Declamatio 5
Libanius
Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
χωρὶς δὲ τούτων πῶς ἔνεστι ταῦτα ἀμφότερα συνελθεῖν, τάς θ’ ὑπὲρ Ἀγαμέμνονος ἱκετείας καὶ τὰ καθ’ ἡμῶν ἐγκλήματα; εἰ μὲν γὰρ ἐγὼ τοῦ Πηλέως ἀμνημονῶ, τί τὸ κατηγορεῖν ἀφέντες εἰς συγγνώμην καταφεύγετε; εἰ δὲ ὑμῖν ἡ παραίτησις πρέπουσα, ταῖς καθ’ ἡμῶν αἰτίαις οὐκ ἔστι χώρα. δεῖ τοίνυν δυοῖν θάτερον, ἢ συγγνώ- μὴν αἰτεῖν ἢ μέμφεσθαι.
43. Ἀλλὰ δῶρα, φῄς, τὰ μὲν δίδωσι, τὰ δ’ ὑπισχνεῖται. καὶ τούτοις ὑβρίζων, φαίην ἄν, εἰ πεπίστευκεν ἐπ’ ἐμαυτῷ με τὰ χρήματα λήψεσθαι καὶ τὴν ἐπιτιμίαν ἀποδόσεσθαι. καὶ τί κωλύσει καὶ τοῦτον [*](1 Od. μ’ 72. Dem. p. 96,9; 1213,1 11 II. ἴ’ 261 cf. Ari- stid. p. 585, 6 sq.) [*](14 ἐπιτιμία λέγετ’ αἰ ἡ τιμὴ καὶ ἡ ἀτιμία καὶ ἡ ἐπίπληξις. ἐνταῦθα δὲ τὴν ἀτιμίαν λέγει Ma2) [*](1 δευτέρους scripsi ex HLaViMaLaurCan δεύτερον Β edd 2 τῶ HLa sed in hoc ῶ ex ὁ corr n, Vi Mor | ἔστι — 3 ἀμύνασθαι omissa γὰρ particula citat Macar fol 95 v | μὲν γὰρ δούλου Η 3 ἀμύνεσθαι Ma 4 ἔνεστιν La Ι ταῦτα om La ταῦτ' Ma τ᾿ Η | τάς τε Laur ταῦθ’ Mor 5 ἱκετείας Mor sed γρ ἱκεσίας in marg 6 μὲν om Can Mor 7 ἄλογον post καταφεύγετε Vi 8 δ’ Β edd Ι ἡ om HLaVi | πρέπουσα LaMa sed εὔλογος suprascr La y Ma 3 9 τοίνυν Ma sed δὴ suprascr m 3, Mor sed γρ δεῖ in marg δὴ HLa sed in hoc τοί- νυν suprascr y. Vi | δυεῖν Vi 11 φῄς scripsi e Laur φῆσ’ LaCan φὴς reliqui libri edd Ι δὲ HLaVi 12 ὑβρίζειν lacobs Add 231 quod ipse improbavit Lect 93 | φαίη Vi 13 γρ ἐμαυτὸν μὲν μετὰ χρημάτων in marg Mor ἐμαυτῷ Ma sed ex αὐτὸ corr m 2 ἐμαυτοῦ La | με τὰ] με MaB μὲν Can μετὰ reliqui libri Re quod correxit lacobs | χρημάτων ἅψεσθαι Can 14 ἀπολήψεσθαι Ma sed γρ ἀποδόσεσθαι suprascr m 3, Β LaurCan Mor sed in hoc γρ ἀποδόσεσθαι in marg)
καὶ πότερον δῶρα ταῦτα χρὴ καλεῖν ἢ δουλείας ἀρχήν; οὐ γὰρ δὴ πρὶν μὲν γενέσθαι καταφανές, εἰ τὴν ὀργὴν ἐπὶ χρή- μασιν ἀναιρήσω, ῥᾳδίως οὕτως Ἀγαμέμνων ὕβριζεν· ἔργῳ δὲ γνούς, ὅτι πάντ’ ἂν ὑπομείναιμι χρημάτων, αἰδοῖ χρήσεται πρὸς τοῦτον ὅν ἔξεστι πρίασθαι; ὅλως δέ, εἰ μὲν ἀδίκως ὀργίζομαι, τίς ὁ καιρὸς τῶν δώρων; εἰ δ’ ἐν δίκῃ χαλεπαίνω, πῶς ἀξιοῖς με δώρων τὸ δί- καιον προέσθαι;