Declamatio 8
Libanius
Libanius, Declamatio 8, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
τί δ’ ἂν ἔδει καὶ δικαστῶν ἑτέρων ἐπὶ τοιούτοις; οὐ βωμὸν ἀνέσπασεν ἐμὸν Ἁλιρρόθιος οὐδὲ θυσίαν ἐκώ- λυσεν οὐδὲ τῶν ἱερέων τινὰ τῶν ἐμῶν ἐπάταξεν. ἦν μὲν γὰρ ἂν καὶ ταῦτα δεινά, τοῦ παρόντος δ’ ἐλάττω. θυγάτηρ ἀπόλωλέ μοι, θυγάτηρ βεβίασται, θυγάτηρ πεπόρθηται· παίδων δὲ οὐδὲν τιμιώτερον πατράσιν.