Declamatio 8

Libanius

Libanius, Declamatio 8, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

θαυμάζω δὲ ὅπως ἐμὲ μὲν ᾤου δεῖν μηδὲν ἄνευ σοῦ ποιεῖν, τὸν δὲ σὸν υἱὸν οὐδὲν ἠδικηκέναι νομίζεις ἀφέντα μὲν ἐμὲ καὶ τὸ πεῖσαι καὶ τὸ διαλεχθῆναι, καταπαλαίσαντα δὲ τὴν ἀθλίαν παρ- θένον. ἔδει με πρὸς σὲ εἰπεῖν; Πόσειδον, ἀδικεῖ μ’ ἑ Ἁλιρρόθιος. διὰ τί δὲ μὴ ’κεῖνον πρὸς ἐμὲ ταῦτα εἰπεῖν πρότερον; βούλομαί σοι κηδεῦσαι. τὴν ὥραν Ἀλκίππης τεθαύμακα. πρίν τι οἶον οὐκ ἄξιον συμβῆναι | πείθου. εἰ δ’ ἀναιδὲς τοῦτο ἦν, [*](RIV 417) ἀλλ’ οὐ τό γε πρὸς τὸν πατέρα εἰπεῖν· εἰ δὲ καὶ τοῦτο, θαυμαστὸν εἰ ἃ λέγειν ᾐσχύνετο, ταῦτα ποιεῖν οὐκ ὤκνει.