Declamatio 12

Libanius

Libanius, Declamatio 12, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

καὶ τὸν τοῖχον δ’ ἐξώρυττον, εἴπου τινὰ γεγραμμένον ἴδοιμι ἄνθρωπον, καὶ τὴν ἐμαυτοῦ σκιὰν συνεχῶς ἀπεδίδρασκον, | ὅτι δὴ πολλάκις [*](RIV 185) ἐφιστάμενος τοῖς νάμασιν ἄνθρωπον ἐμαυτὸν ἑώρων διὰ τῆς εἰκόνος. ἐμίσουν δὲ καὶ τῶν ὀνείρων ἐκεί- νοῦς οἱ πρὸς τὴν τῶν ἀνθρώπων ὁμιλίαν ἡμᾶς ἦγον, καὶ συνεχῶς ἐκ μέσων ἀνεπήδων τῶν ὕπνων οὐ φέ- ρων τὴν θέαν. καὶ ἐμαυτὸν δ’ ἐμίσουν πολλάκις, ὅτι δὴ τὴν φύσιν ἄνθρωπος ἦν. ἐλύπει δέ με κἀκεῖνο, νὴ τοὺς θεούς, εἴποτ’ ἐνθυμηθείην ὡς ἄρα μνήμην τινὰ ἔχουσι παρ’ ὑμῖν τινές. οὐδὲ γὰρ οὐδὲ ἄχρι ῥήματος καὶ ψιλῆς ὑπονοίας ἠβουλόμην παρ’ ὑμῖν μνημονεύε- σθαι.