Declamatio 5
Libanius
Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
δοκίμαζε γάρ, Ὀδυσσεῦ, τίς ποτε πρὸς τὸ δαιμόνιον ὁ μεμνημένος ὅρκων, κἂν μὲν εὑρίσκῃς εὐλαβείᾳ παρὰ πάντα τὸν βίον εἰς τὸ θεῖον κεχρημένον, καὶ σὺν ὅρκῳ πιστὸν ἡγοῦ καὶ πρὸ τῶν ὅρκων πολλά- κις· ἂν δ’ ἀσελγῆ καὶ θρασὺν οὐχ ἧττον εἰς ἐκείνους ἢ εἰς ἡμᾶς καὶ μήτε λόγῳ μήτ’ ἔργῳ ὀκνοῦντα δυσσε- βεῖν, κἂν σφάττῃ κάπρον κἂν αἱμάττῃ τὸ ξίφος κἂν [*](1 Plat. Prot. p. 323 A 12 II. ι 132 et 272) [*](1 δὲ BLaurCan Mor | πολλοῖς scripsi ex HVLa sed in hoc πολλάκις in marg y, Ma sed γρ πολλάκις suprascr m 2, Laur πολλάκις reliqui libri edd | αὐτὸν HVLaMa sed in hoc ‘ in ’ corr m2 | ὧς Mor sed γρ δύνασθαι in marg inser Ma3 | θυσίαι καὶ θεραπεῖαι καὶ εὐχαὶ καὶ ἱερεῖα καὶ κάλλος reposui e libris θυσίαις καὶ θεραπείαις καὶ εὐχαῖς καὶ ἱερείοις καὶ κάλλει edd 3 γρ κατασκευάσθαι in marg Mor 4 τοῦτο Can | μὲν om Can Ι μέλλειν Mor sed γρ μέλειν in marg Ι ἥγηται Ma 6 κρι- νεῖν ViMa sed in hoc ν eras | τῶ Β 7 εἰς om BCan | εἰσύ- στερον MaLaur | πάθει Β 8 τε Ma 9 οἷος Ma sed ς add m 2 οἷς HV Ι οὗτος ante ὁ BLaurCan edd sed om γρ Mor Ι τοῦ BLaurCan edd sed γρ τοσούτου in marg Mor 10 αὐτῶν post κρειττόνων Mor 12 μνημονεύων Vi et γρ in marg Mor ὅρκων Mor sed γρ ὅρκου in marg Ι εὑρίσκῃς Ma sed εὑρήσης suprascr m 3 15 δὲ LaVi Ι ἐπ’ Β 16 ἡ εἰς om H Ι εἰς om La Mor Ι μήτ’ ἔργῳ μήτε λόγῳ MaB | μήτε LaurCan Mor 17 ταῦρον Laur)
τῆς ποίας οὖν μερίδος Ἀγαμέμνων εἶναί σοι φαίνεται; πότερον τῆς οὐδὲν ἀνωτέρω τῶν θεῶν ἀγούσης ἢ τῆς ἐν γέλωτι πεποιημένης τἀκείνων; σὺ μὲν οὐκ ἂν εἴποις ἃ φρο- νεῖς, ἐγὼ δὲ οὐκ ἀποκρύψομαι. οὐχ οὗτός ἐστιν ὁ [*](R IV 73) Ι πρῶτον μὲν ἐν Αὐλίδι τῆς Ἀρτέμιδος ἀμαθίαν εἰς τοξικὴν καταγνοὺς καὶ φήσας οὐδὲν εἶναι πρὸς ἑαυτὸν ἐκείνην ἐν ἀφέσει βελῶν, ἐξ οὗ δὴ καὶ τὸν στόλον ἐπέσχεν ἡ θεὸς χαλεπήνασα; καίτοι τί τῆς μανίας τὸ κέρδος; ἔτυχες τοῦ θηρίου. τί οὖν ὑπέρ- λαμπρον; οὐ γὰρ Ἀλεξάνδρου τετύχηκας. ἀλλὰ καὶ τοῦτο γενναῖον. οὐκ οὖν ἀρκεῖ βεβληκέναι, ἀλλὰ καὶ σεμνύνεσθαι τῷ βλήματι δεῖ; Τεύκρῳ σαυτὸν ἀντίθες. ἀλλ’ οὐχ ἱκανὸν τοῖς ζῶσ·ιν. Ἴδᾳ τῷ παλαιῷ. σὺ δὲ ἀφεὶς τὴν γῆν τοῖς θεοῖς πολεμεῖς.