Declamatio 10

Libanius

Libanius, Declamatio 10, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

πολλοὺς καιρούς, ὦ Νεόκλεις, διαλλαγῶν, πολλοὺς παραλέλοιπας. ἠγρύπνουν, ἐπεθύμουν ἐμαυτὸν ἐξισῶσαι τῷ Μιλτιάδῃ, σὺ δὲ ἐτήρεις τὴν ἀποκήρυξιν. τριήρεις ἑκατὸν Ἀθηναίοις ἐποίουν, σὺ δὲ οὐκ ἔλυες τὴν ἀπέ- χθειαν. διήλλαττον τοὺς Ἕλληνας πρὸς αὑτούς, σὺ δὲ οὐ διηλλάττου τι παιδί. τὴν γνώμην εὕρισκον τοῦ Πυθίου, σὺ δ’ οὔπω με σωφρονεῖν ἡγοῦ. ἀντέσχον πρὸς τὴν φήμην ἐκείνην καὶ τὸν λόγον τῆς βασιλέως στρα- τείας· Ξέρξης ἐλαύνει τοὺς τὴν Ἀσίαν οἰκούν- τας μικροῦ πάντας ἐπὶ τὴν Εὐρώπην ἄγων, [*](11 cf. p. 464, 16 12 Plut. Them. 4, 2. Corn. Nep. Them. 2. Polyaen. I 30,6. cf. Her. VII 144 14 Plut. Them. 6,3. Her. VII 145. Aristid. Panath. t. I p. 248 Dind. 15 cf. p. 466, 11 sq. Her. VII 143. Plut. Them. 10. Polyaen. I 30, 1 sq. 18 Isocr. paneg. § 88. Her. VII 21) [*](1 καὶ(1) om C 2 με inserui auctore Re coll p. 467,2 om libri edd με ταύτην lacobs Add 231 Lect 119 4 ὑμᾶς om I 6 signum interrogationis posui, punctum libri edd | ἄν, οἶμαι, εἷναι lacobs Add 225 AppPors 302 7 φαίης scripsi, ut coni Mor φαίη libri edd | τοχθὲς CBL ὅτι (inser) οὐ χθὲς I 8 ἢ I sed ἀλλὰ corr m 2 | ἢ πάλαι; πάλαι (an iam dudum? iam du- dum) coni Re cui obloquitur lacobs Lect 119 | δῆλον post πάλαι; inser | οὖν inser I 2 9 μεταβεβλήμην LLau 11 παραλέλοιπας I sed ἶπας in ras 6 litt m 2 παραλελοιπότας Β 14 αὑτούς scripsi e LI αὐτοὺς CBLau edd 16 δὲ I 17 ἐκστρατείας I)

499
καλύπτεται δὲ καὶ ἡ γῆ πεζῷ | πολλῷ καὶ [*](RIV 397) ναυσὶ θάλαττα. ποταμοὺς δὲ ἤλεγξεν ἡ στρατιὰ πιοῦσα, τῶν τοξοτῶν δὲ ἀφιέντων βέλη τὸ ὑπὸ τούτοις σκιά, γῆν δὲ ποιεῖ τοῖς ὁπλίταις καὶ ταῖς τριήρεσι θάλατταν. καὶ δοκεῖ τοῖς ὁρῶσι θεῶν ὁ μέγιστος ἐν ἀνθρώπου τύπῳ πάντα κινεῖν, τῶν δ’ Ἑλλήνων οἶ μὲν φόβῳ συνακο- λουθοῦσιν, οἶ δὲ ἡσυχάζειν ἐγνώκασι.

τού- των οὐδέν μου κατέσεισε τὴν γνώμην οὐδ’ ἐξέπληξεν οὐδ’ ἔπεισε καταλῦσαι τὰς ἀμείνους ἐλπίδας. οὐδ’ ἐπὶ ξένια τοὺς ἐπὶ τὴν βῶλον ἥκοντας ἐκάλεσα κήρυκας ἀλλ’ ἀπέκτεινα. καὶ οὐδὲ δι’ οὗ ταῦθ’ ὑμᾶς ἑρμηνέως ἐδίδασκον οὐδ’ οὗτος διέφυγε τὴν δίκην, ἀλλ’ ἦν μὲν ἡμέτερος ἄποικος, ὅμως δὲ ἀπέθνησκεν ἀντὶ τῆς φωνῆς αὑτοῦ.