Declamatio 5

Libanius

Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

Χωρὶς δὲ τούτων μὴ θαυμάζοντα μὲν τὰ δῶρα τὴν ὀργὴν ἐξαλείφειν οὐκ ἔνι, θαυμάζειν δὲ ὧν τις ὑπερεῖδεν οὐχ οἷόν τε. ἐμοὶ τοίνυν κατέχειν μὲν ἐξῆν [*](R IV 64) ἑλόντι, τίς γὰρ ἂν ἄκοντος ἥψατο; | κοινὰ δὲ ποιεῖν τῶν Ἑλλήνων τὰ τῶν ἐχθρῶν ἀγαθὰ πρέπειν [*](12 cf. ad p. 307, 14 17 Il. ι 331) [*](2 ταῦτα LaurCan Mor 3 γίγνεται Vi γέγονε HVLa οἶδε Ma sed γρ εἰδέναι in marg m 2 Ι δίκαιος reposui e libris δικαίως Ma sed γρ δίκαιος in marg m 2, Mor sed γρ δίκαιος in marg, Re sed δίκαιος in nota | ὁ ante ἐκεῖνος edd delevi ut delendum coni Re ἐκεῖνος om LaVi et γρ in marg Mor 4 ἀλλ’ om Ma | ἐμὸν Can | τῶν σκύλων supra τοῦ μέρους Ma 3, post τοῦ μέρους edd delevi 5 μὴ δὲ HLaViMaB 6 οὐ κατέστη] οὐκ ἔστι HVMaLaur 7 ὅ ViCan 8 εἶχε Ma sed γρ εἶλε suprascr m 3 εἶχεν Mor Ι ταῦτα ante κομίζεται Vi 9 τῇ om La 10 μέμνητ’ reposui ex HVLaViBCan μέμνη- ται Ma μεμνῇτ’ Laur edd | οὐ] καὶ Can | ταῦτ’ Can τοῦτο LaVi | ἔστιν scripsi ἐστιν VLaMa ἐστὶν HLaur ἐστίν Vi ἂν ἦ Can ἂν ἦν Β edd 12 ἐμοὶ LaVi | λογίζηται Mor ὀργὴν 13 θαυμάζοντιΒ 14 δωρεὰν Β | τίς LaViCan 15 οὐκ ἔνι Can | ἐξῆν ἑλόντι reposui e libris ἦν ἐξελόντι edd 16 ἂν om Vi Ι ἄκοντας Can 17 τῶν Ἑλλήνων reposui e libris τοῖς Ἕλλησι edd | πρέπον Laur)

333
ᾀήθην. εἶτ’ ἐν χεροῖν μὲν ὄντα ῥᾳδίως ἐξέβαλον, ζητῶ δ' ἀπόντα; καὶ τῷ δοῦναι σεμνυνόμενος ἐπιθυμῶ λα- βεῖν; καὶ πάντα μὲν ἡγησάμην μικρά, μικρὰ δ’ ἐξ ἁπάντων θαυμάζω; τί οὖν αἰτεῖ συγγνώμην Ἀγαμέ- μνων; εἰ γὰρ ἐφέλκεταί με τὰ δῶρα, καλῶς ἐκεῖνος ὕβριζε. πᾶς γὰρ ἐλάττων κέρδους ἀτιμαζέσθω.

Βούλομαι τοίνυν ἐπανελθὼν ὅσα φρονῶ περὶ τῆς κηδείας εἰπεῖν. θῶμεν γὰρ καὶ βιώσεσθαί με παρὰ τὴν τῆς μητρὸς μαντείαν καὶ πάλιν ἐπιβήσεσθαι τῆς οἰκείας. εὐθὺς οὖν Ἀγαμέμνων ἐγγυήσει τὸ θυγάτριον; τί λέγεις; ὁ τὴν οὖσαν ἀφαιρούμενος τὴν αὑτοῦ δώσει καὶ τῆς αἰχμαλώτου φθονῶν ἐγχειριεῖ τὴν παῖδα; καὶ τοῦ πολέμου τελευτὴν εἰληφότος ἔσται χρηστὸς ὁ μηδ’ ἐν τῇ χρείᾳ σωφρονῶν; οὐκ ἔστιν. ὁρῶ τὸ μέλλον τοῖς ἤδη πεπραγμένοις καὶ γίγνεταί μοι τῶν δευτέρων ἃ πέπονθα διδαχὴ καὶ τοῖς ἐγνωσμένοις τἀφανὲς ἐξελέγ- χεται.

ἀλλ’, εἰ δοκεῖ, καὶ τοῦτο θῶμεν, ἐμμενεῖν οἷς ὑπισχνεῖται καὶ πληρώσειν τὸν γάμον. τί τοίνυν [*](1 ἐξέβαλλον HVi 2 δὲ Η | σεμνυνομένας Can μεμνη- μένος Ma sed del m 3 et σεμνυνόμενος in marg m 3 | ἐπιθυμῶν Can I λαβεῖν scripsi ex HVLaViMaLaur λαμβάνειν BCan edd) [*](3 δὲ LaurCan Mor 5 ἐκεῖνον Can 6 ὕβριζεν Ma Mor πῶς HV Mor | γὰρ om Ma 7 Βούλομαι — 8 εἰπεῖν citat praemissis verbis καὶ πάλιν post ἐπάνειμι — τὰ ὅπλα (p. 326, 8) Gregor. εἰς τὸ περὶ μεθόδου δεινότητος Herm. Rhet. gr. VII p.1224, 23) [*](8 βιώσασθαι Can Ι περὶ Vi Ι παρὰ τῆς μητρὸς τὴν Laur) [*](9 μου post μητρὸς Η 10 οἰκείας scripsi e MaBCan ut coni Re et Iacobs Ach. Tat. 800 οἰκίας reliqui libri edd 11 τί λέγεις; om Can | αὐτοῦ La sed ‘ corr n αὐτοῦ HVViB Can edd ἀποῦσαν lacobs Add 350 Lect 93 12 τὴν αἰχμά- λωτον Mor τὴν αἰχμαλώτου Re 13 μὴ δ’ HLaViMaLaur Can μηδὲν Mor 14 ἐν om Mor | ὀρῶ La sed ω ex ων corr n 15 γίνεται MaLaur 16 τἀφανὲς scripsi ex HVLaMaB Laur τἀφανῆ ViCan edd | ἐλέγχεται Laur 17 ἐμμενεῖν scripsi auctore Re ἐμμένει Can edd ἐμμένειν reliqui libri 18 πλη- ρώσειν scripsi ex HLaViMaBLaur πληρώσει VCan edd)

334
ἐν τῇ παιδὶ τοιοῦτον, δι’ ὅ δεῖ προκινδυνεῦσαι τοῦ δυσμενοῦς; πλοῦτον ἐποίσεται μέγαν. ἀλλ’ οὐ θαυ- μαζῶ τὸ πλουτεῖν. ὥρᾳ λάμπει σώματος. ἀλλ’ οὐκ ἀσφαλὲς τὸ κτῆμα καὶ δείκνυσιν Ἑλένη. τρόπων ἤσκη- κεν ἀρετήν. καὶ πότερον τὴν τήθην ἢ τὴν τηθίδα μεμίμηται; γένους ἕνεκα, νὴ Δία. καὶ πότερον Αἰακὸς [*](R IV 65) Ταντάλου χείρων ἢ | Πήλευς Ἀτρέως; ὧν ὁ μὲν εὐχῇ τὸν λιμὸν ἔλυσεν, ὁ δὲ τὴν τῶν Κενταύρων ὕβριν [*](6 Aristid. p. 607, 3 et 12 sq. 7 cf. t. II 545, 15 8 cf. ad 1. 111243,2) [*](5 τὴν τήθην ἢ τὴν τηθίδα] τίθην λέγουσι τὴν τοῦ πατρὸς ἢ τῆς μητρὸς μητέρα, ἀλλ’ οὐ μάμμην. οὐδεὶς γὰρ τῶν ἀρχαίων εἷπε. μᾶλλον μὲν οὖν τὴν μητέρα τινὲς αὐτῶν μαμμίον ἐκάλεσαν, σὺ δὲ μητέρα λέγε. τὴν δέ γε τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφὴν τιθίδα φασὶν. ἐδήλωσε δὲ Λιβάνιος ἐνταῦθα ἀμφότερα λέγων τοὺς τῆς Ἀγαμέμνονος θυγατρός· τρόπων ἤσκησεν ἀρετὴν καὶ πότερον τὴν τίθην ἢ τὴν τιθίδα μεμίμηται ἢ τὴν μάμμην αὐτῆς, τὴν Εὐρόπην (corr Ἀερόπην) δηλαδὴ ἢ τὴν Λήδαν, ἢ τὴν θείαν αὐτῆς Ἑλένην τὴν τῆς μητρὸς ἀδελφὴν δηλονότι κτλ. (= Thom. Μ. 1. 1. p. 360 , 4—361, 2 υἱέων) B2) [*](τῆν’ τήθην] τὴν Ἀερόπην λέγει τὴν τοῦ Ἀγαμέμνονος μητέρα. ἣν ὁ ἀνὴρ αὐτῆς Ἀτρεὺς μοιχευομένην λαβὼν τῷ ἀνδραδέλφῳ αὐτῆς Θυέστῃ εἰς θάλασσαν ἔρριψεν Ma2) [*](τὴν τηθίδα] τὴν τοῦ Πέλοπος γυναῖκα Ἱπποδάμειαν λέγει. καὶ αὕτη γὰρ ἐμοιχεύετο τῷ Μυρτίλῳ. Ma2) [*](1 διὸ LaViCan | δὴ HVi | προκινδυνεῦσαι Ma sed εῦ in οὐ οὑς ras m 3 | τὸν δυσμενῆ Vi 2 μέγαν Laur 3 τῶ Can Ι ὥρᾳ scripsi e LaLaur ὥρα reliqui libri edd | ἀλλ’ om Laur 4 Ἑλένην Mor | τρόπων — 6 μεμίμηται citat praemissis verbis ἐδήλωσε δὲ Λιβάνιος ἀμφότερα ἐν τῇ τοῦ Ἀχιλλέως ἀπολογίᾳ λέ- γων περὶ τῆς τοῦ Ἀγαμέμνονος θυγατρός Thomas M. p. 359, 10 s. v. τίθην | τῶ τρόπω Can τρόπω Vi | ἤσκησεν Vi 5 τήθην scripsi ex HVMaLaurCan coll t. II 559, 11 cum lacobsio Phil. 298 τηθὴν La τίθην ViB Thom edd | τηθίδα scripsi e Can cum lacobsio τητθίδα Η τητθύδα V τιτθίδα reliqui libri edd τιθίδα Thom 8 εὐχὴ] τὸν Laur | λιμὸν scripsi ex H VLaViB coll. t. II 545,15 λοιμὸν reliqui libri edd sed λιμὸν coni Mor Not fol. f III | ἔλυσεν scripsi ex HVLaMaBLaurCan διέλυσεν Vi Re | τῶν om Can)
335
κατέλυσε καὶ δι’ ἀρετὴν τρόπων τῷ Θέτιδος ἐτιμήθη γάμῳ.

ἐξεταζέτω τοὺς προγόνους Ἀγαμέμνων καὶ πάντας ἐκ τῶν ἀδικημάτων βεβοημένους εὑρήσει. Τάν- ταλος ἐξειπὼν τὰ ἀπόρρητα καὶ τεθνεὼς κολάζεται, δικάζει δὲ ὑπὸ γῆν Αἰακός. Πέλοψ τὸν συναγωνιστὴν Μυρτίλον ἐν Γεραιστῷ κατεπόντισεν. Ἀτρεὺς ἀδελφὸν ἀπέκτεινε καὶ παῖδας ἀδελφοῦ, τὴν δὲ θοίνην σιωπῶ. οὗτος αὐτὸς Ἀγαμέμνων εἰς τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν ἀσελγής. ὥστ’ οὐκ οἶδ’ εἰ προσῆκεν οἰκίαν θαυμάζειν τοσούτου γέμουσαν τοῦ μύσους.

κεφά- ’λαιον δέ, βάρβαρος Ἀγαμέμνων τὸ ἐξ ἀρχῆς, ἐγὼ δὲ Αἰγινήτης. γίνεται οὖν ἡ μίξις τοῖν γενοῖν ὄνειδος [*](1 Ovid. Met. XII 366 sq. [Apollod.] bibl. III 13, 3 5 cf. t. IV 338, 19 Ι Soph. El. 508 c. schol. Eur. Or. 989 sq. Hyg. fab. 84. Tzetz. Lyc. 157 6 Chrysippum cf. Hyg. fab. 85. Schol. ad Il. β 105 7 Tantalum et Plisthenem cf. Hyg. fab. 88 | Soph. Ant. 1293 11 Soph. Ant. 1292) [*](6 ἀδελφὸν] ἤτοι τὸν Χρύσιππον suprascr Ma 2 7 ἀδελ- φοῦ] τοῦ Θυέστου suprascr Ma 2 11 βάρβαρος] Τάνταλος γὰρ ὁ πρόγονος τούτου Λυδὸς ἦν Ma 2 12 Αἰγινήτης] ἀπὸ Αἰγίνης τῆς Ἀσωποῦ ποταμοῦ Θηβῶν Αἰακός, Αἰακοῦ δὲ Τελαμὼν καὶ Πήλευς, Πηλέως δὲ Ἀχιλεύς Ma2) [*](1 ἀρετῆς τρόπον La sed ῆς in ras n, ViMaLaur | τῆς ante Θέτιδος Vi 4 τ’ ἀπόρρητα Re 5 δ’ Β | τὴν ante γῆν Laur 6 μυρτῖλον LaMaBLaurCan | πρὸς Can πρὸς Laur πρὸς τῶ Β | Γεραιστῷ scripsi e La sed ι inser n, ViMaB γεραίστω Laur γεραστῶ Can edd γεράστω HV cf. t. I 89, 8 κατεπόντωσεν Β Ι δὲ post ἀτρεὺς Laur 7 ἀδελφοῦ Mor sed γρ Θυέστου in marg 8 Ἀπόλλω reposui e libris Ἀπόλλωνα edd) [*](9 ἀσελγής reposui e HVLa sed in hoc e ~ corr n, Ma sed in hoc βὴς supra λγὴς m 2, BLaurCan ἀσεβὴς Vi ἠσέλγησεν edd Ι ὥστε La Ι οἶδα Laur Ι ἢν Can 10 τοῦ cum Wolf del Re 11 τὸ ἐξαρχῆς VCan τοεξαρχῆς ViMaB Ι δ’ Ma δέ γε La Vi δέ τε HV 12 γίγνεται VLaLaur edd γίνηται Can Ι δυοῖν ante γενοῖν Πα)

336
μὲν τοῖς Αἰακίδαις, κόσμος δὲ τοῖς Πελοπίδαις. οὔκουν ἐκεῖνος θεραπεύσει τὴν ὕβριν τῷ γάμῳ, ἀλλ’ αὐτὸς ἁμαρτὼν οὕτ’ ὡς ἂν ᾤμην τὴν ἁμαρτίαν λύσειν φάσκων αὐτῷ κηδεύσειν ἐπὶ ταῖς διαλλαγαῖς.

55. Εἰ δ’ ὥσπερ Ὀρέστην με τιμήσει, τῷ μὴ μᾶλλον ἐμὲ τιμᾶν ἀδικήσει. πῶς γὰρ οὐκ ἄτοπον παρ’ ἐμοῦ μὲν ἔχειν τὸ τὸν Ὀρέστην αὖθις ἰδεῖν, τῆς δ’ αὐτῆς ἄγειν ἐκείνῳ τιμῆς; Ὀρέστῃ τε γὰρ τοῦ πατρὸς ἐντι- [*](R IV 66) μότερος ἐγώ, δι’ ὃν οὐκ ὀρφανὸς | ἐκεῖνος, τούτῳ τε Ὀρέστου, δι’ ὅν ἕξει τοῦ παιδὸς ἀπολαύειν. οὕτω τῶν ὑποσχέσεων αἶ μὲν ἐλάττους τοῦ δέοντος, αἰ δὲ δωρεῶν ἀφεστᾶσιν, ἐν δὲ ταῖς ἐκεῖνος πλεονεκτεῖ. ἀλλ’ ἔστων καὶ μεγάλαι καὶ καλαὶ καὶ θαυμασταί, ἐχθροῦ δέ γέ εἰσι καὶ οὐ πεφύκασιν εὐφραίνειν.

56. Ὦι τοίνυν ἡμᾶς μάλιστα κάμψειν ἤλπισας, ὅτι τὴν κόρην ἀποπέμψει, τοῦτο τοῦ μηδενὸς ἄξιον εἰς τὴν σπουδὴν ἐστί σοι. τίς γὰρ οὕτως εὐήθης ὃς οὐ [*](5 Il. ι 284 16 Il. ι 132 et 274) [*](1 οὔκουν scripsi e LaViMaBLaurCan οὐκοῦν H οὐκ οὖν V edd 2 vocibus ἐκεῖνος θεραπεύσει incipit Cr fol. 45 v sed scriptura paene tota erasa est Ι θεραπεύει VLaVi | τῶν γάμων Η I ἀλλ’ om Can Mor 3 λύειν LaMa λύσιν Vi 5 με ὀρέστην Ma Ι τὸ Β Ι μὴ om Ma | μηδὲν Ma sed γρ μᾶλλον suprascr m 2 1 τὸ inser Ma 2 Ι δ’ αὐτῆς scripsi ex HVMaB δὲ αὐτῆς LaVi αὐτῆς δ’ Laur edd αὐτῆς Can 8 ἄγειν ἐκείνῳ τιμῆς scripsi ex HVLa ViMaB ἐκείνῳ τιμῆς ἄγειν Laur Can edd Ι τιμῆς ὀρέστη. ὀρέστη V | Ὀρέστῃ — 10 Ὀρέστου in marg Β | τε inser Ma 2 om V ὅτω Η 12 ἐκεῖνον Can πλεονεκτεῖν BCan | ἀλλ’ — 13 θαυμασταί praemisso Λιβάνιος citat Lopadiota lex. Vind. p. 64, 16 s. v. ἔστων ἀντὶ τοῦ ἔστωσαν 13 ἔστων Ma sed ’ν add m 2 ἔστωσαν Can ἔστω HV Mor | καλαὶ om Ma πολλαὶ La ViLaur et γρ in marg Mor καὶ om Ma | ἐχθροῦ δέ γε Mor sed γρ ἐχθρὰ in marg 14 γε om MaBLaurCan γ’ V 15 μάλιστα om LaurCan 16 τοῦτο τοῦ in ras Ma 3 | τοῦ om Can Mor | εἰς in ras Ma 3 17 ἔστι HVLaMa ἔστω LaurCan)

337
τῆς ἀφαιρέσεως ἀλγήσει μᾶλλον ἢ τῆς ἀποδόσεως εἴσεται χάριν; τὸ μὲν γὰρ ἐκ τῶν δικαίων ὑπῆρχε, τὸ τῶν αὑτοῦ κρατεῖν· ὅν δ’ ἀφῄρηταί ἀέ τις χρόνον, ἠδί- κηται. καὶ τὸ μέν ἐστιν ἔγκλημα, τὸ δὲ οὐκ ἔστιν εὐεργεσία. ὃ γὰρ ἐχρῆν συνεχῶς παρ’ ἐμοὶ μένειν, τοῦτο ἁρπάσας, εἶτ’ ἀποδούς, τῷ μὲν ἐλύπεις, τῷ δὲ οὐ χαρίζῃ. τίς γὰρ ἡ χάρις ἀποστῆναι τῶν ἀλλοτρίων;

ὅτι τοίνυν οὐχ οἷόν τε λύσιν τῶν ἀδικημάτων διὰ τῆς ἀποδόσεως γενέσθαι γνοίης ἂν ὡδί. νῦν ἐπάνεισί μοι Βρισηίς. καλῶς. πόθεν οὖν ἐπάνεισι; παρ’ Ἀγα- μέμνονος. τοῦτ’ οὖν αὐτὸ τὸ παρ’ Ἀγαμέμνονος ἐπανή- κειν τίς λύσει μηχανή; ἴως δ’ ἂν ἀπὸ τῆς ἐκείνου σκηνῆς ἐξίῃ, μένει τὸ λυποῦν ἀνίατον. χωρὶς δὲ τού- των, οὐ τὸ σῶμα τῆς ἀνθρώπου τότ’ ἀφῃρεῖτο μόνον, ἀλλὰ καὶ προσῆν ὕβρις τοῖς πραττομένοις, μᾶλλον δέ, ὅλον ὕβρις ἦν τὸ πρᾶγμα. ἡ μὲν οὖν ἄνθρωπος αὖθις ἔσται παρ’ ἡμῖν, τὸ δὲ μὴ πεπαρῳνῆσθαι πόθεν προσ- [*](2 τῶν om Vi 3 αὑτοῦ scripsi e Laur αὐτοῦ reliqui libri edd | χρόνου Can 4 τὸ δὲ scripsi ex HVLaVi cum Iacobsio Lect 93 τὸ δ’) τό δ’ reliqui libri edd 5 νουνεχῶς Mor 6 τοῦθ’ MaB | ἐλύπησας La sed ἃς in ras y, Ma sed ἤσας ex εἰς corr m 2 ἐλύπει Can ἐλύπησε Mor sed γρ ἐλύπει in marg | δ’ MaBLaur 7 χαρίζει Can χαρίζεται Mor 9 ἀποδώσεως La ἀπογνώσεως Vi Ι εἷναι HVLaMa sed in hoc γρ γενέσθαι in marg m 2 | δ’ ante ἂν Laur | ὡδί reposui e libris ὧδε edd 10 οἶν ὁ HVLaMa δ’ Vi | παρὰ Ma | Ἀγα- μέμνονος; edd 11 τοῦτο MaLaurCan Mor | γοῦν Laur Ι τὸ inserui e HVLaViMaLaurCan om Β edd 12 μοι ante μη- χανή Η edd et inser Ma 3 13 σκηνῆς Ma sed σκην in ras m 3 ἐξῆ Laur ἐξῄει Can ἔξεισι Ma | παράπαν Mor sed γρ λυποῦν in marg 14 οὐδὲ Β | τότ’ scripsi e VLaViLaur et inser Ma 2 τότε Β edd τοῦτ’ Η om Can | ἀφῄρητο Vi MaB 15 καὶ om Can | δ’ HB 16 τὸ ante ὅλον Can ὕβρις ἦν τὸ πρᾶγμα ὅλον Vi 17 πεπαρῳνεῖσθαι La παρῳνεῖσθαι Vi πεπαρῳνηκέναι Can sed γρ πεπαρωνῆσθαι in marg)

338
έσται μοι; εἰ τοίνυν ὑπὲρ οὗ τὴν κόρην ἀπέσπα, τοῦτο οὐκ ἀναιρήσει, σώζεται τὸ ἀδίκημα, κἂν ἀποπέμπῃ [*](R IV 67) τὴν κόρην, ἡ ὕβρις μένει.

εἰ προσελθών τις τῶν Ἑλλήνων <σε> a τρώσειεν ἐπιβουλεύων, οὐ ὑφήσεις τῆς ὀργῆς ὁρῶν κομίζοντα τῷ τραύματι φάρ- μακον. ἕτοιμον γὰρ ἅμα καὶ δίκαιον εἰπεῖν· ὦ κάκιστε ἀνδρῶν, τί γὰρ κατεσκεύαζες τῷ φαρμάκῳ τὴν χρείαν ἐξὸν ὅλως ἔχειν παρὰ σαυτῷ τὼ χεῖρε; τί δ’ ἀντὶ τοῦ μὴ πλῆξαι τὴν πληγὴν ἐπανορ- θοῖς; εἶτα σὺ μὲν οὕτως, ἂν δ’ Ἀγαμέμνων εἴπῃ· λέλυται τὸ δεινόν, ἐπάνεισιν ἡ κόρη, προσδρα- μὼν ἐγὼ περιπτύξομαι τὸν ἄνδρα καθάπερ ὄντως οὐδὲν ἠδικημένος;

ἀλλ’ οὐχ οὕτως ἀνόητός εἰμι καὶ κατὰ σὲ σοφός. ἐγὼ γὰρ ἡγοῦμαι τὴν ἀπόδοσιν αὐτὴν δεῖγμα εἶναι τῆς ἀδικίας. ἐν ᾧ γὰρ ἀφίησί τις τοῖς ἐξ ἀρχῆς κυρίοις ἃ τέως ἀπεστέρει, τὸ μὴ προσ- ηκόντως ἀφελέσθαι δείκνυσιν. ὅταν οὖν ἀκούω τὴν ἀπόδοσιν, ἐννοῶ τὴν ἀφαίρεσιν καὶ συνεισέρχεται τὸ λυποῦν.

πρὸς τῶν θεῶν, εἴ τις αὐτοῦ τὴν τιμὴν ἀφελόμενος ἡμέρας ἢ πλείους ἢ ἐλάττους, εἶτ’ αὖθις [*](1 ἀπέσπασε La ἀπέωσα Vi 4 σε inserui auctore Re „aut pone εἰ addendum aut pone Ἑλλήνων, σε“) om libri edd οὐ om BLaur | καθυφήση Can καθυφήσει Mor 6 κάκιστ’ Vi 1 κατ’ κατασκευάζεις Ma | τὴν χρείαν τῷ φαρμάκῳ Laur 8 ὅλως om Vi | κατέχειν LaurCan | τὼ χεῖρε inser Ma 3 9 τί — 10 οὕτως praemisso κείμενον in marg Ma 2 | δὲ Η VLaVi I ἂν ante ἀντὶ Can 10 δὲ edd | εἴποι Vi εἷπε Can κότα 12 ὅπως Can 13 μηδὲν LaurCan | ἠδικημένος Β | οὗτος V 14 καὶ] εἰ καὶ μὴ Ma Ι μὲν ante γὰρ HVLa | οἶμαι Laur 15 τῆς ἀδικίας εἶναι HV 16 ἐξαρχῆς LaViCan 17 ἀκούω scripsi ex HLa ViLaurCan ἀκούσω VMaB edd 18 ἐννοῶ τὴν ἀναίρεσιν in ras Ma 3 | συνέρχεται Can 19 τῶν om ViMaCan θεοῦ Vi Ι τιμὴν scripsi ex HVLaViMa ἀρχὴν BLaurCan edd 20 ἢ ante πλείους inserui ex HVLa ViMa om BLaurCan edd)

339
ἑκὼν ἀπαλλάττοιτο τὴν βασιλείαν ἀποδούς, ἆρ’ ἂν ἡγή- σαιτο μηδὲν ἄξιον δίκης πεπρᾶχθαι; τί δ’ εἴ τις τῇ Κλυταιμνήστρᾳ συνοικοίη, μέχρις ἂν οὗτος ἀπῇ, φα- νέντος δὲ μηκέτι προσίοι τῇ γυναικί, ἆρ’ ἂν εὐγνώ- μονα καὶ βέλτιστον κρίνειε τὸν οὐκ ἄχρι παντὸς ἀδι- κοῦντα;

σὺ δέ, πρὸς τῆς Ἀθηνᾶς, εἰ τὴν Πηνε- λόπην ἀνὴρ Ἰθακήσιος ἀποσπάσας τῶν σῶν βασιλείων οἴκαδε ὡς αὑτὸν ἀγαγὼν ἔχοι, εἶτα πυθόμενός σε κατηρκέναι πάλιν καταστήσειεν εἰς τὰ πρότερα, ἀρ’ οὐκ οἰήσῃ τοῦ ξίφους δεῖν ἐπ’ αὐτὸν οὐδ’ ἐκεῖνα μισήσεις, ἀλλὰ τούτων εἴσῃ χάριν; μέγα μεντἂν ὑπάρ- ξειε τοῖς πονηροῖς, εἰ τρυφῶντες ἐν τοῖς ἀλλοτρίοις ὁπόσον ἐθέλουσιν, εἶτ’ ἀποδόντες ἐν | τοῖς ἐπιτη- [*](R IV 68) δείοις γεγράψονται. ἀλλ’ οὐδ’ Αὐτολύκῳ τῷ πάππῳ τῷ σῷ τοῦτ’ ἂν ἤρκεσεν εἰπεῖν, εἴπερ ἑάλω κλοπῆς, ἀποδίδωμι, κομίζεσθε τὰ φώρια. τί κεκράγατε; [*](4 Xen. conv. 4, 38 6 Dem. p. 762, 18 11 cf. t. II 104, 11 14 cf. p. 67, 12) [*](2 δὲ HLaVi 3 συνοικεῖ LaurCan Mor Ι ἀπείη Η ἀπίη VLaVi 4 προσίοι scripsi e Β coll. Xen. 1. 1. προσίῃ Laur προσίοιτο Can edd ἐπείη HV ἐπίῃ LaVi ἀπείη Ma Ι ἄρ’ Can Ι εὐγνωμόνως καὶ βελτίως Can 5 κρίνειεν La | νὸν — ἀδικοῦντα citat praemisso Λιβάνιος Lopadiota lex. Vind. p. 15, 3 s. v. ἄχρι παντὸς ἀντὶ τοῦ διόλου | τοῦ et ἀδικοῦντος Can 7 ἰθακήσιος ἀνὴρ MaBCan Ι ἀνὴρ om HV 8 οἴκαδε — ἀγαγὼν citat praemisso Λιβάνιος προθέσεως lex Vind. p. 195,14 s. v. ὡ ς ἀττικῶς ἀντὶ τῆς ἑ ἲς προθέσεως Ι αὑτὸν scripsi e ViMa αὐτὸν reliqui libri Lopad edd Ι ἔχει Mor | πειθόμενος τι Vi 9 κατηρ : κεναὶ Η Ι οὑν post ἆρ᾿ Vi 10 τὸ Can | ἐκεῖνα La sed α in ω corr y ἐκείνων MaB 11 τούτω Can Ι μεν- τἂν scripsi μὲν τἂν Η μέν τἂν reliqui libri μέν τ’ ἂν edd 12 ἐπ’ Vi I τοῖς om Vi 13 ὅσον Can ὅσονπερ Laur παρεθέλουσιν Can | εἶτα BCan Mor | ἀποδιδόντες Laur 14 γράψονται HV | voce ἀλλ’ incipit Cr fol. 45 r at pleraque abrasa 15 εἰπεῖν om HMaBLaurCan 16 κομίζεσθε —)

340
τί ἠδίκησθε; δεῖ γὰρ ἐξ ἀρχῆς εἶναι χρηστόν, οὐκ ἀδικοῦντα σοφίζεσθαι.

ἀξιῶ δέ σε μὴ δυσχερῶς ἀκούειν, μετὰ Πηνελόπης καὶ Κλυταιμνήστρας εἰ μνη- νονεύοιμι τῆς Βρισέως. ἑκάστῳ γὰρ ὅ τι φίλον, τοῦτ’ ἔντιμον. ἐμοὶ δὲ ἦν ἐκείνη περὶ πολλοῦ καὶ οὐδὲν ἐκώ- λυεν ἡ τύχη. ὥσπερ οὖν ὑμῖν ἀπολαμβάνουσιν οὐκ ἂν ἀπέχρησεν, οὐδ’ ἑτέρῳ.

Καὶ μὴν εἰ λύσιν τῆς ὕβρεως οἰησόμεθα τὴν ἀπόδοσιν, πονηρὸν ἔθος εἰς τὸ στρατόπεδον εἰσάγον- τες λήσομεν. ἀφαιρήσεται μὲν τὸ σὸν γέρας ὁ Διομή- δης, Αἴας δὲ τὸ Αἴαντος οὑτοσὶ τὸ τοῦ Λοκροῦ, Με- νέλεως δὲ τὸ Νέστορος, ἄλλος δὲ τὸ τοῦ δεῖνος. εἰ δ’ ἀγανάκτησις γένοιτο, πάντες ἀποδώσουσι, τοῖς δ’ [*](6 Her. VII 148 11 Il. ι 169 et 623) [*](φώρια citat praemisso Λιβάνιος Lopadiota lex. Vind. p. 187, 3 s. V. φώριον τὸ κλέμμα | κομίζεσθαι HVViMaLaurCan Lopad) [*](1 δὲ post τί edd delevi Ι ἐξαρχῆς Laur | οὐδ’ Mor 2 ἀξιῶ — 4 Βρισέως citat praemisso Λιβάνιος Lopadiata lex. Vind. p. 14, 12 s. v. ἀξιοῖ ἀντὶ τοὐ καθικετεύει 3 εἰ ante μετὰ, non ante μνημονεύοιμι BLaurCan Re 4 Βρισηίδος Laur Can | ἑκάστῳ — 5 ἔντιμον omissa γὰρ particula citat Macar. fol. 95 v Ι ὅτι Vi | τοῦτο LaurCan Macar Mor 5 ἐμοὶ — 6 ἡ τύχη citat praemisso Λιβάνιος Lopadiota lex. Vind. p. 145, 16 s. v. περὶ πολλοῦ ἀντὶ τοῦ φροντίδος ἄξιον | ἐκώλυσεν Lopad 6 ὥσπερ — 7 οὐδ’ ἑτέρῳ citat Planudes in scholiis codicis Palatini 129 (v. t. I p. 73) ad Aristid. Panath. p. 16, 11 sq. ed. Frommel ἔστι δὲ ἡ παραβολὴ ἀναπόδοτος νοουμένης τῆς ἀπο- δόσεως. ποιοῦσι δὲ τοῦτο ἄλλοι τε πολλοὶ καὶ παρὰ Λιβανίῳ ἔστιν εὑρεῖν ἐν τῇ Ἀχιλλέως ἀντιλογίᾳ. λέγει γάρ · ὧσπερ κτη. | ἡμῖν MaCan 7 οὕτως ante οὐδ’ La sed del y et οὕτως οὐδ’ ἐμοὶ in marg y | οὐδετέρῳ MaBCan Plan οὕτω κἀμοί post οὐδετέρῳ Ma 8 εἰσόμεθα Ma 9 εἰσαγαγόντες Ma 10 voce ἀφαι- ρήσεται incipit Cr fol. 82 v sed pleraque abrasa | γὰρ post μὲν ViMa | τὸ om Can 11 τοῦ ante αἴαντος MaBLaur et inser Lay | δὲ ante τὸ Laur | μενέλαος Ma 12 τοῦ ante νέστορος Laur | δὲ τὸ om Mor | δέ LaVi 13 πάντες La sed ἐς in ras f | δὲ HVLaVi)

341
ὑβρισμένοις σιωπᾶν καταλελείψεται. ἀλλ’ οὐκ ἔσται τοῦτο μηδὲ γένοιτο, ὦ Πόσειδον. ἀλλ’ ἐνταῦθα δὴ καὶ τὸ τούτου δεινότερον, εἰ πέπονθα μόνος ἃ μηδεὶς ἔτι τολ- μήσει.

χθὲς ὑμεῖς ἐπῃνεῖτε τὸν Τυδέως, ἔγνων γάρ, ἔγνων, ἐπειδὴ μάλα νεανικῶς ἀπεκρίνατο πρὸς Ἰδαῖον ὡς οὔτε τὰ χρήματα οὔτε τὴν Ἑλένην ἀποδοῦ- σιν ἔσται τοῦ πολέμου πέρας, καὶ ὧς οὐκ ἀπήρεσκε τοῖς Ἀτρείδαις ὁ λόγος, ἐμαρτύρησεν Ἀγαμέμνων οὐ ζητήσας ἑτέρας ἀποκρίσεις. μὴ τοίνυν οὕτω πλεονε- κτικῶς ἐχόντων ὥστε τούτοις ἀξιοῦν στέργειν ἐμὲ ὧν αὑτοῖς γιγνομένων οὐκ ἂν ἠγάπησαν.

Καὶ δῆτα στέργει Μενέλεως Ἑλένην ἄπο λαμβάνων καὶ πόλεμος οὐκ έσται. ἀλλ’ οὐδέν τι μᾶλλον ἐμοὶ ταῦτα ποιητέον. διὰ τί; ὅτι πρῶτον μὲν Μενέλεως ὑπ’ ἀλλοφύλων ἠδίκηται καὶ οἷς ἡ φύσις πρὸς τοὺς Ἕλληνας ἀθάνατον ἔστησε τὴν ἔχθραν, ὥστ’ ἐλάττων ὁ θυμὸς γίγνεται τῷ τὸ εἰκὸς συμβῆναι. ἔπειτ’ Ἀλέξανδρος οὐκ εἰς εὐερ- [*](2 Arist. Av. 1131. Pac. 564. Plut. 1050 6 Il. η 402 9 Il. η 407) [*](1 καταλελείψεται scripsi καταλείψεται B LaurCan καταλεί- πεται CrHVLaViMa edd 2 μὴ δὲ HMaBCan μὴ LaVi Laur | ὦ om CrHVLa inser Ma 2 Ι καὶ om LaViLaur | τὸ inser Ma 2 3 δεινότατον CrHVLaCan | ἔτι] ἄλλος B 4 ἐπαινεῖτε V τὸν (sed v add m 3) τοῦ τυδέως Ma 7 ἀπήρκεσε Γέ 8 μὴ Laur 9 ἀποκρίσεως Η μὴ τοίνυν οὕτω πλέον in ras Laf 10 ἔψων Laur ἐχέτω Ma sed del m 2 et γρ ἐχόντων in marg m2 ἑ ὣν αὐτοῖς γιγνομένων in ras Laf αὐτοῖς scripsi αὐτοῖς libri edd 11 γινομένων Vi 12 μενέλεως La sed ω in ras f μενέλαος Vi sed εω supra αο μενέλαος Can | Ἑλένην om CrHV LaViMaLaurCan 14 ποιητέον διατί; ὅτι πρῷ in ras Laf διὰ τί om Β διατί LafViLaurCan 15 τὸ ante πρῶτον Can edd delevi | μὲν om CrH Ι Μενέλεως scripsi e CrHVLaViBLaur μενέλαος MaCan edd | ὑπὸ CrHVLaVi Ι καὶ — 16 ἕλλη in ras Laf 16 ἔτεκεν Vi 17 ὥστε BCan Mor | γίνεται ViBLaur Can | ται τῷ τὸ εἰκὸς in ras Laf 18 ἔπειτα MaCan Mor)

342
γέτην ἡμάρτανεν. οὐ γὰρ ἐκείνῳ συνανήχθη Μενέλεως [*](R IV 69) Ι οὐδὲ στρατείας ἐκοινώνησε καὶ πόνων οὐδὲ συν- ήρατο πράγματα οὐδὲ παρεῖχε καθεύδοντι τῶν δυσ- μενῶν κρατεῖν. οὔκουν εἶχεν ἀφορμὰς εἰς ὀργὴν μεγά- λᾶς.

ἐγὼ δὲ Ἕλλην ὑφ’ Ἕλληνος ὑβριζόμην σύμ- πλους, συστράτηγος, ὑπὲρ τῶν ἐκείνῳ διαφερόντων κοπτόμενος, τῆς μὲν βουλῆς κοινωνῶν, τὰ δ’ ἐν τοῖς ὅπλοις μόνος μοχθῶν, τὰς δ’ εὐπορίας εἰς μέσον παρ- έχων. ὅσῳ τοίνυν εὑ ποιῶν ἠλαυνόμην, τοσούτῳ πλέον ἀλγῶ. καὶ θαυμαστὸν οὐδὲν μὴ τοῖς ἴσοις διαλ- λάττεσθαι τοὺς οὐκ ἴσα πεπονθότας· ᾧ μὲν γὰρ ἡ λύπη μικρά, τούτῳ τὸ κομίσασθαι μέτριον, ᾧ δὲ ὑπερ- βάλλουσα, τούτῳ πάλιν λαβεῖν οὐκ ἀπόχρη.

ἄνευ δὲ τούτων ἀκούω τὸν Μενέλεων οὐ τοῦ κάλλους τῆς Ἑλένης ἐπιθυμεῖν, ἀλλὰ τῆς παρ’ αὐτῆς δίκης. βούλε- [*](3 Dem. p. 16, 5 7 Il. i 374 8 Il. ι 331) [*](1 τὴν ἡμάρτανεν. οὐ γὰρ ἐκεῖ in ras Laf | γε ante συναν- ήχθη BCan Mor delevi Ι μενέλαος Can 2 ὤνησε — οὐδ’ in ras Laf | καὶ om Ma 3 πράγματα La sed ραγματα in ras f et πράγματος in marg y πράγματος Ma πραγμάτων Can 4 ἑνῶν κρατεῖν in ras Laf Ι οὔκουν reposui ex HVLaViMaLaur Can οὐκ οὖν Β edd | ὀργὴν Ma sed ἃς suprascr m 2 ὀργὰς HVLaVi Ι μεγάλας reposui e libris μεγάλην edd 5 δ’ Ma ὑφ’ — συμ in ras Laf sed συνμνους supra σύμπλους y sed postea del et μ in π corr et σύμπνους in marg y σύμπλους Ma sed σύμπνους in marg m 2 σύμπλους σύμπνους ViCan et γρ in marg Mor 6 συστράτηγός HMaCan στρατηγός Vi ντων κοπτόμενος τῆς in ras Laf 7 τὰ Mor sed γρ τῆς in marg | δὲ Β 8 τὰς — εἰς in ras Laf | εὐποιίας La et γρ in marg Mor 9 ὅσον Ma | τοσούτω — 10 ἀλγῶ in ras Laf | το- σοῦτο Vi 11 ἶσα La sed in ras f. MaCan | παθόντας VLa Vi | γὰρ om MaB οὖν CrHVLaurCan Mor | ἡ om Mor 12 σμικρὰ LaurCan | τὸ om Can inser Ma 2 Ι δὲ ὑπερβάλλουσα in ras Laf ὑπερβαίνουσα Ma sed γρ ὑπερβάλλουσα suprascr m 3 13 τὸ παλινλαβεῖν coni Re 14 μενέλεω ViMa sed in hoc ν add m 2 Ι οὐ τοῦ] οὔτε Can 15 παρ’ — βούλεται in ras Laf)

343
τᾶι γὰρ λαβὼν αἰκίσασθαι, λιμῷ πιέσαι, κατακόψαι. ταύτῃ γὰρ ἐγκαλεῖ πλέον ἢ τῷ τοῦ Πριάμου. μὴ γὰρ ἐθέλουσαν οὐκ ἂν ἐκ μέσης ἁρπασθῆναι Λακεδαίμονος. ἢν τοίνυν μᾶλλον ἢ Τρῶας μισεῖ, ταύτην εἰ λάβοι παρ’ ἑκόντων, οὐκ ἔτ’ ἂν Τρῶσί χαλεπαίνοι. ἐγὼ δὲ τί χρήσωμαι τῇ κόρῃ; τὸ μὲν γὰρ συνοικεῖν αἰσχρόν, τὸ δ’ ἀποκτείνειν οὐ δίκαιον. εἶδον γὰρ ἑλκομένην ἀφι- εῖσαν δάκρυον. οὐκοῦν ἐκείνῳ μὲν ἵστησι τὴν λύπην Ἑλένη δοῦσα δίκην, ἐμοὶ δὲ οὐκ ἔστιν ὅ παύσει τὸν θυμόν. 10

Παρὰ πάντα δὲ ταῦτα ἐκεῖνο λέγω. νῦν ὁ και- ρός μοι τὴν Βρισέως ἀποδίδωσιν, ὁ κίνδυνος, ὁ φόβος, ἡ ταραχή, τὰ τῶν βαρβάρων | εὐτυχήματα. μὴ [*](R IV 70) οὖν ὡς Ἀγαμέμνονος ἐπιεικοῦς γεγενημένου χρῶ τοῖς λόγοις. ὅ γὰρ ἑκὼν οὐ ποιεῖ, πῶς ἂν τούτῳ χρηστὸς εἶναι δοκοίη;

εἰ μὲν οὖν οὔπω τῶν πραγμάτων εἰς δυσκολίαν ἡκόντων μετεβάλλετο καὶ πρέσβεις πέμ- [*](1 Arist. Lys. 155. cf. Michaelis Parthenon p. 139. Gaz. arch, VI tab. 7 et 8 7 Il. α 348) [*](1 πιέσασθαι Can Mor sed in hoc γρ πιέσαι in marg 2 ταύτῃ — πλέον in ras Laf Ι τοῦ inserui e CrHLaViMa om reliqui libri edd | πριάμω Can 3 ἐθέλουσα ἐκ μέσης οὐκ ἦν Ma | ἦν Β | ἁρπασθῆναι λακεδαί in ras Laf 4 καὶ post εἰ Mor I παρ’ — 5 τρω in ras Laf 5 οὐκέτ’ ViMa οὐκέτι Laur Can Ι ἔτ’ om CrHV | χαλεπαίνει HV 6 χρήσωμαι scripsi e Laur χρήσομαι reliqui libri edd | γὰρ inserui e libris om edd συνοικεῖν — τὸ in ras Laf 7 δὲ LaViBCan | καὶ ante ἑλ- κομένην Laur 8 οὐκ οὖν La | ἑλένη στήσει τὴν λύπην Laur στήσει Ma sed γρ ἵστησι in marg m 2, BLaurCan στήσῃ Mor 9 ὅπως Can 11 ταῦτα δὲ πάντα Β | λέγω Mor sed γρ βλέπω in marg 12 ὁ κίνδυνος inserui e libris om edd 13 εὐτυχήματα Ma sed εὑ in ras m 3 14 γενομένου Β ἂν οίη 15 ἑκὼν] ἐκεῖνος Β | ἄρα Β ἐν Can 16 δοκεῖ Β | οὖν om Can Mor)

344
πων ἀπελογεῖτο, τάχ’ ἂν εἶχε λόγον ἐνδοῦναι καὶ νο- μίσαι βελτίω γεγονέναι τὸν ἄνθρωπον· ἐπεὶ δὲ οὐδὲν ἔπραξεν ἐπιεικὲς πρὸ τοῦ θορύβου, μὴ ποιείσθω τὰ τῆς ἀνάγκης ἑαυτοῦ. ὥσπερ γὰρ οὐ τῶν κηρύκων ἡγούμην τὴν ἀφαίρεσιν, εἰ καὶ λαβόντες ἀπήγαγον τὴν κόρην, οὕτως οὐδὲ τούτου τὴν ἀπόδοσιν, εἰ καὶ σφόδρα ἀποπέμψει, ἀλλ’ ἦν ἐκεῖνο μὲν Ἀγαμέμνονος, τοῦτο δὲ τῆς ἥττης, αὐτὸ δέ γε τὸ τοὺς Τρῶας τῷ πολέμῳ κρατεῖν παρὰ τὴν ἐμὴν ἡσυχίαν. ὥστ’ ἀκριβεῖ λόγῳ παρ’ ἐμαυ- τοῦ λαμβάνω τὴν κόρην, εἴ γε τὴν μὲν ἀπόδοσιν ἡ ἀνάγκη, τὴν δ’ ἀνάγκην ἐγὼ πεποίηκα.

70. Λογίζου δὲ κἀκεῖνο. νῦν Ἕκτωρ ἐπὶ ταῖς ναυσὶ στρατοπεδεύεται καὶ μόνον οὐ προσάγει τὸ πῦρ, καὶ τοῖς δεινοῖς ἡ νὺξ ἀναβολὴ μόνη. τῶν τοίνυν σκηνῶν ἐμπιπραμένων ἀνάγκη καὶ τὴν κόρην τεθνάναι. δίδω- σιν οὖν ἥν οὐχ οἶός τέ ἐστιν ἔχειν καὶ φιλοτιμεῖται τούτοις ὧν ἐκπεσεῖται πάντως, ὥσπερ ἂν εἴ τις χει- μῶνι χρησάμενος καὶ τῶν σκευῶν ὑπὲρ τῆς σωτηρίας [*](9 cf. p. 345, 18; t. II 92, 11; III 438, 14; IV 281, 15 sq. 14 sq. II. θ 498 sq. ἴ’ 241 sq. cf. Aristid. p. 605, 5 sq.) [*](1 τάχα Β Mor 2 ἐπεὶ in ras Ma 3 Ι δ’ BLaurCan edd 3 προτοῦ La 4 ἑαυτοῦ Ma sed ντοῦ in ras m 3 5 ἡγοῦ- μαι Can | ἀπήγαγον scripsi e CrHVLaViLaur ἀπήγο Ma sed ο ex α corr m 3 et supra ras ἀπῆγον BCan edd Ι τὴν κόρην om CrHV 8 γε inserui e libris om edd | κρατεῖν πολέμω Β 9 περὶ Vi | ὥστε HVLaVi | ἀκριβολογῶν HVLa sed in hoc ἀκριβεῖ λόγω suprascr y 11 δὲ Laur 12 ἕκτωρ Ma sed ωρ in ras m 3 | μὲν post ἕκτωρ Vi | τὰς ναῦς B ναυσὶν LaurCan edd 13 στρατοπεδεύεται scripsi ex HVLa ViMaBLaur ἐστρατοπέδευται Can edd | μόνον οὐ scripsi e CrHVMa μονονοὺ reliqui libri edd 16 ἐστι συνέχειν Laur Can edd 17 τοῖς Can Ι πάντων LaViMa om Β 18 καὶ om Can ἐκ Laur Ι τῆς inserui ex HVLaViMa om reliqui libri edd)

345
ἐκβαλών τινα εἰς χαριστήριον ταῦτα τῷ Ποσειδῶνι λογίζοιτο. ἀρ’ αἰσθάνῃ τῆς τῶν λόγων ἀνωμαλίας, Ὀδυσσεῦ, ὡς μὲν πάντων στερησόμενος ἱκετεύει, ὡς δὲ βεβαίων κύριος ὢν ὑπισχνεῖται καὶ τῆς ἀλαζονείας οὐδ’ ἐν τοῖς φόβοις πέπαυται.

71. Ναί, φησίν, ἀλλ’ οὐχ ὡμίληκα τῇ κόρῃ καὶ ὑπὲρ τούτων ὀμοῦμαι. τοῦτο γάρ ἐστι τὸ δεινόν, ὅτι μηδὲν χρῄζων τῆς γυναικὸς ὑβρίζων ἀπέσπα. Ι εἰ [*](R IV 71) μὲν γὰρ εὐθὺς ἔχων ἐπλησίαζεν, ἦν εἰπεῖν ὧς ἔρωτι δου- λεύων πολλὰ ὧν οὐκ ἐβούλετο ποιεῖν ἠνάγκαστο καὶ τὸ πάθος ἐνίκησε τὴν γνώμην· ἐπεὶ δὲ ἔνδον οὔσης οὐχ ἥπτετο, μία ἐστὶν ἡ αἰτία τῆς ἀφαιρέσεως ἡ περὶ ἡμᾶς ἀτιμία. οὐ γὰρ αὑτῷ χαριζόμενος, ἀλλ’ εἰς ἐμὲ παροινῶν ἐλάμβανεν. ὥστ’ ἐπιορκῶν μὲν τὸ τῆς ἀπολογίας ἰσχυρὸν διαφθείρει, ὀμνὺς δὲ τὰ εὔορκα χείρω ποιεῖ τὰ ἐγ- κλήματα.

δῶμεν τοίνυν αὐτὸν οὐκ ἐπιορκεῖν, ἀλλ’ ὑποπτεύεταί γε, τούτου δὲ οὕτως ἔχοντος καὶ τοιαύτης ἐν ἑκάστῳ δόξης ὑπαρχούσης οὐδὲν παρὰ τὸν ὅρκον [*](5 11. i 132 et 274) [*](1 τινα inserui e LaViMa sed in hoc inser m 3, BLaur om reliqui libri edd Ι εἰς om Mor εἷναι Can Ι χρηστήριον Can εὐχαριστήριον V Mor | τοῦτο Can 2 χαρίζοιτο Ma sed γρ λογίζοιτο in marg m 2 3 στερησαμένου Mor sed γρ στερησό- μενος in marg | ἱκετεύεις Vi 4 ἀλαζονείας reposui e libris ἀλαζονίας edd 5 οὐδὲ ἐν Ma οὐδὲν HVi Ι φόνοις La sed φόβοις suprascr y 6 ὡμίληκε Vi 7 τούτου Can | τὸ Mor sed γρ τὶ in marg 8 μὴ δὲ HVMaBLaur οὐδὲ Can Ι ἀπέ- σπασεν La sed σεν add y, MaB 9 ἦν scripsi ex HVLaVi MaLaur ἐνῆν BCan edd 10 ποιεῖν πολλὰ ὧν οὐκ ἐβούλετο Can vocibus ὧν οὐκ des Cr fol. 82 r | ἠβούλετο Laur Ι ποιεῖν inser Ma 3 om LaBLaur 11 δ’ VMaCan edd 12 ἡ(1) inserui ex HVLaVi om reliqui libri edd | ὕβρις Vi 13 αὑτᾷ scripsi e Laur αὐτῷ reliqui libri edd Ι ἐπ’ BLaurCan Mor 14 ὥστε Can 16 ὀμνὺς La Ι ἔνορκα Η | ποιεῖται Vi 18 δόξης ἐν ἑκάστῳ LaurCan Mor Ι οὐδὲ Can | περὶ La sed in παρὰ corr y, Vi Ι τῶν ὅρκων LaurCan Mor)

346
ἐξαλείφεται τοὔνειδος, ἐπεὶ καὶ ταῖς ὕβρεσιν ἀχθόμεθα καὶ τὰς τιμὰς ἀγαπῶμεν καὶ κινδυνεύειν αἱρούμεθα καὶ προιέμεθα τὰς ψυχὰς καὶ πάντα δρῶμεν εἰς ἓν ἐκεῖνο βλέποντες, ἥντινα γνώμην τοῖς πολλοῖς ὑπὲρ ἡμῶν αὐτῶν παραστήσομεν.

καὶ νῦν ὀμεῖται μὲν Ἀγαμέμνων, δεδόσθω δὲ ὧς ἀληθῆ, πείσει δὲ οὐδένα, μένει δὲ τὸ τῆς αἰσχύνης, ὅλως δὲ οὐδαμόθεν ἡ πίστις οἷς ὄμνυσι. πρῶτον μὲν γὰρ ὁ καιρὸς τὴν ἐπιορκίαν ἐλέγχει. τὸ γὰρ ἐπικεῖσθαι μὲν τοὺς Τρῶας, τετάχθαι δὲ μετ’ ἐκείνων τὴν Τύχην, πλησίον δ’ εἶναι τοὺς Φόβους, μικρὰν δὲ τὴν τάφρον, οὐδὲν δὲ ὄφελος τὸ τεῖχος, ἐπὶ ξυροῦ δὲ ἀκμῆς τὰ πράγματα ἑστάναι, μίαν δὲ σωτηρίας ὁδὸν ὑποφαίνεσθαι μόνην, εἰ διαλλαγείην, οὐκ ἐᾷ προσέχειν οἷς ὀμεῖται.