸ τῶν ἐραστῶν πλῆθος τὸ μειράκιον ὑπερ- οπτικὸν πρὸς ἡμᾶς ἀπεργάζεται. πάντας γὰρ παντα- χόθεν Ἀλκιβιάδης ἀναδησάμενος τῷ κάλλει, καθάπερ τὴν Δῖός σειράν φησιν ὁ λόγος, μετεώρους ἔχει καὶ βίον οὐκ ἀνθρώπινον ζῆν ἀναγκάζει τοὺς ὑπὸ τῇ τυραννίδι ταύτῃ κατεχομένους. τίς γὰρ Ἱππίας ἢ Πει- σίστρατος, τίς Ἵππαρχος χαλεπὸς οὕτω τοῖς ὑπηκόοις ὡς Ἀλκιβιάδης τοῖς ἐρασταῖς ἡμῖν;

ἴωθεν ἐπὶ τὰς θύρας ἀπαντᾶν δεῖ τὰς προόδους καιροφυλακήσοντας καὶ δορυφορήσοντας τὸ μειράκιον καὶ προσκυνήσοντας, ἂν ὀφθῇ μόνον, ἐκεῖθεν ἕπεσθαι τοῖς νεύμασι καὶ ταῖς ὁρμαῖς ἀκολουθοῦντας εἰς Λύκειον, εἰς Ἀχαδη- μίαν, ἐπὶ τὰς παλαίστρας, πάλιν εἰς ἐκκλησίαν, εἰς βουλευτήριον, ἐπὶ τὸ θέατρον, πανταχοῦ παραγίνεσθαι, ἀγωνιζόμενον ἐπαινεῖν, δημηγοροῦντα θαυμάζειν, ἤδη δὲ καὶ τοὺς προγόνους καὶ τὰ σεμνὰ θρυλεῖν διηγή- [*](6 Luc. lup. trag. § 45 7 II. θ’ 19. Plat. Theaet. p. 153 C. Aristid. t.I p.6,17 Dind.(= t. II p. 343, 3 Keil.) 10 cf. p.44,13sq.) [*](12 Luc. necyom. § 12 | Dem. p. 678,17. Luc. abdic. § 16) [*](3 κεφ(??)α in κεφαλαὶ corr Cl 2 4 ὑπεροπτικὸν πρὸς ἡμᾶς ἀπεργάζεται τὸ μειράκιον Va 5 πάντας — 7 ἔχει citat Plan fol 105 v 8 ἀναγκάζειν Cl | τῇ om Fa 10 ἴπαρχος Οἶ’ sed ’ in ‘ corr m 4 ὕπαρχος Va | οὕτω scripsi e VaMa οὕτως HL BCl om D 12 καιροφυλακήσαντας LaD 13 δορυφορή- σαντας D | προσκυνήσοντας ὢ sed ἡ in ras m 3 προσκυνήσαντας D 15 ἑ ἲς ex ex HLaBVaMaCl ἐς D edd scriptura in ὢ parum certa | λύκιον BVaMaCl | εἰς scripsi e libris sed Bcriptura in θ’ parum certa ἐς edd 17 τὸ ante βουλευτή- ριον D | παραγενέσθαι D 18 δημηγοροῦντα La sed τὰ su- prascr s 19 θρυλεῖν scripsi ex HLa θρυλλεῖν reliqui libri edd cf. ad p. 542, 10)

556
μάτα ἃ κέρδος ἦν σιωπᾶν, τοὺς Ἀλκμαιωνίδας, τὴν τῶν τυράννων κατ’ ἄλυσιν, τὸν μυστικὸν ὁπλίτην τὸν Καλλίαν, τὰς δᾳδουχίας αὐτοῦ, τὸν μετὰ τῶν λαμπά- δων εἰς Μαραθῶνα δρόμον, τὴν ἐν Σαλαμῖνι Κλεινίου ναυμαχίαν ἐπαινεῖν, τὴν Ξανθίππου περὶ Μυκάλην στρατηγίαν θαυμάζειν, τὴν Ἀγαρίστην ἐκπλήττεσθαι, RIV 193 τὴν | Δεινομάχην μακαρίζειν οἷον ἄγαλμα εἰς φῶς ἤγαγε, τὸν Ὀλύμπιον προσκυνεῖν, καὶ οὐκ ἀρκεῖ, τι- μᾶν δὲ ἤδη καὶ Ἀσπασίαν μετὰ Σωκράτους τὴν ἐκ Μιλήτου τὴν ἐξ οἰκήματος ὧς Διοτίμαν ἐπαινεῖν τὴν σοφήν. ταῦτα γὰρ Ἀλκιβιάδης ἀπαιτεῖ παρ’ ἡμῶν καὶ τοιούτοις ἥδεται.

τὰ δὲ ἀπὸ τῆς ἑσπέρας, ἀποτρό- παιοι δαίμονες, τῆς συμφορᾶς. κολάκων μὲν ἐκεῖ πλῆ- θος εἰσρεῖ πανταχόθεν, ἐραστῶν δὲ ἕτερον σύνταγμα ἐπεισέρχεται, αὐλητρίδες, ὀψοποιοί, μαγείρων πλῆθος, οἰνοχόων, πάντα ἐπ’ ἴσης μοίρας καὶ τάξεως μιᾶς, σοφισταί, κόλακες, φιλόσοφοι, μαστροποί, πόρνοι, μισ- άνθρωποι. διαφορὰ δ’ οὐδεμία παρ’ αὐτῷ οὐδ’ ἐξαί- [*](1 Her. VI 121. Isocr. big. c. 10 3 schol. ad Arist. nub. 64 4 Her. VIII 17 5 Diod. Sic. XI 34. Plut. Per. 3 6 Her. VI 131. Plut. Per. 3 9 Plat. Menex. p. 235 E. Luc. imag. ’ξ 17; salt. § 25. Aristid. pro IV viris t. II p. 171, 6 Dind. 10 Plat. conv. p. 201 D. Luc. imag. ’ξ 18; eun. ’ξ 7 15 cf. p. 547,5) [*](5 τὴν ἐξ ἵππου Β | περὶ scripsi ex HLaDCl παρὰ BVa Ma edd scriptura in Cr parnni certa 6 Ἀγαρίστην scripsi Mus. Rhen. XXXII 89 cum Cobeto CoU 283 διαρίστην διαἀ- ρίστην La) libri edd 8 voce τὸν des La fol 101 cuius in margine inferiore λείπει πολλά f reliqua perierunt 9 δὲ ἤδη parum certa in Cr | καὶ ante ἤδη Η 10 ὧς inserui e libris sed scriptura in Cr parum certa om edd | διοτίμην D 11 ταῦτα Va sed τὰ add m 4 | αἰτεῖ HD 16 δ’ ante ἐπ’ D Β edd delevi | ἐπ’ ἴσης scripsi e D ἐπίσης reliqui libri edd | μιᾶς om Ma inser Va 2 17 κόλακες σοφισταί Va 18 οὐδεμία scripsi e Β Par 3017 cum Boissonadio Pachym. 144 οὐδὲ μία CrVaMaCl οὐδ’ ἐμία Η οὐ μία D edd | οὐ δεξαί- ρετός Η)

557
ρετός τις τιμή, πᾶσι δ’ ἴσα ἐρασταῖς καὶ δούλοις ἐπιτάττει. πολὺς δ’ ὁ ζῆλος τοῖς κακοδαίμοσι πρὸς ἑαυτούς· τῷ δεῖνι προσεκολλήθη. μακάριος. ὑπεμειδία- σεν ἑτέρῳ. ζηλωτὸς ἐκεῖνος. προὔπιε τῷ δεῖνι τὸ ἔκ- πωμα. ὅδ’ ἀθάνατος διὰ τὴν τιμήν.

ἐγὼ δ’ ἐν πᾶσι καὶ πανταχοῦ δεύτερος τυγχάνων ἄχθομαι καὶ παρευδοκιμούμενος οὐ φέρω. οὐ ταῦτά με ἐδίδαξεν ὁ τρόπος, ἐρᾶν, μεθύειν, αὐλητρίδι προσανακεῖσθαι, κω- μάζειν, ἀλλὰ βιάζεται ἡ συμφορά, καὶ ὁ ἔρως ἄγει με πρὸς τὰ χείριστα. καὶ ταὐτὸν πέπονθεν ἡ ψυχὴ τὸν λογισμὸν ἀφαιρεθεῖσα τῶν ἀρμάτων ἐκείνοις ἃ τὸν ἡνίοχον οὐκ ἔχοντα ἀτάκτως φέρεται τῷ δρόμῳ παν- ταχοῦ.

εἰς οἵαν ἦλθον ὁ κακοδαίμων μεταβολήν. οἷα ὑπέστην ὁ δυστυχής. κολάκων ἀνέχομαι καὶ συγ- κατακλίνομαι τοῖς ἡταιρηκόσι καὶ αὐλητρίς μοι πρόσ- εισι καὶ ὀρχουμένους θεῶμαι καὶ τῷ Κλεινίου παρα- κολουθῶ | κωμάζοντι καὶ μεθύοντι τῶν νυκτῶν [*](RIV 194) ἀωρὶ καὶ ταῖς ἐπιθυμίαις δουλεύω ταῖς Ἀλκιβιάδου. [*](3 Piat. leg. V p. 728 B 7 cf. p. 551, 7. Luc. Hermot. § 51 10 sq. [Isocr.] Demon. § 32 p. 9a 18 Luc. enc. Dem. § 1. Arist. eccl. 741. Antiph. tetral. A ἁ § 4 p. 115,8; β § 5 p. 117,1; δ’ § 6 ῥ’ 119, 38 ) [*](1 τις inserui e CrHBMaCl Par 3017 cum Boissonadio 1. 1. om DVa edd | δὲ CrH | ἴσα scripsi ὧς libri edd | ἐρασταῖς καὶ δούλοις scripsi e CrHDB δούλοις ἐρασταῖς VaMaCI edd ὧς δούλοις τοῖς ἐρασταῖς coni Re 2 δὲ Va 3 τῷ δεῖνι] προσωδίνει Η προσωδύνει D scriptura in Cr parum certa προσεκλήθη; DVa προσεκ λ ἤθη Ma sed λ in ras m3 et ante et post λ ras 1 litt | ἐπεμειδίασεν Β 4 προὔπιε — ἔκπωμα citat Plan fol 105 v προὔπιεν ἐκεῖνος Plan 7 παρευδοκιμού- μενος Ma sed δο in ras m 3 9 βιάζει με Va 12 δήμω Β) [*](15 πρόσεστι Va sed πρόσεισι in marg m 2)

558
νῦν μὲν εἰς Ἀγάθωνος εἰσέρχεται κωμάσων. αὗθις ἐπικρούει Σωκράτην. πρὸς Καλλίαν ἀφικνεῖται μεθ’ Ἱππονίκου. μεθύει πάλιν.

τὴν φύσιν δ’ οὐδέπω καὶ τήμερον δύναμαι κατιδεῖν τῶν παιδικῶν οὐδὲ τὸν τρόπον. ἐπαινῶ τὸ κάλλος καὶ θαυμάζω τὴν ὥραν, ὁ δὲ ὑπερορᾷ καὶ καταφρονεῖ τῶν ἐγκωμίων τῶν ἐμῶν. τὴν ἀνδρίαν, τοὺς λόγους ἐκπλήττομαι, ὁ δὲ ὑπενόησεν εἰρωνεύεσθαί με. τὴν ἡσυχίαν ἄγω στένων κατ’ ἐμαυ- τόν, ὁ δὲ ἄχθεταί μου τῇ σιωπῇ. τῷ τρόπῳ χρῶμαι καὶ τὸν μισάνθρωπον ὑποκρίνομαι καὶ λοιδορῶν αὐτὸν διαρρήγνυμαι, ὁ δ’ ἐνταῦθα ἐγέλασε. πάλιν σεμνὸς ἐν Λυκείῳ φαίνεται καὶ Πρωταγόρου μᾶλλον καὶ Γοργίου τὰς ὀφρῦς ἀνεσπακώς, αὐθάδης ἐν ἐκκλησίαις καὶ δημηγόρος ὑπὲρ τὸν Ὀλύμπιον, πόρνος ἐν συμποσίοις καὶ κατεαγὼς ἐν ταῖς μέθαις, ἀνδρόγυνος ἐπὶ τῆς ἐσπέρας, ὑπὲρ τὸν Πρωτέα τὴν φύσιν ἀμείβων.

τίς δὴ γένωμαι ἢ τίνα εὕρω τῶν κακῶν μεταβολήν; φεύ- γοντά με τὰς ἑαυτοῦ διατριβὰς μεταδιώκει, ἐγκείμενον [*](1 cf. p. 546, 14. Plat. conv. p. 212 C 11 cf. p. 547, 13 16 cf. t. II 41,14; 312,18) [*](1 εἰσέρχομαι Η scriptura in Cr parum certa | κωμάζων Gasda 2 σωκράτη Β 4 κατιδεῖν τῶν παιδικῶν reposui e CrHDVaMaCl κατιδὼν τῶν παιδικῶν Β τῶν παιδικῶν κατι- δεῖν edd | οὐδὲ τὸν τρόπον Md sed δὲ τὸν τρόπον in ras m3 τὸν τρόπον τῶν τρόπων D 5 τούτου ante τὴν Va 7 ἀνδρείαν DVa Ma 8 punctum post με posui ex HI) om reliqui libri edd I ἄγω — 9 σιωπὴ inserui ex Η om CrDB VaMaCl edd pro emblemate habui Rel. Acad. Berol. 1896, 1333 | ἄγων Η 10 τὸ Va 11 ὃ Ma οὐ H | ἐντεῦθεν D 12 λυκίῳ VaMa ὢ | καὶ(1) om Η | γοργίου Ma sed γορ in ras m 3 11 δὲ Β 18 ἑαυτοῦ scripsi αὐτοῦ Va ἐμαυτοῦ HDBMaCl edd sed πρὸς τἀς ἐμαυτοῦ coni Re | μὰ δία διώκει Va sed μὰ δία in μέτα corr m 3, MaCl | ἀνακείμενον D)

559
δὲ ὁρῶν καὶ ἀπολωλότα εἰρωνευόμενος ἐρωτᾷ· τί δέ, οὐ μισάνθρωπος ἦσθα; τί δέ, οὐκ ἐπὶ τῆς ἐσχα- τιᾶς ᾤκεις; τί δέ, οὐκ ἔβαλλες ταῖς βώλοις προσιόντα με; πῶς οὖν ἑάλως; εἰπέ μοι. ἢ τί δὴ πέπονθας; ἢ τίς σε ἤγαγεν ἐνταυθοῖ; ἆρα ὑποκρίνῃ τὸν ἔρωτα καὶ φιλεῖν Ἀλκιβιάδην προσποιῇ πεπονθὼς οὐδέν;

’Αποπνίγομαι, νὴ τοὺς θεούς, καὶ παραρρήγνυ- μαι τὴν χλεύην οὐ φέρων καὶ τὸν γέλωτα ἐκείνου τὸν πολύν. ἐκκόψατε δὴ τοὺς καταράτους ὀφθαλμούς. ὦ πεντακόσιοι, τοὺς ἐμοὺς τοὺς προδότας τῆς ἐμῆς ἀνδρίας γενομένους. οὗτοι γὰρ πρῶτοι τὸ κακὸν ἐδέ- ξαντο καὶ τὸ κάλλος δι’ αὐτῶν εἰσρυὲν τὸν λογισμὸν τὸν ἐμὸν κατεδουλώσατο.

| πάλαι μὲν δι’ [*](RIV 196) ἔρωτα γυναικὸς καὶ κάλλος τὴν Ἑλλάδα κατὰ τῆς Ἀσίας ὁπλισθῆναι ποιητῶν ἀκούων μῦθον τὸν λόγον ἡγούμην καὶ τὴν ὑπόθεσιν οὐκ ἀξιόχρεων εἶναι τοῦ πολέμου καὶ τῶν ἡρωικῶν κατεγέλων συμφορῶν, εἰ δι’ Ἔρωτα συνέβησαν τοῖς τότε. νυνὶ δὲ τί; πείθομαι τῷ [*](2 cf. p. 535, 12 3 cf. p. 545, 13 17 cf. p. 263, 15) [*](3 ἔβαλες HMaCl scriptura in Cr parum certa | τοῖς DMa cf ad p. 545, 14 4 ἢ] καὶ VaMa 6 τί D | σε om VaMa | ἄρα Va 8 παραρρήγνυμαι scripsi coll. Plut. Ti. Gr. 2 πα- ραρριπτοῦμαι HB VaMaCl edd παρακριπτοῦμαι D scriptura in Cr parum certa 9 ἐκίνουν D 10 καταροτάτους Β καταρω- τάτους Va καταρατοτάτους MaCl 11 φίλοι CrH 12 ἀν- δρείας HDBMaCl | γενομένους om Va | δὴ post γὰρ D 13 καὶ — 14 κατεδουλώσατο citat Plan fol 105 v | αὐτῶν] τῶν ὀφθαλμῶν Plan I εἰς τὴν ψυχὴν ante εἰσρυὲν Va 14 τὸν ἐμὸν λογισμὸν Plan | κατεδουλώσαντο Wolf Mor κατεδούλωσε D | μὲν om ἁ inser Ma 2 16 τῶν ante ποιητῶν Wolf edd delevi 17 ἡγοῦμαι Οἶ’ 18 τῶν om D | ἡρωικῶν scripsi e CrHBCl et τ γρ in marg Mor coll p. 560, 4 ἡρωικῶν Va τρωικῶν DMa edd) [*](19 Ἔρωτα scripsi ἔρωτα edd | τοῖς in ras ras | τί; del Re)

560
λόγῳ καὶ τὸν θεὸν μέγαν καὶ φύσεως ἀνθρωπίνης κρείττονα διὰ τῆς ἐμαυτοῦ συμφορᾶς ἐπιγινώσκω καὶ φιλῶ γε αὐτὸν τῆς μισανθρωπίας ίας καὶ τὰ ἔργα θαυ- μάξω οἷα ἔδρασεν ἐξ ἀρχῆς. πολὺν ἐπὶ Τροίας ἡρωικὸν φόνον εἰργάσατο, πολλὰς Ἑλλήνων καὶ βαρβάρων σφα- γάς, πολλὰς κατήνεγκε πόλεις, πολλὰ κατέσκαψε τείχη, πολλὰς ἀκροπόλεις παρέδωκε πυρί, πολυτρόπως ἀν- έτρεψε τὸν ἡμέτερον βίον. οὗτος ἐπὶ κρημνοὺς ἄγει, οὗτος ἀναγκάζει βαπτίζειν εἰς ἑαυτοὺς τὰ ξίφη, ἀγχό- νῇ παραδίδωσιν, ἐπὶ τὸ βάραθρον ὠθεῖ Τίμωνα καὶ καλὴν παρ’ ἐμοῦ λαμβάνει τῆς ὑπερηφανίας τὴν δί- κην.

ἀσθένειαν κατεγίνωσκον τῶν ἡττωμένων Ἀλ- κιβιάδου πρότερον, πολλὰς ἐποιούμην κατηγορίας, καὶ τῶν εἰς ἔρωτα ὑπαγομένων αὐτοῦ κατεγίνωσκον καὶ τὸν Σωκράτην πολὺς ἦν χλευάζων ἐπὶ τοῖς παιδικοῖς· πίνει δέ τις δι’ ὅλης ἡμέρας; μειρακίου ’δε ἀν- έχεται κωμάζοντος; φιλοσοφεῖν προσποιούμε- [*](2 ἐπιγιγνώσκω Ma 4 ἐξαρχῆς B | Τροίας scripsi τροία HVaCl scriptura in Gr parum certa τροίαν DBMa edd Τροίᾳ coni Gaeda | ἡρωικὸν φόνον εἰργάσατο scripsi e CrH VaMa sed in hoc γρ τρωικὸν in marg m 3, Οἶ’ ἡρωικὸν φόνον εἴργαστο Β φόνον ἡρωικὸν εἰργάσατο D et coni Gasda φόνον ἡρωικὸν εἴργαστο Wolf edd 6 πολλὰ — τείχη om Va 7 tco ante πυρί D | ἀνέτρεψε Va sed τ’ in ’ς corr m 4 10 ὠθεῖ Ma, sed m θεοὶ suprascr m 3 | καὶ inserui ex HDB scriptura in Cr parum certa om VaMaCl edd 11 ὑπὲρ HBVa sed in hoc παρ’ suprascr m 2, MaCl scriptura in Cr parum certa ὑπ’ D 12 ἀσθένειαν — ἡττωμένων respexit Plan fol 105 v citans καταγινώσκω σου ἀσθένειαν | τῶν — 14 κατ’ ἐγίνωσκον praemisso κείμενον in marg Ma 2 13 πολλὰς ἐποιούμην κατη- γορίας τῶν — 14 αὐτοῦ scribendum et κατεγίνωσκον delendum coni Gasda 16 θαυμάζων καὶ ante χλευάζων Va | ἐν Η scriptura in Cr parum certa | πολεμικοῖς D et γρ in marg Mor 16 et 17 signa interrogationis posui e Ma auctore Re colon et comma reliqui libri edd 17 χλευάζοντος D)

561
νος ἄνθρωπος καὶ τρίβωνα ἔχων στεφανοῦται καὶ τὸν Ἔρωτά φησιν εἷναι θεόν; ἀλλὰ νῦν κακήν τινα ταύτην, ὦ θεοί, παλινῳδίαν ᾄδειν ἀναγκάζομαι.

οὐ νέμεσις Σωκράτην οὐδὲ Ἀγάθωνα οὐδὲ Ἀθη- ναίους ἅπαντας ἀμφὶ τοιῷδε μειρακίῳ κόπτεσθαι καὶ πάσχειν κακῶς μετὰ τὸ ἆθλον τῆς κολακείας καὶ τὸν κῶμον τὸν οὐκ ἀγεννῆ. ὑπὲρ Νάρκισσον, ὑπὲρ τὸν Ἀμυκλαῖον ἐκεῖνον ἔφηβον Ἀλκιβιάδης, ὑπὲρ τὸν Ἡρα- κλέους· ἐρώμενον τὴν ὥραν. ἀλλ’ ἐκεῖνοι μὲν | [*](RIV 196) προὔλαβον τοὺς ἐραστὰς τῷ θανάτῳ, ἐγὼ δὲ ἀντιστρό- φου πειρῶμαι τῆς τύχης.

τοσοῦτον δέ μοι περίεστι τοῦ πρὸς αὐτὸν ἔρωτος ὥστε ἕτεροι μὲν τοὺς ὁρῶντας αὐτὸν μακαρίζουσιν, ἐγὼ δὲ καὶ Ἀγαθάρχῳ φθονῶ τῆς ὕβρεως καὶ Ταυρέαν ζηλῶ τῆς πληγῆς ἢν ἐπὶ κόρρης ἐδέξατο[. ἔπαισε] χορηγὸς ὢν καὶ στεφανούμενος. [*](1 cf. decl. Alcib. ed. Melanges Graux p. 635, 26 7 Ovid. met. in 353. Luc. Charid. § 24. cf. t.IV 448, 10 8 cf. t IV 450, 16 11 cf. p. 541,19 13 cf. decl. Alcib. 1.1. p. 635,28. An- doc. c. Alcib. ’ξ 17. Dem. Mid. ἑ 147. Plut. Alcib. 16 14 Andoc. 1. 1. 21. Dem. 1. 1. Plut. 1. 1.) [*](3 ᾄδειν ἀναγκάζομαι scripsi ex HD scriptura in Cr parum certa ἀναγκάζομαι ἄδειν BVaMaCl 4 οὐδ᾿(2) VaMa 7 τὸν οὐκ ἀγεννῆ] τῶν κώμων καὶ (om H) οὐκ ἀγεννὲς HD scripturn καὶ in Cr parum certa τ΅ον οὐκ ἀγεννῆ Ma sed ἐς supra ῆ m 2 καὶ οὐκ ἀγεννὲς Β | ἀγενῆ Mor cf. t. I 95, 12 7 ὑπὲρ Ma sed τὸ antepos m 2 | Νάρκισσον scripsi τὸ ὑπερνίκιον H τὸ ὑπερ- νίκιον D scriptura in Cr panim certa νικίαν BVaMaCl edd quominus Νικίαν Aristophanis eccl. 428 significari credas obstat 1. 10 Νιρέα coni lacobs Phil 353 at obstat iterum 1. 10 8 ἔφηβον scripsi ἔφηβος libri edd | τῶν et 9 ἐρωμένων HDB scriptura in Cr parum certa | τὴν ὥραν] τὸν Ὕλαν Gasda ὂν) [*](10 ἐγὼ — 14 ὕβρεως citat Plan fol 105 v 12 αὐτῶν Ma αὐτῶν Cl φίλτρου Va 13 καὶ om Η 14 Ταυρέαν scripsi e CrHD ταυραίαν B VaMaCl edd 15 ἐδέξατο χορηγὸς scripsi auctore Re ἐδέξατο. ἔπαισε χορηγὸς libri edd)

562
καὶ τὸν Ὀλύμπιον ἐπὶ τούτῳ μᾶλλον ἢ τῇ προσηγορίᾳ μακαρίζω. μέγα δὲ καὶ τοῦτο ἐμαυτῷ πρὸς φιλοτιμίαν ἡγοῦμαι τὸ δι’ Ἀλκιβιάδην ἀπόλλυσθαι τήμερον καὶ πρόφασιν ἔχειν τοῦ θανάτου τὸν ἔρωτα.

49. Ἄγε δή, ὦ γενναία κεφαλή, τῶν καλλίστων γὰρ ἄρχεις, τοὺς ἐραστάς, πολλοὺς ἐπὶ τὸ βάραθρον, πολλοὺς ἐπὶ τὸ κώνειον Ἀθηναίων, ἐπὶ τὸ Τίμωνος παράδειγμα τοὺς σοὺς ἐραστὰς ἄγε. ζήλωσον τὸν ἡμέ- τερον βίον. μισάνθρωπον σαυτὸν καὶ Τίμωνος ἡμέ- μένον γνήσιον ἀπόδειξον. ἅλις ἐχέτω σοι τὰ τῆς πορ- νείας καὶ τῆς πρὸς ἀνθρώπους ὁμιλίας. μηδενὶ τῶν ἐραστῶν ἐπινεύσῃς μηκέτι μηδ’ ἂν σοφώτατός τις ἀνθρώπων ἁπάντων τυγχάνῃ καὶ τὴν παρὰ τοῦ Πυθίου μαρτυρίαν προσειληφὼς μηδ’ ἂν τοῦ Δῖός ἔχῃ τὴν προσηγορίαν.

ἐπὶ τὰς γυναῖκας τῶν Ἀθη- ναίων τῇ ὥρᾳ, ἐπὶ τὰς μοιχείας ἀπόχρησαι τῇ φύσει. πάντας Ἀλκμαιωνίδας ἀπόφηνον τοὺς Ἀθηναίων παῖ- δας. ὅλου μοι γενοῦ τοῦ δήμου πατήρ. καὶ τοὺς Λα- κεδαιμονίων βασιλεῖς εἰς τὸ Ἀττικὸν μετάστησον γένος ἀνθ’ Ἡρακλέους αὐτὸν Ἀλκμαίωνα ἐπιστήσας προστά- [*](8 Phryn. Monotr. com. fr. II 587, 2 M (II 375 K) 13 cf. p. 117, 15 20 Her. VII 208, 1) [*](1 τοῦτο Wolf et Mor qui τούτῳ scribendum coni Not f. V v 6 εἰς ante τοὺς libri edd delevi „malim ἄρχεις τοῖς ἐρα- σταῖς“ Re 7 Ἀθηναίων reposui e libris sed scriptura in Cr parum certa et οὑς supra ὢν Ma 3 Ἀθηναίους edd sed γρ Ἀθη- ναίων in marg Mor 10 ἀπόδειξον scripsi e CrHD et γρ in marg Mor ἀν’ ἅδ’ ἑ ἰξὸν BVaMaCl edd 12 ἐπινεύσαις B | μὴ δ’ HVaMaCl 13 ἀνθρώπων ἁπάντων scripsi e 2) et γρ in marg Mor ἀνθρώπων CrH ἀπάντων BVaMaCl edd 15 τῶν] τἀς Η scriptura in Cr parum certa 16 τὴν ὥραν CrHDB 17 ἀπόφηναι D 19 μετάστησον γένος scripsi auctore Re μετάστησον. γενοῦ libri edd 20 αὐτὸν scripsi e CrHDVa σαυτὸν Ma σαυτὸν ὢ αὐτῶν Β edd αὐτοῖς coni Re)

563
τὴν. ἀντὶ σκηπτοῦ τινος καὶ λοιμοῦ καὶ θείας προσ- βολῆς ὄφθητι τῷ τῶν ἀνθρώπων γένει.

δύνασαι δὲ ἀρκέσαι πρὸς τὴν | Τίμωνος ἐπιθυμίαν. στοχάζομαί [*](RIV 197) σου τῆς πολιτείας. τὴν φύσιν ἐπιγινώσκω τὴν σήν, Ἀλκιβιάδη. μείζω φρονεῖς τῶν νόμων. ταπεινὴν ἡγῇ τὴν δημοκρατίαν καὶ τοὺς νόμους τοῦ Σόλωνος, μικρὸν Περικλέα καὶ φαῦλον νομίζεις τὸ Θεμιστοκλέους παρά- δειγμα, τὴν ἀκρόπολιν περινοεῖς, τὸν ζῆλον ἄγεις πρὸς Πεισίστρατον, τυραννίδος ἐραστὴς τυγχάνεις. τὰς Λα- κεδαιμονίων περιμένεις εἰσβολάς.