Declamatio 5

Libanius

Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

εἰ μὲν οὖν τέρψαι βουλόμενος ἀθυμοῦντα τὴν Ἕκτορος διηγοῦ λαμπρότητα, καλῶς εὗρες ὅθεν παραμυθήσῃ· εἰ δ’ οἴει τούτοις κινήσειν, λίαν εὐήθως ἔχεις. πῶς γὰρ οὐκ ἄτοπον βούλεσθαι μὲν Ἕκτορα γενέσθαι [*](1 Il. ι 394; σ’ 434. Od. μ’ 495 sq. Ι Il. α 174 3 Il. α 177) [*](5 Il. ἴ’ 237 sq. Aristid. p. 601, 9 sq. 8 II. φ 189) [*](inser Ma 3 „malim τὸ γὰρ ἐκείνου” Re Ι ’κείνου BLaur κείνου LaCan) [*](2 πρᾶοι HVi Mor Ι φιλονεικίας scripsi e LaViMaLaurCan φιλονεικίαν Β φιλονεικείαν CrH edd 3 ζητείτω δὴ scripsi e CrHLaViMa sed in hoc δὴ inser m 3 δὴ ζητείτω Β edd ζητείτω reliqui libri 6 πάντα Ma sed ς add m 3, BCan 7 ἀπὸ Can Ι μηδὲ scripsi μὴ δὲ libri edd Ι παύσαιτο Mor sed γρ παύσαιο in marg 8 τοιαῦτα ποτὲ Vi | τοῦτο LaViMa τοιαῦτα Can 9 ὃ HLaViMa Ι εὐξάμεθα Laur 10 ἀεὶ πρὸς θάλατταν scripsi e CrHLaViMaB πρὸς θάλατταν θάλασσαν Can) ἀεὶ LaurCan edd 11 voce ναυσὶ des Cr fol 83 r 12 λυπήσοις Mor 15 διηγοῦ scripsi ex HLa sed in hoc ῆ suprascr y, Laur διηγῇ reliqui libri edd | λαμπρότητα Ma sed τη inser m 3 | γὰρ post καλῶς H 16 τούτους La sed τούτοις suprascr y, Vi 17 ἕκτορα μὲν βούλεσθαι Laur)

321
μέγαν, γενομένῳ δὲ φθονεῖν, καὶ συνεύχεσθαι μὲν αὐτῷ πολέμου κράτος· ἐπεὶ δὲ κρατεῖ, κωλύειν, καὶ ταπεινοὺς μὲν τοὺς Ἕλληνας ἰδεῖν ἐπιθυμεῖν, ἡττω- μένους δὲ πάλιν ὀρθοῦν, καὶ ταὐτὰ ποθεῖν τε ἀπόντα καὶ παρόντα διαφθείρειν, ὥσπερ ἂν εἴ τις παρὰ τῆς Δήμητρος αἰτήσας εἰς πλῆθος αὑτῷ γενέσθαι τοὺς καρπούς, εἶτα τυχὼν ἄχθοιτο τῇ φορᾷ;

εἰ <μὲν> συμμαχοῦντος ἐμοῦ καὶ κοινωνοῦντος τῶν πόνων, Ὀδυσσεῦ, ταῦθ’ ἃ νῦν Ἕκτωρ ἐτόλμα, εἶχεν ἄν τινά μοι τοῦτο παροξυσμὸν καὶ οὐκ ἂν ἠξίωσα ζῆν ἐκείνου ζῶντος· εἰ δὲ τότε μὲν ὑπὸ τῷ τείχει παρετάττετο καὶ τὰς ἐξόδους ὡρίζετο τῇ δρυί, νῦν δὲ οὐδὲν αὐτῷ τὴν μανίαν χωρεῖ, τί τοῦτο πρὸς τὸν ἐν τῇ σκηνῇ καθή- μενον; καταφρονεῖται γὰρ οὐχ ὁ τῶν πραγμάτων ἀπο- στὰς διὰ τὴν ὕβριν, ἀλλ’ οἱ μὴ τοῖς πράγμασιν ἱκανοὶ παρόντες βοηθεῖν.