Declamatio 8

Libanius

Libanius, Declamatio 8, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

καὶ τίνες ἂν ἦσαν προσδοκίαι παρ’ ἐμοῦ τοῖς ἀνθρώποις ἀγαθῶν ἢ τιμαὶ διὰ τοῦτο παρ’ ἐκείνων ἐμοὶ τοσαύτῃ μου περὶ τοὺς οἰκειοτάτους ὀλιγωρίᾳ κεχρημένου; πῶς γὰρ ἔμελλον δόξειν ἀνθρώποις ἔσεσθαι χρήσιμος καὶ βοηθεῖν ἐθελήσειν τὰ πρὸς τὴν ἐμαυτοῦ παῖδα δίκαια Ι προδεδωκώς; παρ’ ὑμῖν [*](RIV 418) δὲ τοῖς θεοῖς τίς ἂν εἴη μοι δόξα πρᾴως ἐνηνοχότι τηλικαύτην αἰσχύνην; ἴσης γάρ, οἶμαι, κακίας τό τε μὴ τὰ μικρὰ παρορᾶν εἰδέναι τό τ’ ἐπὶ τοῖς μεγίστοις μὴ χαλεπαίνειν.