Declamatio 11

Libanius

Libanius, Declamatio 11, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

511

ἀληθὲς ἦν ἄρα, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ [*](RIV 335) λεγόμενον τοῦτο τὸ μηδὲν ἀνάγκης εἶναι δυνατώτερον. ἔγωγ’ οὖν νέος τε ὤν, ὧς ὁρᾶτε, καὶ πραγμάτων ἄπει- ρος ἀπὸ τοῦ δεσμωτηρίου δεῦρ’ ἥκω καταλιπὼν αὐτόθι τὸν ταλαίπωρον Μιλτιάδην νόσῳ τε καὶ δεσμῷ πιεζό- μενον καὶ δεῖσθαι τολμῶ δήμου τοσούτου πρᾳότερόν τε ἡμῶν ἢ πρότερον ἀκοῦσαι καὶ δοῦναι χάριν ἢ τὸ μὲν τίμημα τῆς | πόλεως φυλάξει, τῷ δὲ ἠτυχη- [*](RIV 336) κότι παραμυθίαν οἴσει τινά.

τὸ μὲν οὖν βέλτιον ἦν ἐν τῇ πρὸς τοὺς βαρβάρους μάχῃ τὸν πατέρα μοι [*](Vi = Codex Vindobonensis Philos. et Philol. IV 82) [*](Β = Barberinus 11 41) [*](L = Laurentianus LVII 23) [*](I = Hierosolymitanus S. Sepulcri 79) [*](Lau = Laurentianus LIX 30) [*](3 Her. I 91, 1; IX 16, 3. cf. VH 172. Parmen. 8, 30 ed. Diels. Callim. h. IV 122) [*](1 Ἄλλη μελέτη et ὑπόθεσις ante Ὁ Κίμων Κίμων post ῆναι edd delevi 2 ἄρα om Vi ἱρ’ Lau 4 ἔγωγε BLau | γοῦν e γ’ οὖν corr ras L | ὧς om Mor sed inserendum coni Not f VI e Μο inser Re 5 δεῦρο Vi | ἥκω scripsi ἥκων LLau sed in utroque ’ν eras, Ι edd sed ,,malim ἥκω“ Re ἧκον ViB 6 δεσμῷ πιεζόμενον lacuna indicata om Mor sed γήρᾳ πιεζόμενον coni Not 1.1. 7 καὶ om LJLaii Mor | πραότερον libri edd 8 τε om I | ἡμῖν Mor | ἢ πρότερον inserui e BLJLau om Vi Re ἢ πρό* Mor sed πρότερον vel πρὸ τοῦ coni Not 10 τότε Vi)

512
πεσεῖν καὶ τὴν αὐτὴν Κυναιγείρῳ τε καὶ Καλλιμάχῳ δέξασθαι τελευτήν· ἐπεὶ δὲ καὶ νενικηκὼς καὶ στήσας τὸ τρόπαιον οὐκ ἐδυνήθη τῆς ὑπὲρ ὑμῶν οὐδαμοῦ στῆναι προθυμίας, ἀλλ’ ἕτερ’ εὐθὺς ἐπενόει, ἐχρῆν αὐτὸν ἐν τοῖς δευτέροις γοῦν τούτοις ἀποθανεῖν μη- χανώμενον ἑλεῖν τοὺς ὑμετέρους ἐχθρούς· ἐπεὶ δὲ ἐφιλονείκησεν ὁ δαίμων δεσμώτην δεῖξαι Μιλτιάδην καὶ θανάτου στρατηγῷ πρέποντος ἐφθόνησε τῷ πατρί, γένεσθε ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, φιλανθρωπότεροι τῆς Τύχης καὶ μετενέγκατε τὸν δεσμὸν ἀπὸ σώματος ἀπειρηκότος ἐπὶ τὸν ἴσως ἐνεγκεῖν δυνησόμενον, ἐμέ.

3. Ἴσως μὲν οὖν τινες ὑμῶν, ὧς ὤφθην ἐπὶ τοῦ βήματος ἐφ’ οὗ ποτε ἔλεγε Μιλτιάδης καὶ ἐδημηγόρει καὶ μετὰ τοῦ πρώτου ῥήματος ἀφῆκα δάκρυον, εἶπον ἂν] πρὸς ἀλλήλους· Κίμων οὗτος ἥκει νῦν ἱκε- τείαις τε καὶ θρήνῳ λύσων τῷ πατρὶ τὴν συμ- φοράν, οἶδε δὲ Ἀθηναίους ἐλεήμονας οὐ πρὸς τοὺς αὑτῶν πολίτας μόνον οἶς ἱερῶν καὶ πολ- λῶν ἑτέρων μεγάλων τε καὶ σεμνῶν κεκοινή- κάσιν, ἀλλὰ καὶ πρὸς ξένους οἶς ἓν μόνον ὑπάρ- χει δίκαιον τὸ πεπραγέναι κακῶς, ἥκει τοὺς [*](1 cf. t. IV 451, 25 R. Her. VI 114 | cf. ad t. II 358, 17 21 Dem. c. Aphob. I p. 835, 6) [*](3 τρόπαιον στήσας Vi | τὸ inserui e BL sed iu hoc eras, Ι Lau om Vi edd | ἠδυνήθη Β 4 ἐπενόει L sed εἰ suprascr m 2 cf. libell. de constr. verb. cod. August. ed. G. Hermann de emend. rat. gramm. graec. p. 384,20 ἐπινοῶ αἰτιατικῇ, ὧς καὶ Λιβάνιος I χρῆν Vi 5 γοῦν om LI Mor 7 δεῖξαι scripsi e VilLau et γρ in marg Mor θέσθαι BL sed in hoc γρ δεῖξαι in marg, edd 9 co ἄνδρες co Vi 11 ἐμέ om Vi 13 οὐ scripsi ᾧ libri edd | ἔλεγε om Β 14 βήματος Vi Vi ἂν canceilavi αὖ Vi 17 οἶδε reposui e libris sed οἶδεν La εἶδε edd sed „malim οἶδε γάρ Re οἶδεν Ἀθηναίους lacobs Ach T 814 18 αὑτῶν scripsi αὐτῶν libri edd 20 πρὸς L sed ὃς in ras 21 πεπραχέναι Vi | καλῶς ViB)

513
αὑτοῦ προγόνους Κίμων οὑτοσὶ καταλέξων, Μιλτιάδας καὶ Στησαγόρας καὶ Κίμωνας. μέγα πεπίστευκεν ἔχειν εἰς τὸ πεῖσαι τὴν Χερρόνη- σον, οὐκ ἔλαττον τὴν Λῆμνον ἣν τῆς πόλεως ἐποίησε σοφίᾳ Πελασγοὺς ἐκβαλών. τὸ δὲ μέ- γιστον, ὁ Μαράθων | αὐτὸν δεῦρο ἤγαγεν [*](RIV 337) ἅπαν ἔγκλημα νικῆσαι δυνάμενος, δι’ ὅν σῶς μὲν ἡ πατρίς, σῶς δὲ ἡ Ἑλλάς, μέγα δὲ ἐν ἀμ- φοτέραις ταῖς ἠπείροις τὸ τῶν Ἀθηναίων ὄνο- μα, βασιλεὺς δὲ ὁ μέγας ἐδιδάχθη μὴ πάντα νομίζειν δύνασθαι.

παρ’ ὑμῶν μὲν ἴσως τισὶ τοιαύτη δόξα περὶ τῆς ἐκεῖσε σπουδῆς, ἐγὼ δ’ ἕνεκα μὲν τοῦ τῆς πόλεως ἤθους ἐχρησάμην ἂν ἐπὶ τούτῳ καὶ τούτοις καὶ ἔτι πλείοσι λόγοις, ἐστι γὰρ ἡμῖν τοι- ούτων ἀφθονία δικαίων· ἐπεὶ δὲ οὐκ ἀξιοῦμεν ἡμᾶς αὐτοὺς τοσούτου γινώσκοντες ἐξ οἵων οἶοι γεγόναμεν, τὸ μὲν τίμημα μενέτω, δότε δὲ ἡμῖν τὸ σῶμα ἀντὶ τοῦ σώματος δεθῆναι τοὐμὸν τοῦτο ἀντ’ ἐκείνου τοῦ νυνὶ δεδεμένου.

5. Καὶ βραδέως μὲν ’ίσως, ὦ σ ἄνδρες Ἀθηναῖοι, [*](2 Her. VI 34 et 103, 1 5 Her. VI 140 10 cf. p. 499, 6) [*](1 αὑτοῦ scripsi e ViB αὐτοῦ LILau edd | οὑτωσὶ L sed ὢ in ὁ corr ras, Lau sed ὢ corr m 2 2 Στησαγόρας scripsi e Lau. ut coni Re, coll p. 526,3. Her. 1. 1. στησισαγόρας Β τισαγόρας reliqui libri sed τι in ras L 2, edd 3 πεπίστευκας Γέ I χερόνησον Vi cf. p. 312, 7 4 τὴν scripsi e ViBILau δὲ καὶ L edd καὶ τὴν lacobs Lect 111 5 καὶ ante πελασγοὺς Vi) [*](8 ἐν om Β 11 ,,malim μὲν οὖν ἴσως“ Re 12 ἐκεῖθε L sed θ’ in ras et ’ν add m 2 ἐκεῖ Gasda | δὲ Lau edd 14 τούτων Vi | ὑμῖν Γέ 16 τοσοῦτον L sed in τοσούτου corr m 2, Lau Mor „possit quoque τοσούτων legi“ s Re | scripsi e ViLau γιγνώσκοντες BLI edd I οἶδα Mor sed quales vertit cf. lacobs Antb Pal III 889)

514
ταῦτα ἐν ὑμῖν λέγωι ἔδει γὰρ εὐθὺς ἐπ’ ἐκείνης με τῆς ἐκκλησίας ἐμαυτὸν ἀντιδοῦναι· ἐπεὶ δὲ οἱ τότε ἐγκείμενοι τῷ πατρὶ καὶ παροξύνοντες ὑμᾶς καὶ τοῖς οὐκ ὀργιζομένοις ἐπιτιμῶντες οὐκ ἔδωκαν ἡμῖν ἰδεῖν ὅ τι ποιοῦντεσ ἀμείνους ἂν εἴημεν, νῦν γε ἀκούσατε καὶ δότε τὴν χάριν καὶ βοηθήσατε δι’ ἐμοῦ τῷ δυστυχεῖ Μιλτιάδῃ

ᾧ παρεκαθήμην μὲν δακρύοντι δακρύων, σιωπῶντι λαλῶν, ἔλεγον δέ· ὦ πάτερ, οἶδα μέν σοι χάριτας ὀφείλων τοῦ φῦναι, τοῦ τραφῆναι, τῆς ἄλλης ἐπιμελείας οὐδὲν φαυλοτέρας τῆς παρὰ τῶν ἄλλων εἰς τοὺς ἐξ ἑαυτῶν, ἀπορῶ δὲ ὅπως ἄν ἐπαμύνοιμί σοι. παρὰ τίνα γὰρ ἔλθω; παρὰ τίνος αἰτήσω; τίς δώσει πεντήκοντα τάλαντα; πόσην ἄν τις καταθείη τοὐμοῦ σώματος τιμήν; ὧς ἔμοιγε καὶ πεπρᾶσθαι κέρδος, εἴ τι τῶν σῶν δύναιτο τοῦτο ἐπανορθῶσαι· τί λέγω πεπρᾶ- [*](RIV 338) σθαι; | τεθνάναι μυριάκις δεξαίμην ἂν ἐπὶ τοιούτῳ μισθῷ. καὶ ἅμα τε ὀδυρόμενος ἐνενόησα τοῦτο ὃ νῦν ποιῶ καὶ πρὸς αὐτὸν εἶπον ὧς ἐφ’ ὑμᾶς καταφεύξομαι καὶ περὶ δεσμῶν διαλέξομαι, καὶ οἶμαι πείσειν ἔφην.

ὁ μὲν οὖν διεκώλυε τοῦ παιδὸς φειδόμενος, ἐγὼ δὲ αὐτῷ τούτῳ μᾶλλον παρεκαλούμην, [*](13 Her. VI 136. Corn. Nep. Milt. 7, 6 1 μὲν L sed ’ν add m 2, Mor 3 ἡμᾶς Vi 4 ἡμῖν L sed ἠμ’ in ras m 2 ὑμῖν Lau 5 ὅτι Vi 7 δακρύοντι om Mor num <οὐ> σ δακρύοντι? 9 τὰς ante χάριτας 10 περὶ Vi 11 ἀπορῶν Vi 12 ἐπαμύνοιμι scripsi e ViB Lau ἐπαμύναιμι L sed αἰ in ras m 2, Ι edd | (1 et 2) περὶ Vi) [*](14 τοὐμοῦ reposui e ViBL τοῦ μου ILau edd τοῦ ἐμοῦ Gasda 15 ἔμοιγε scripsi auctore Re ἐμοὶ δὲ libri edd | et 16 πεπρᾶσθαι scripsi e Vi πεπρᾶσθαι reliqui libri edd 16 καὶ τί coni Gasda 17 ἂν om Mor 18 τε scripsi γε libri edd 21 μὲν οὖν] δὲ Β)

515
τῇ τοῦ πατρὸς περὶ ἐμὲ προνοίᾳ, νομίζων πρέπειν μοι τά γε τοιαῦτα νικᾶν καὶ δεῖν καὶ μὴ βουλομένῳ πατρὶ τὴν τοιαύτην διδόναι χάριν. γινέσθω δή τι τῆς ἐμῆς προθυμίας ὄφελος καὶ μή μοι τὰς ἐλπίδας αἷς ὧς ἐν- τευξόμενος ἧκον ἐλέγξητε, ὦ σ ἄνδρες Ἀθηναῖοι.

8. Ἀλλ’ οὐ κατὰ τὸν νόμον τοῦτο, φησί, λε- λύσθαι μὲν ὅν οὐ δεῖ, δεδέσθαι δὲ ὅν οὐ χρή. ὢ τῆς δυστυχίας τοῦ πατρός. ἔτι φθονεῖται καὶ οὐκ ἐνέπλησε τοὺς δυσκόλως πρὸς αὐτὸν ἔχοντας τοσοῦτο πλῆθος κακῶν. καίτοι πρός γε τοὺς πταίσαντας καὶ τοὺς ἄγαν δυσμενεῖς αἱ συμφοραὶ διαλλάττουσιν. ὥστε ἔγωγε τοὺς τότε κατηγόρους ᾷμην ευρησειν συνηγόρους τήμερον, οἱ δ’ οὐχ ἱκανὸν νομίζουσιν, ὧς ἔστιν ἰδεῖν, εἰ μὴ καὶ γεύσαιντο τοῦ σώματος.

διὰ τί; οὐκ ἔστιν ἐκεῖνος Μιλτιάδης ὁ πέμπων εἰς Σπάρτην τὸν Φιλιπ- πίδην οὐδ’ ὁ καλῶν Λακεδαιμονίους οὐδ’ ὁ μελλόν- των τρέχων οὐδ’ ὁ μυρίους ἄγων ἐπὶ τὰς πεντήκοντα μυριάδας οὐδ’ ὁ πείθων μηδὲν τῶν δεινῶν δεδιέναι οὐδ’ ὁ τοῖς κατηρκόσιν ὧς ἁρπασομένοις τὴν πόλιν [*](4 Plat. Prot. p. 310 E 15 Her. VI 105 16 Corn. Nep. Milt. 5, 1 17 cf. p. 502, 19) [*](1 πρὸς Vi Re | comma post προνοίᾳ posui e Μο cum Sinteni colon Vi om reliqui libri edd 2 νικᾶν corruptum censet Gasda 3 γινέσθω scripsi, ut γιγνέσθω vel γενέσθω coni Gasda διδόσθω libri edd 4 αἷς scripsi ἃς libri edd | ὧς in ras ὒ om BLau | ἐντευξόμενος scripsi e BLau τευξόμενος ViLI edd 5 ἧκον scripsi e BLau ἥκω I et in ras ὒ edd εἶδον Vi 6 ἀλλ’ Jet inser om ViBLau | τοῦτον Β 7 οὐ(1) om ViBLau delendum censet Re qui ἔδει δεδέσθαι, δεδέσθαι δὲ coni 9 τοσοῦτον Vi Re 11 δυσφοραὶ Vi 13 οἱ δ’ om Vi 14 γεύσονται Vi ,,quod verum videtur“ s Iacobs Lect 111 cf. p. 516, 19 et ad t. 17 218, 1 15 φιλιππίδην L sed δὴν in ras m 2 18 καλῶν Vi 19 κατηρτηκόσιν L sed L eras, Lau | ἁρπασαμένοις Vi ἀναρπασομένοις Cobet Mnem. N. S. III 151 cf. t. II 165, 5)

516
ἐν τῇ φυγῇ ποιῶν τὴν σωτηρίαν εἶναι; πέπτωκεν ὁ μέγας ἐκεῖνος, οἴχεται τὰ σεμνά. μετὰ τῶν κακούργων δέδεται. τίς ἔτ’ ἂν ἀξιώσειε μὴ λίαν ὠμὸς ὢν τῷ [*](RIV 339) τοιούτω πολεμεῖν;

ὁ γὰρ | νόμος, φησίν, ὁ ἀδικηθήσεται λυομένου. ποῖος; εἰ μὲν γὰρ ἕτερός τις ἔγραφε· λελύσθω μὲν Μιλτιάδης, δεδέσθω δὲ Κίμων, εἴτε βούλεται εἴτε μή, καλῶς ἂν ἠγανά- κτεις ὡς ἐπ’ ἀδίκοις καὶ δεινοῖς καὶ δημοκρατίας ἀλλο- τρίοις· εἰ δὲ ἐμαυτὸν τῷ δεσμῷ δίδωμι καὶ δέομαι καὶ ἱκετεύω δεθῆναι καὶ τὸ δυστυχὲς τοῦτο καὶ πικρὸν κέρδος ἐμοί, τίς ἐνταῦθα παραβαίνεται νόμος;

οὐδὲ γὰρ αὖ τοῦτ’ ἔστιν εἰπεῖν ὧς ὁ πατὴρ ἐπέταξέ μοι καὶ ἃ φεύγω τῇ γνώμη, ταῦτ’ αἰδούμενος φέρω. οὐ γὰρ Μιλτιάδου γε ταῦτα ἐπιτάγματα, μὰ τοὺς θεούς, οὐ μὰ τὴν Δήμητρα τὴν ἡμῖν δυσμενῆ. ἀλλ’ ἔμοιγε δοκεῖ καὶ συμφορὰν ἑτέραν οὐ μείω τῆς προτέρας τοῦτο ἐκεῖνος ἡγήσεσθαι, εἰ ὃν ὧς ἡγησόμενον ὑμῶν καὶ πρὸς ἑαυτὸν ἁμιλλησόμενον ἔτρεφε, τοῦτον ἐν δεσμοῖς θεάσαιτο. ἔστιν οὖν ἅπαν τοῦτ’ ἐμόν. οὐδένα ἀδικῶ τῶν νόμων.

ἤδη τις ἰσχυρότερος ἕτερον [*](15 cf. Her. YI 134. Schol. Aristid. de lY viris t. III 691,21 sq. ed. Dind. Choric. Milt. § 61 p. 12, 9 sq.) [*](3 ἔτι Vi 4 φησίν om Vi 5 γὰρ om Vi 9 δ’ Vi 14 ταῦτ’ Vi | ἐπιτάγματα μὰ τοὺς θεούς, οὐ γὰρ μιλτιάδου γε ταῦτα ante οὐ Vi et e Μο inser Re cui oblocutus est lacobsius Lect 111 qui μὰ τοὺς θεούς servandum censet addens tamen: „quodsi quis tamen ἐπιτάγματα servare voluerit, non eciuidem impedio: quamquam glossematis speciem haheat hoc vocabulum“ om BLILuu Mor οὐ γὰρ μιλτιάδου γε ταῦτα ut dittogra- phiam delevi 15 δήμητραν ViLLau | ἀλλ’, ἔμοιγε δοκεῖ, καὶ lacobs Anth Pal III 526 17 ἐκεῖνο Vi | ἡγήσεσθαι scripsi e BLau ἡγήσασθαι L sed in hoc ἁ in ἑ corr m 2 I edd ἡγήσεται Vi et tuetur lacobsius 1. l. | ὧς om Vi 20 τίς Vi | ἕτερος I Lau Mor)

517
ἀσθενέστερον ὑπὸ φορτίου πιεζόμενον ἰδὼν αὐτὸς τοῦτο ὑπελθὼν ἔδωκεν ἀναπνεῦσαι τι μὴ δυναμένῳ φέ- ρειν, τοσοῦτον δ’ οὗτος ἀπέσχε τοῦ τινα αἰτίαν λαβεῖν ὥστε καὶ ἐπῃνέθη· εἰ δὲ καὶ περὶ τοὺς ἀπλῶς ἐντυγ- χάνοντας εἷναι τοιούτους καλόν, τίνας ἡμᾶς εἶναι δεῖ περὶ τοὺς τῷ γένει προσήκοντας;

εἰ δ’ ἕτερος ἕτε- ρον τριηραρχίας ἀφιεὶς αὐτὸς | ἠξίου δαπανᾶσθαι, [*](RIV 340) τοῦτ’ ἂν ὑμῖν, εἰπέ μοι, διέφερεν ἢ βλάπτεσθαι τοὺς νόμους ἐντεῦθεν ἐλέγετ’ ἄν; τέ δ’ εἰ περὶ χορηγίαν ἐγίγνετο; παρὰ τοῦτ’ αὐτὸν ἐκωλύετ’ ἂν ὧς λυπήσοντα τούτῳ τὸν Διόνυσον; οὐκ ἔστι.

μὴ τοίνυν μηδὲ τὴν ἐμὴν ταυτηνὶ λειτουργίαν διαβαλλέτω τις, ἢ μά- χεται μὲν οὐδενὶ τῶν γεγραμμένων νόμων, ὁμολογεῖ δὲ πολλοῖς τε καὶ καλῶς ἔχειν δοκοῦσιν, οὓς ὁ Σόλων τοῖς γονεῦσι βοηθοῦντας τέθεικε φόβῳ τῆς τιμω- ρίας καὶ τοὺς οὐ φύσει χρηστοὺς ἀναγκάζων ἃ [*](8 Plat. Lach. p. 187 D 14 Dem. p. 141,29; 732,20) [*](1 φόρτου Mor | αὐτὸ Mor 2 ἀναπνεῦσαι L sed νᾷ in ras m 2 3 καὶ ante τοσοῦτον inser L edd delevi | δ’ insenii e Vi om BLILau edd j ἀπέσχε L sed σχὲ in ras m 2 ἀπέχει BLau 6 τοιοῦτον Lau | ἡμᾶς scripsi e BLLau ὑμᾶς Viledd 6 παρὰ Vi | τῷ ora Vi | δὲ ILau edd δέ τὼ coni Re | ἑταῖρος coni Re | ἕτερον scripsi auctore lacobsio Antb Pal III 645 ἑτέραν libri edd ἑταῖρον coni Re 7 τριηραρχίας scripsi auctore Re cum lacobsio 1. 1. τριηραρχίαν libri edd | ἀφιεὶς scripsi e BL sed in hoc ι(1) eras, Lau ἀφεὶς Vil edd 9 post χορηγίαν excidisse χρηστὸς aut σπουδαῖος aut tale quid coni Re, τοιοῦτος aut ὁ αὐτός Gasda 10 signum interrogationis posui e Vi colon X, comma BILau edd | ὧς om Vi | συλλυπήσοντα Vi) [*](11 ἔστιν L sed ’ν del m 2 | μὴ δὲ ViBL 13 τῶν γεγραμ- μένων serves an τῶν οὐ γεγραμμένων legas, h. e. τῶν ἀγράφων νομίμων iuris naturalis, perinde est. hdbet utrumque cur pro- betur“ i Re | νόμων om Vi 14 οἷς Vi 15 τέθεικε reposui libris ἔθηκε edd 16 ἃ δεῖ Β sed tl in ras m 2, L sed εἰ in ἡ corr m 2 ἃ δὴ lacobs Lect 111)

518
δεῖ τοῖς γεγεννηκόσι φέρειν. πρὸ μὲν οὖν τοῦ δεσμοῦ διὰ τῶν ἄλλων τὸν πατέρα ἐθεράπευον καὶ οὐκ ἐγε- νόμην ἐνταῦθα κακός, ὁ δὲ νῦν καιρὸς ταύτην ἀπαιτεῖ τὴν θεραπείαν.

δέξασθε δή με τῷ νόμῳ πειθόμε- νον καὶ τῆς πόλεως καὶ τῆς Φύσεως. νομοθετεῖ δὲ αὕτη ταῦτα καὶ τοῖς θηρίοις. καὶ ὁρῶμεν δὴ τῆς θεοῦ καὶ ἐν ἐκείνοις τοῖς γένεσι τὴν ἰσχύν. ᾗ πειθόμενος Πύλιός τις νεανίσκος ἐπὶ τὸν πατέρα πληγὴν φερομέ- νην ἰδὼν τῷ στήθει ταύτην δεξάμενος ἐκείνῳ μὲν ἔδωκεν οἴκαδε ἐπανελθεῖν, αὐτὸς δὲ ἐν πολεμίᾳ γῇ κείμενος ἀείμνηστον ἔχει τὸ κλέος. τοῦτο καὶ αὐτὸς ἂν ἐν ὁμοίοις κινδύνοις ἐποίησα καὶ οὐκ ἂν ὤφθην κακίων ὁ Ἀθηναῖος τοῦ Πυλίου. ὑπὲρ οὗ οὖν τὴν [*](RIV 341) ψυχὴν I εἰκότως ἂν προείμην, ἐνὸν ζῶντα ἐφε- λεῖν τοῦ σώματος ἐν ἀνάγκῃ δεσμοῦ φείσομαι;

καί- τοι καλὸν μὲν καὶ τὸ τοῦ Ἀντιλόχου, πλειόνων δ’ ἐπαίνων ἄξιον καὶ τὸ γυναῖκα ὑπὲρ ἀνδρὸς ἐθελῆσαι τελευτᾶν. ὁρῶμέν γε δήπουθεν ἐν ταῖς τραγῳδίαις τὸ ἐμφερὲς τῆς Ἀλκήστιδος ἔργον. εἰ μὲν οὖν καὶ νῦν θεῶν τις ἦν ὁ πράττων ὅμοια τοῖς τότε, χαίρων ἂν [*](5 cf. t. IV 360, 21 R. Gothein Archiv f. Religionsw. IX 337. Preisendanz Philol. LXVII 474 8 Antilochus cf. Pind. Pyth. VT 28 sq. Qu. Smyrn. II 243 sq. 11 cf. p. 386, 1 j cf. t. 1503,9) [*](20 Eur. Alc. 10 sq.) [*](1 γεγενηκόσι L Re 1 δεῖ post φέρειν Γέ 4 τῷ νόμῳ om Vi 5 Φύσεως scripsi φύσεως libri edd 6 αὕτη scripsi auctore Re αὐτὴ libri edd j δὲ coni Re | τοῦ Vi 8 ξίφος φερόμενον et 9 τοῦτο Vi 10 ἐπενελθεῖν Vi ἀπελθεῖν Β | δ’ Lau edd 12 κινδύνοις om I 13 οὖν om Vi 14 εἰκότως τὴν ψυχὴν I | προσήκειν Vi | τοῦτον ante ἐνὸν in- serendum et τοῦ σώματος ὄντος ἐν ἀνάγκη δεσμοῦ ἐμαυτοῦ φεί- σομαι; (vel δεσμοῦ οὐ φείσομαι) scribendum coni Gasda 16 δὲ Β n τὸ καὶ BLau 18 γε scripsi e Vi auctore Gasda δὲ BLILau edd 19 οὖν om Vi)

519
ἀπέθνησκον, ἔνα μὴ Μιλτιάδης· ἐπεὶ δὲ ὁ τοῦτο μὲν παρέξων οὐκ ἔστι, τῶν δὲ περὶ τὸν δεσμὸν ὑμεῖς κύριοι, δότε μοι τὴν χάριν ἧς καὶ τῷ κοινωνῆσαι δόξης ἀπο- λαύσετε. μὴ γὰρ οἴεσθε τῇ μὲν Μιλτιάδου στρατηγίᾳ τὴν πόλιν ἐνδοξοτέραν γεγενῆσθαι, τὸν δεσμὸν δὲ τοῦτον οὐκ εἴσεσθαι τοὺς ἐσομένους, ὅτι ἡ πόλις ἡ τῶν Ἀθηναίων πρὸς τοῖς ἄλλοις ἀγαθοῖς καὶ νέων ταῖς ὑπὲρ τῶν πατέρων ταλαιπωρίαις κεκόσμηται. καὶ γὰρ εἰ εἷς ὁ Κίμων, ἀλλ’ ὅλης τῆς ἡλικίας ἔσται τὸ ἐγκώμιον.

17. Εἰ οὖν ἐκ τῶν αὐτῶν ἐγώ τε δίκαιος ἔσομαι καὶ ὑμεῖς σεμνότεροι, πῶς τοῖς οὐκ ἐῶσι ταῦτα οὕτω πραχθῆναι προσέξετε; οὐδὲ γὰρ ἐκεῖνό γε ἔστιν εἰπεῖν ὅτι Μιλτιάδου μὲν δεδεμένου λήψεσθε τὰ χρήματα, Κίμων δ’ εἰ δεθείη, στερηθήσεσθε. οὐδὲ γάρ, ἂν ἀμ- φοτέρους δήσητε καὶ πρὸς ἡμῖν γε τὴν ἀδελφὴν τὴν ἐμήν, τούς γε οὐ δυναμένους ποιήσετε δύνασθαι. ἴστε γὰρ δή, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ ἡμέτερα καὶ ὡς οὐδέν ἐσμεν λαμπρότεροι τῶν γειτόνων οὔτε ταῖς οἰκίαις οὔτε κατὰ τἄλλα.

| καίτοι παρῆν γε βουλο- [*](RIV 342) μένω τῷ πατρὶ μηδενὸς ἐλάττω τῶν πάνυ πλουτούντων ἔχειν, εἰ τὰ αὑτοῦ μᾶλλον ἢ τὸ κοινὸν αὔξειν ἤθελεν. [*](16 Plut. Cim. 4. Nep. Cim. 1 21 Aristid. pro IV viris t. II p. 224, 5 sq. ed. Dind.) [*](1 θάνῃ post μιλτιάδης LI edd, lac —29 litt Γέ delevi) [*](2 τῶν L sed ’ν add m 2 om Vi | περὶ δὲ Vi 3 μοι om ViB δὴ Lau | τὸ ViBL sed in hoc ὁ in w corr m 2 Jjau ἴ’ δόξαι Vi I ἀπελαύσετε Vi ἀπελαύσατε Β 5 γενέσθαι Β 6 οὐκ εἴσεσθε Β οὐ κεῖσθαι τοῖς ἐσομένοις Vi λήσεσθαι ἢ οὐκ εἴσεθαι coni Re 9 ἐστὶ Vi 10 γοῦν Vi 11 οἱ ante σεμνότεροι Lau, ras 2 litt L σεμνότεροι Β sed σε ex οἱ corr m 2 | οὕτω om Β 12 ἔστιν in ras ὒ 14 δεθείη L sed ras 1 litt ante θ’ | στερήσεσθε Vi ἂν om Β 15 πρὸς ἡμῖν γε] προσέτι I I γε om Vi 17 γὰρ om Vi 18 τῇ οἰκίᾳ Vi Re) [*](19 κατ’ ἄλλα Vi 21 αὐτοῦ scripsi e Β αὐτοῦ reliqui libri edd | εἰ ante τὸ Vi | αὐξήσειν ViBL sed in hoc in αὔξειν corr m 2, Lau | ἤθελεν Lau sed λ in ras m 2)

520
ἀλλ’ οὐκ ἦν, οἶμαι, τῆς Μιλτιάδου ψυχῆς ἐκκαρποῦ- σθαι τὰ ὑμέτερα, ἀλλ’ ἕνα ἡγεῖτο πλοῦτον αὑτοῦ τὸ τὴν πόλιν μείζω τοῖς ὅπλοις ποιεῖν. διὰ τοῦτο ὅ τῶν πενομένων ἐστὶ πέπονθε, δέδεται. εἰ δ’ ἦν αὐτῷ θεῖ- 5 ’ναι, δοκεῖ ποτ’ ἂν ὑμῖν ἑλέσθαι δεθῆναι μᾶλλον ἢ θεῖναι; βεβόηται αἰ Μιλτιάδης ἀπὸ τοῦ Μαραθῶνος, οἶδα τοῦτο καλῶς, ἀλλ’ ἕτερόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, νίκην ἀνελέσθαι μαχόμενον καὶ τίμημα ἐκτίσαι δύ- νασθαι.

19. Εἰ τοίνυν οὔτε πλέον οὐδὲν ὑμῖν ἐκ τοῦ ἐκεῖ- νον δεδέσθαι οὔτ’ ἔλαττον ἐκ τοῦ τὸν υἱὸν ἀντ’ ἐκεί- νου, τί μὴ αὐτοῦ τῇ πόλει σωζομένου τὴν ἐπὶ φιλαν- θρωπίᾳ προσλαμβάνετε δόξαν; ἢ δέδοικέ τις ὑμῶν μὴ λυθεὶς ἐκεῖνος νομοθετῇ καὶ λέγῃ καὶ γράφῃ καὶ τῶν κοινῶν ἅπτηται πάλιν παρὰ τοῦ λελύσθαι νομίζων αὑτῷ καὶ τὴν εἰς ταῦτα ἐξουσίαν δεδόσθαι; ὁ δὲ μά- λιστα μὲν οὐδ’ εἰ σφόδρα ταῦθ’ οἶός τε ἦν ποιεῖν, δοκεῖ μοί ποτ’ ἂν ἑλέσθαι μεμαθηκὼς ἱκανῶς ὧς τὸ τὴν ἡσυχίαν ἄγειν καὶ τὰ αὑτοῦ πράττειν ἄμεινον· νῦν δ’ εἰ καὶ λίαν ἄτοπός τις εἴη καὶ τῶν αὐτῶν ἑρ- [*](1 cf. t. 111134,19; t. IV 242,4 4 Dem. p. 607,2; 610,15; 762, 22 20 Plat. rep. VIII p. 553 A) [*](2 πλοῦτον αὑτοῦ scripsi πλοῦτον αὐτοῦ ViBLau αὐτοῦ πλοῦτον LI edd 3 ὅλοις Vi | δία τοῦτο Vi διατοῦτο Β 4 et 6 τίσαι coni Mor 5 ὑμῖν om Vi | δεδέσθαι Vi 8 num ἐκτῖσαι? at cf. p. 522,2; t. II 465,3; III 181,12 10 οὐδὲν om Vi | ἐκεῖνον scripsi auctore Gasda κεῖνον Vi κἀκεῖνον Β LILau edd 12 τί μὴ] μήτ’ Vi | ταυτοῦ Β 16 αὑτῷ — ἐξουσίαν] καὶ ταύτην αὐτῶ τὴν ἐξουσίαν I | αὐτῶ BLILau | ὃ Lau 17 ταῦτ’ οἷός Β 18 ὧς τὸ] ὥστε Vi 19 αὐτοῦ scripsi e Vil αὐτοῦ BLLau edd 20 δὲ Vi | αὐτοῦ Vi | ἐργ- μάτων Vi ἐργμάτων Β)

521
μάτων ἐπιθυμοίη καὶ ναυαγίας δευτέρας, μέγα τὸ κω- λύον ἔξει.

τι τοῦτο; τὸ τραῦμα, ὦ ἄνδρες Ἀθη- ναῖοι, καὶ τὸ μηδὲ κεῖσθαι δύνασθαι μηδὲ ἔχειν ἐλπί- ζειν τι βέλτιον. τουτὶ γὰρ ἔστιν ἀκούειν τῶν ἰατρῶν λεγόντων καὶ πρόδηλον ὡς οὐκ εἰς μακρὰν οἰχήσεται. λύσετ’ οὖν ὅν ὁ θάνατος λύσει καὶ χαριεῖσθε τοσοῦ- τον ὅσον μὴ ἐκ τοῦ δεσμωτηρίου γενέσθαι τὴν ἐκφο- ράν, ἀλλ’ οἴκοθεν, ὅθεν ἐξελθὼν ἐκεῖνος κατεγέλασε τῶν δεσμῶν οὓς ἐκόμιζον ἐν ταῖς ναυσὶν οἶ τοῦ Δα- ρείου σατράπαι. οὐκοῦν οὐδεὶς Ἀθηναίων μετ’ Ἐρε- τριέων ἐδέθη. τοῦτ’ ἱστᾶι ἡ χάρις ἄδετον αὐτὸν | [*](RIV 343) ἀποθανεῖν, ἐπὶ τῆς πατρῴας κλίνης ἀφεῖναι τὴν ψυχὴν τῆς θυγατρὸς αὐτῷ καθαιρούσης τοὺς ὀφθαλμούς, οὐ γὰρ δὴ τοῦ παιδός γε τοῦ δεδεμένου.

Εἰπέ μοι· ἢν δὲ δόξω φλυαρεῖν ὑμῖν καὶ δέξη- τᾶι τὴν τελευτὴν ἐν τοῖς δεσμοῖς ὁ πατήρ, οὐκ αὐτὸν εὐθύς με δεήσει δεδέσθαι; πάνυ γε. τί οὖν δεινόν, εἰ ἀντὶ τοῦ τρισὶν ὕστερον ἡμέραις τήμερον τοῦτο ἔσται; ὅτι πονηρός, φησίν, ἐξελήλεγκται καὶ τὸν δῆμον ἠπατηκώς. οὐκοῦν ἐζημίωται διὰ τοῦτο χρήμασι, τὸ [*](5 cf. t. II 338, 1; t. IV 353, 28 R 9 Her. VI 94. Aristid. I. 1. p. 233, 10 sq. 10 Her. VI 101. Aristid. 1. 1. p. 226,4 11 cf. t. m 376, 10 13 II. λ 453. Od. λ 426. ὢ 296.) [*](1 num κωλῦον? at cf. ad t. IV 100, 17 3 μὴ δὲ ViB 4 τί ViBILau edd 5 ὧς om Vi 6 λύσετ’ scripsi e ViL λύσατ’ BILau edd | χαριεῖσθαι Β 8 ὅθεν om Vi 9 τοῦ om BLau 10 οὐκοῦν scripsi e ViBLaii οὔκουν LI edd i Ἐρετριέας coni Gasda 11 ἔσται scripsi ἐστι Vi ἔστι reliqui libri edd τούτου ἔστω coni lacobs Anth Pal III 669 13 αὐτῶ scripsi e ViBL αὐτοῦ ILau edd | οὐ — 15 μοι om Ι 15 δόξη Vi 16 τοῖς om Β 17 δεήσει scripsi e ViB δεήσῃ LILau edd sed „malim δεήσει“ Re | εἰ om Β 19 ἐξελήλεκται BLau 20 διατοῦτο ViB | post τὸ ras 2 litt L)

522
δεδέσθαι δὲ ἐκ τῆς ἀπορίας γέγονεν. εἰ γοῦν ἦν εὐθὺς ἐκτίσαι, οἴκοι ἂν ἦν, ἀλλ’ οὐκ ἐν τῷ δεσμωτηρίῳ. οὕτω χρήμασιν, οὐ δεσμῷ κεκόλασται. μένει τοίνυν ἐν ἐμοὶ τὸ ὄφλημα. τοῦτο δέ ἐστιν ὀφείλειν ὑμῖν Μιλτιά- δὴν καὶ ζῶντα καὶ τετελευτηκότα.

22. Καίτοι καὶ περὶ τῆς ἀπάτης καὶ τοῦ τὴν πόλιν ὑπὸ τοῦ πατρὸς ἠδικῆσθαι πολλὰ μὲν ὑπάρχει λέγειν, μάτην δ’ ἂν ἴσως λέγοιτο. τίς γὰρ ὄνησις δικαίων λόγων τοῦ καιροῦ παρελθόντος; καὶ γὰρ ἂν μυριάκις ὡς οὐδὲν ἠδίκηκεν ἐπιδείξω, κατέγνωσται. οὐ μὴν ἀλλ’, εἰ βούλεσθε, μικρὰ καὶ περὶ τούτου διαλέξομαι τοῦ μέρους, ἴν εἰδῆτε τὸ ῥᾳδίως πείθεσθαι τοῖς παροξύνουσιν οἷόν ἐστι.

Μιλτιάδης τὸν δῆμον τῶν Ἀθηναίων ἐπεθύμησε καταβλάψαι. πεπιστεύκατε μέν, ἴσως δὲ οὐκ ὀρθῶς. διὰ τί γάρ; τῶν ἀτίμων ἦν ἢ τῶν ἐλαυνομένων ἢ τῶν μισουμένων ἢ τῶν οὐδὲν γεν- ναῖον εἰργασμένων ἢ τῶν ἐφ’ οἷς ἔπραξαν οὐκ ἐπαι- νουμένων; εἰ γὰρ καὶ τῶν φαυλοτέρων πρότερον ἦν, οὐκ ἂν ὑπὸ τοῦ Μαραθῶνος ἐγένετο βελτίων; νῦν δὲ ὢν εἴπερ τις φιλόπολις καὶ κατωρθωκὼς ἃ μηδεὶς ἂν προσεδόκησε καὶ θαυμαζόμενος ὡς οὐχ ἕτερος αὐτὸς ἂν αὑτὸν ἀπώλλυ καὶ κακοῖς καλὰ διέ- φθειρε τοῖς δευτέροις τὰ πρῶτα; μαινομένου ταῦτα [*](RIV 344) καὶ παραφρονοῦντος.

τίς οὖν ἦν ὁ νοῦς | [*](1 ἢν om Vi 2 ἐκτίσαι cf. ad p. 520, 8 | ἂν ἦν] ἐνῆν Vi 5 καὶ ζῶντα om Re 8 ἴσθι Vi | καὶ ante λέγοιτο inser Lau edd delevi cuni Gasda | δικαίων] τῶν Vi 11 καὶ περὶ τούτου μικρὰ Β 13 οἶόν ἐστι] οἶον ὅτι coni lacobs Lect 112 | ἐστιν L sed ’ν eras 14 ἠβουλήθη I | πεπιστεύκαμεν ’ ἴσθι Vi) [*](15 διατί | signum interrogationis post γάρ posui cum Gasda comma BLILau edd om Vi | γάρ τις τῶν Β 17 ἔπραξαν scripsi cnm Gasda ἔπραξαν Vi ἔπραξεν BLILau edd 18 τῶν πρότερον φαυλοτέρων Gasda 20 ὥσπερ 22 αὐτὸν Lau 23 πρότερα? 24 ἦν om Vi)

523
τῶν λόγων ἐκείνων καὶ τῶν νεῶν καὶ τοῦ πλοῦ; Παρὸν εἶδεν ἐκεῖνος συνευξαμένην τοῖς βαρβάροις καὶ τῆς ἐκείνων μερίδος αὑτὴν πεποιηκυῖαν καὶ νῆσον ἐπὶ τῷ γένει πλουτοῦσαν. πρᾶγμα δὴ ποιῶν δίκαιον ἐπὶ τιμω- ρίαν τῶν ἠδικηκότων ἔπλει νομίζων οὐ δεήσεσθαι πραγμάτων οὐδὲ τριβῆς, ἀλλ’ ἀπὸ μόνης τῆς ὄψεως τἀκείνων ἕξειν.

οὐκ ἦν δὲ ἄρα δοκοῦν τοῖς θεοῖς ἁλῶναι Παρίους τὴν αὑτῶν, οἶμαι, δύναμιν ἐνδεικνυ- μένοις καὶ ὅτι μὴ βουλομένων αὑτῶν ὁ πλείστων κεκρατηκὼς ὀλίγων ἡττήσεται. ἡττᾶται δὲ ὁ ἡττώμενος οὐ τοσοῦτον ὀλίγων, ὧς ἄν τῳ δόξειεν, ἀλλὰ τῶν θεῶν. τούτοις πολεμίοις Μιλτιάδης ἐχρήσατο καὶ γέ- γονεν αὐτοῦ κρείττων οὐχ ὁ Πάριος, ἀλλ’ ἡ ταπει- νοῦν ἀξιοῦσα τοὺς μεγάλα δεδυνημένους θεός, καὶ τὸ κακὸν τοῦτο τὸ ἐν τῷ μηρῷ τὸ ἀνίατον οὐ τοξότου τινός ἐστιν ἔργον οὐδ’ ὁπλίτου οὐδ’ ἀκοντιστοῦ, ἀλλ’ ἡ κρίνασα θεὸς μὴ εὖ τελευτῆσαι τὸν μέγαν Μιλτιάδην αὕτη τοῦτο τὸ κακὸν ἔπεμψε.

ποῦ τοίνυν τὸ ἀδί- κημα, εἰ ἡ μὲν προαίρεσις καλή, τοῦ τέλους δὲ ἕτερος [*](1 sq. Her. VI 133 3 Choric. Milt. tit. p. 3, 5 et or. § 40 p. 10, 1 14 cf. p. 524, 11 et 526, 7) [*](1 παρ’ ὃν Vi 2 ἐκείνων Β sed ' et ὢ in ras m 2 3 αὑτὴν L sed ‘ corr m 2 αὐτὴν YiLau | καὶ νῆσον ἐπὶ τῷ γένει πλουτοῦσαν non solum corrupta sed etiam subditiva censet Gasda perperam cf. Choric. 11. 11. 4 γένει L sed εἰ in ras m 2) [*](7 οὐκ ἦν] οὔκουν Vi | δοκοῦν τοῖς] δοκοῦντας Vi 8 παρι- οῦσαν Vi I οὐ ante τὴν Ι edd delevi auctore Re | αὐτῶν scripsi auctore lie αὐτὴν libri sed ἢν eras L, edd 9 αὑτῶν scripsi αὐτῶν libri edd | ὅτι πλεῖστον Vi 10 ὀλίγον Vi | ἡττήσεται scripsi e ViBLau ἡττηθήσεται LI edd 11 τοσοῦτον L sed το in ras m 2 τοσούτων Lau | τῳ om Vi 12 τούτοις scripsi τοιούτοις libri edd | ὁ ante μιλτιάδης BLau Mor, del Re καὶ Vi 14 τὰ Mor 15 τὸ(1) om ViLau 16 ὁπλιστοῦ Vi n οὐ Vi 18 αὕτη scripsi e Vi αὐτὴ BLILau edd | „malim ἐπέπεμψε“ Re | τὸ in ras 2 litt om L)

524
κύριος; πλουσίους ἡμᾶς ἔφη ποιήσειν. ᾤετο γάρ. ἀλλ’ οὐκ ἐποίησε. κρείττων γὰρ ἦν ὁ μαχόμενος. ἐλπὶς δὲ οὐχ ἥδε πρώτη γέγονεν ἀτελής. καίτοι λόγον εἶχεν [*](RIV 345) αὕτη πολύν. τί γὰρ θαυμαστόν, εἰ ῥᾷστον | ὀνό- μισε τὸ Παρὸν ἑλεῖν μετὰ τὰ ἐν Μαραθῶνι;