Declamatio 9
Libanius
Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
πατέρα οὖν ἀνιῶν θεοῖς οἴει κεχαρισμένα ποιεῖν; οὐκ οἶσθ’ ὅτι μεθ’ ἡμῶν ἑστήκασιν ἐν ταῖς πρὸς τὰ τέκνα διαφοραῖς; οὐκ ἤκουσας Ὁμήρου τοι- οῦτόν τι λέγοντος; θεῶν δὲ καὶ τῆς παρ’ ἐκείνων εὐνοίας ἅπασι μὲν ἀνθρώποις οἶμαι δεῖν, μάλιστα δὲ τοῖς τὰ μέγιστα πράττουσιν ὑμῖν, ἐπεὶ καὶ νῦν συμ- μαχίαν ἴσμεν δαιμόνων Ἐλευσινόθεν ἀφικομένων τῇ πόλει. ταύτης τοίνυν μηδαμῶς σαυτὸν ἀποστερήσῃς πρὸς τὰ λοιπὰ τῶν ἔργων.