Declamatio 5

Libanius

Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

σκοπεῖτε γάρ· εἶχεν Ἀγαμέμνων τὴν Χρύσου παῖδα λαβών, ὁ δὲ Χρύσης οὗτος ἦν ἱερεὺς Ἀπόλλωνος. βου- λόμενος οὖν ἀνασῶσαι τὴν θυγατέρα πρὸς τὸ στρατό- πεδον ἧκεν οὔτε λύτρων φειδόμενος τῷ τε θεῷ δοθῆ- ναι τὴν χάριν ἱκετεύων. ὁ δὲ μετρίως καὶ καλῶς ὑπὲρ τῶν κοινῶν βεβουλευμένος οὔτ’ ἀφῆκεν οὔτε πρᾴως ἀπέπεμψεν, ἀλλ’ ἠπείλησεν ἀποκτενεῖν, εἰ μὴ φύγοι, λῆρον εἶναι φήσας τὴν τοῦ θεοῦ συμμαχίαν.

ἐμοὶ μὲν οὖν εὐθὺς δεινὸν τοῦτ’ ἐφαίνετο καὶ μεγάλων ἀρχὴ συμφορῶν, οὔτε γὰρ ἐκεῖνον μὴ κατεύξεσθαι τῶν Ἀχαιῶν εἰκὸς ἦν οὔτε μὴν τὸν Ἀπόλλω μὴ συναλγήσειν τῷ πρεσβύτῃ, τοῦ δὲ μὴ δοκεῖν οὔπω τῶν δεινῶν παρόντων ἐξεπίτηδες συγκρούειν τὸν ἄνθρωπον τοῖς Ἀχαιοῖς ἐσιώπων. ἀλλ’ οὐκ ἴφθη παροινήσας εἰς τὸν Ἀπόλλω, καὶ τὸ στρατόπεδον ἐξαίφνης ἀνηλίσκετο νόσῳ καὶ τὸ ἔργον ἡμῖν ἦν αἰ τῶν ἀπιόντων ταφαὶ καὶ τῷ [*](6 II. α 13 sq. Dict. 11 28 10 II. α 28 13 Plat. rep. III p. 393 A. II. α 42 14 Il. α 43 16 Thuc. I 44, 2 19 Il. α 52) [*](1 πάντων Ma sed ν e ς corr m 2 2 εἰ ante καὶ Η 3 προσήκειν reposui ex HLaViMaLaurCan προσῆκεν Β edd ἡμῖν reposui e libris ἐμοὶ edd 5 ἱερεὺς ἦν Ma | τοῦ ante ἀπόλλωνος Laur 6 οὖν inser Ma 3 7 δώρων Can | δοθῆναι reposui e libris sed γρ δοῦναι suprascr Ma 3 δοῦναι edd 9 βεβουλευμένους Can Ι πράως ViMa Mor 10 ἔπεμψεν Η φύγῃ Ma 11 τοῦ θεοῦ] θεῶν Mor | συμμαχίαν Mor sed γρ θεραπείαν in marg 12 οὖν om Can Mor | τι ante τοῦτ’ La Vi et inser Ma 3 | τοῦτο Can Mor 13 κατεύξεσθαι scripsi κατεύξασθαι libri edd 14 τὸν inser Ma 3 15 πράγματι Can | τοῦ] τῶ Laur 16 ἐξεπίτηδες om B 18 ἐξαίφνης Ma sed ἐξα in ras m 3 19 ἡμῖν reposui e libris ἡμῶν edd)

314
πολέμῳ κρατοῦντες ἑνὸς ἀνδρὸς ἐφθειρόμεθα δυσσε- βείᾳ.