Declamatio 5

Libanius

Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

καὶ μὴν εἰ καὶ σφόδρα τοῦτ’ ἔπασχον, οὐκ ἔσθ’ ὅπως ἵν ἧττον ἐκι- νήθην ἢ τοιαῦτα ἀκούων. λέγεις γὰρ αὐτὸν τῇ τοῦ Δῖός συμμαχίᾳ τὰ μέγιστα δύνασθαι. τοῦτο δέ ἐστιν εὐτυχεῖν, οὐκ ἀγαθὸν εἶναι τὰ πολέμια. καὶ γίνεται τὰ κατορθώματα τῆς παρασχούσης Τύχης. φιλοτιμία δὲ ἀνθρώπου πρὸς μὲν τοὺς ἀρετῇ χρωμένους κἂν πάθοι τι καὶ παροξυνθείη, τοὺς δ’ εὐπραξίᾳ τι δυνηθέντας οὐκ ἂν ζηλωτοὺς ἡγήσαιτο τῇ δούσῃ θεῷ λογιζόμενος τὰ ἔργα, ἐπεὶ καὶ τοὺς ἀγαθοὺς ἀτυχοῦντας οὐ φαύ- λους παρὰ τὰ πταίσματα κρίνομεν. καὶ νῦν Ἕκτωρ, εἴπερ ὄντως τῇ τύχῃ μέγας | ἐστί, πόρρω τοῦ [*](R IV 59) θαυμάζεσθαι γίγνεται.

34. Ἀλλὰ γὰρ εὖ ποιῶν προσέθηκας τὸν Δία καὶ τὴν εὔνοιαν ἣν εἰς τοὺς Τρῶας ἔχει. ἐν γὰρ τούτῳ τῷ λόγῳ τὰς καθ’ ἡμῶν ἀνῄρηκας αἰτίας. τίνα γὰρ μάρτυρα μείζω παράσχωμαι τοῦ δικαίως τὴν ἡσυχίαν ἄγειν ἢ τὸν ἄριστον τῶν θεῶν, ὂν σὺ φῄς ταὐτά μοι περὶ ὑμῶν φρονεῖν καὶ συνοργίζεσθαι καὶ τὴν ῥοπὴν [*](4 sq. Il. ι 236 sq.) [*](2 δικαίως Mor sed γρ γενναίως in marg 3 ἔπασχον τοῦτο Laur Ι τοῦτο BCan Mor 4 τοιαῦτ’ LaurCan 5 δ’ ἔστιν ViMa 6 γίγνεται LaViMa 7 Τύχης scripsi τύχης libri edd Ι τύχης φιλοτιμίᾳ. πῶς δὲ ἄνθρωπος πρὸς μὲν τοὺς coni Re 8 τῇ ante ἀρετῇ Mor del Re | ἀλκῇ Ma sed γρ ἀρετὴ siiprascr m 3 | ἂν πάθη τί Vi 9 κἂν ? δὲ Lavi 10 τις post ζηλωτοὺς e Wolf Re delevi 12 περὶ LaVi 14 θαυ- μάζεσθαι Ma sed ἕσθαι in ras m 2 Ι γίνεται HLaur 17 γὰρ om Can 19 τὸν θεὸν Πα sed θεὸν in marg m 2 et in τῶν θεῶν corr m 3 | φὴς scripsi φῆς MaB Re φῆς Η Mor φὴς LaViLaur ἔφασκε Can cf. ad p. 213,7; 328,11 20 ὑμῶν Ma sed ν in ras m 2 ἡμῶν Vi)

324
ἄγειν ἐπὶ τοὺς ἐναντίους. πῶς οὖν ἀδικῶ χαλεπαίνων, εἰ τῷ χαλεπαίνειν ὁμολογῶ τῷ Διί; πῶς δὲ οὐ σεμνύ- νει μοι τὴν ὀργὴν ὁ κοινωνῶν μοι τῆς καθ’ ὑμῶν ὀργῆς, μᾶλλον δέ, καὶ μειζόνως ἀγανακτῶν, εἴπερ ἐγὼ μὲν οὐ βοηθῶ τοῖς Ἕλλησιν, ὁ δὲ καὶ πολεμεῖ τοῖς Ἕλλησιν; εἰ τοίνυν τὸ τοῖς θεοῖς ἀκολουθεῖν δίκαια ποιούντων ἐστίν, αἱ μὲν διαλλαγαὶ τὴν μέμψιν, τὸ δὲ φυλάττειν τὴν ὀργὴν ἔπαινον ἔχει.

35. Πάνυ τοίνυν ἠχθόμην, ὅτε με τοῦ πατρὸς ἀμνημονεῖν ἔφησθα· τὸν μὲν γὰρ κελεύειν θυμοῦ κρα- τεῖν, ἐμὲ δὲ ἥττω πεφηνέναι. οὐ γὰρ δὴ τοῖς μὲν ἄλλοις ἦν τότε ὦτα, ἐμοὶ δὲ οὐκ ἦν, Ὀδυσσεῦ, ἀλλ’ ἴσμεν ἃ περὶ θυμοῦ λέγοντος ἀκηκόαμεν. σὺ δὲ σοφίζῃ καὶ διαστρέφεις τὸν λόγον. ἔλεγε τοίνυν τότε ἐκεῖνος· ὧ παῖ, μὴ καταμέλει τοῦ τοὺς Ἕλληνας ὧς οἰ- κειότατα πρὸς αὑτὸν διατεθῆναι. τούτου δ’ ἂν ἐπιτυγχάνοις, εἰ μηδενὸς ἄρχοις ἀδίκου μήτ’ ἔργου μήτε ῥήματος θυμῷ δουλεύων.

ἐκεῖνα δὲ οὐκ ἀκήκοα οὐδὲ ὁ Πήλευς ἐπέτελλεν· ὦ παῖ, μικρὰ φρόνει, ταπεινὸς γίνου, εἰς γῆν κύπτε, μὴ δόξης ὀρέγου, μετὰ τῶν ἀνδραπόδων ἀριθ- μοῦ, προσκύνει τοὺς ὑβρίζοντας, κἂν ἐπὶ κόρρης [*](9 II. ἴ’ 259 15 sq. Il. ι 254 sq.) [*](1 ζᾶ post ἐναντίους Ma sed del m 2 2 τὸ LaViLaur Mor | ὁμολογεῖ Mor | δ’ LaurCan οὖν Vi 3 μοι (1) inserui ex HLaViMaBLaur om Can edd | οὐ Can 8 post ἔχει lac 4 litt Laur 9 τοίνυν] μὲν οὖν Laur 10 γὰρ om Mor) [*](11 οὐ] εἰ Can 15 καταμελεῖν Iacobs Add 285 16 πρὸς om Can | αὐτὸν HLaViBCan Re quod correxit Iacobs 1. 1. διατιθέναι HLaViMaBLaur et γρ in marg Mor 17 ἄρχοις scripsi ex HLaCan ἄρχεις reliqui libri edd 19 ὁ om HVi) [*](20 γίγνου Η 22 κἂν — 325, 1 χαλέπαινε citat praemissis)

325
σε πατάξῃ τις, μὴ χαλέπαινε, κἂν ἀποστερήσῃ γέρως, σιώπα. πέμπω σε νῦν ἐπ’ Ἴλιον οὐ κτη- σόμενον εὔκλειαν, ἀλλ’ αἰσχυνοῦντα τὸ γένος. τούτων οὐδὲν ἀκήκοα τῶν λόγων οὐδὲ Πήλευς ἐπέ- τελλεν, ἀλλὰ καὶ τῆς ἐπιεικείας αὐτὸν ἐκεῖνον ἔφασκεν εἶναι τὸν μισθὸν τὴν παρ’ ἑκατέρας τῆς ἡλικίας Ι [*](R IV 60) τιμήν, καὶ νέων καὶ γερόντων.