Declamatio 5

Libanius

Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

303

ὅτε πρῶτον ὑμᾶς εἶδον ἐπὶ τὰς θύρας ὴ́κον- [*](R IV 47) τὰς, ὦ σοφώτατε Ὀδυσσεῦ, ἡγησάμην ὀψέ ποτε κοινω- νοῦς ἀφῖχθαί μοι τῆς ἐφ’ οἶς ὑβρίσθην ὀργῆς καὶ τοῦ γε λοιποῦ μεθ’ ἡμῶν συνδιατρίψειν τῆς Ἀγαμέμνονος βδελυρίας εἰσάπαξ κατεγνωκότας. καί, μὰ τοὺς θεούς, [*](Cr = Codex Hierosolymitanus S. Crucis 57) [*](H = Hierosolymitanus S. Sepulcri 107) [*](V = Vaticanus gr. 940) [*](Μ = Marcianus gr. 439) [*](La = Laurentianus LVII 44) [*](Vi = Vindobonensis phil. 82) [*](Ma = Matritensis N 49) [*](Β = Barberinus H 41) [*](Can = Bodleianus Canonicianus 84) [*](Laur = Laurentianus LXXXV 9) [*](1 Πρὸς — Ἀχιλλέως scripsi ex HLa sed in hoc ἀχιλλέως om, Can Ἀχιλλέως πρὸς — ἀντιλογία edd πρὸς τὸν Ὀδυσσέως ἐν λιταῖς πρέσβιν ἀντιλογία ἀχιλλέως M Vi ἀπολογία παρὰ ἀχιλ- λέως πρὸς τὸν Ὀδυσσέως πρεσβευτικόν Β Λιβανίου ἀντιλογία παρ’ ἀχιλλέως πρὸς Ὀδυσσέα πρεσβεύοντα ἀποθέσθαι τὴν μῆνιν Laur Ἀντιρρητικὸς πρὸς τὸν προηγησάμενον Λιβανίου Ma 5 post Ὀδυσσεῦ ras 2 litt Can 7 γε inser Ma 2 Ι γρ συνδια- τρίβειν suprascr Ma 2 et in marg Mor Ι τῆς — 8 κατ’ ἐγνωκότας praemissis verbis Λιβάνιος ἐν μελέτη τῇ Ὅτε πρῶτον ὑμᾶς εἶδον citat Thom. M. s. v. καθάπαξ p. 217, 19R εἰσάπαξ δὲ καὶ ἀντὶ τοῦ ἅπαξ καὶ ἀντὶ τοῦ παντελῶς καὶ διόλου 8 εἰσ’ ἅπαξ HLa cf. p. 71, 15)

304
οὐ τὸ νῦν ἐπὶ τούτοις ἥκειν ὑμᾶς θαυμαστὸν ἐποιού- μην, ἀλλὰ μᾶλλον ὅτι μὴ πάλαι μετέστητε, τοῦτ’ ἐθαύ- μαζον.

ἐπεὶ δὲ καὶ τῶν λόγων ἤκουσα τῶν καλῶν καὶ πολλῶν καὶ τὴν ὑπὲρ τῶν ἠδικηκότων ἐθεασάμην σπουδὴν καὶ τὴν κατ’ ἐμοῦ τοῦ τὰ δεινότατα πεπον- θότος τέχνην καὶ ὅτι με καθάπερ παῖδα προσεδόκησας οἰχήσεσθαι λαβών, νῦν πλέον ἢ πρότερον, εἰ καὶ παράδοξον εἰπεῖν, ἤλγηκα. τὸ γὰρ μηδὲ νοῦν ἔχειν [*](R IV 48) δοκεῖν, ἀλλ’ ἕτοιμον εἶναι | πρὸς ἀπάτην ὅτου τις ἂν εἴποι δεινοῦ τοῖς γε οὐκ ὄντως ἀνοήτοις δει- νότερον. ἐγὼ δέ σε ἠξίουν φάσκοντα συνέσει νικᾶν μὴ τὸ πᾶσι πρόδηλον ἀγνοεῖν, ὅτι καὶ τῇ δεινότητι καὶ τῇ ῥώμῃ καὶ τῇ τῶν πολεμικῶν ἐμπειρίᾳ καὶ ταῖς ἄλλαις δυνάμεσιν οὐκ ἐπὶ τοὺς οἰκείους χρῆσθαι νόμος, ἀλλ’ οὗ δεῖ τῶν ἐχθρῶν πλεονεκτεῖν.

ταύτης τοί- νυν τῆς ῥητορείας ἕτερος ἦν ὁ καιρός, ἡνίκα ἦλθες εἰς τοὺς Τρῶας, Ὀδυσσεῦ, μετὰ τοῦ Μενέλεω τὴν Ἑλέ- νην ἀπαιτήσων. νῦν δὲ ἐκείνοις μὲν οὕτως ἔδοξας [*](11 Od. ι 19 17 Il. γ 205. cf. p. 232, 9 1 τούτοις Ma sed τού in ras m 3 Ι ὑμᾶς Ma sed ν ex ἡ corr m2 om BCan Mor 2 ἀλλὰ] ἀλλ’ ὅτι Vi | ἀπέστητε Μ ViCan | τοῦτο MaCan Mor 3 ἤκουσα Can sed α in ras m 2 Ι τῶν in ras Ma 2 | πολλῶν καὶ καλῶν BCan Mor πολλῶν τε καὶ καλῶν Laur 4 πολλῶν Ma sed v add m 2 5 ἐμαυτοῦ Ma sed ἐμοῦ suprascr m 2 | δεινότατα Can sed a(1) in ras m 2 6 καὶ — 7 λαβών in marg Vi 2 | προσεδόκησε Vi 7 οἴχε- σθαι Β Mor sed in hoc γρ οἰχήσεσθαι in marg | καὶ ante πρό- τερον Laur 8 παρὰ δόξαν Mor sed γρ παράδοξον in marg I μὴ δὲ HMViMaBLaur μὴ ’δεν οὖν La sed in μὴ δὲνοὖν corr n 9 δοκεῖν om Can 10 τίς LaVi | εἴπῃ Can Ι οὖσιν Η 12 τοὺς πολλοὺς· ante μὴ Vi 12 τῇ δεινότητι — 15 πλεονεκτεῖν praemissis verbis τοῦ αὐτοῦ ἐκ τῆς ἀντιλογίας παρ’ ἀχιλλέως πρὸς Ὀδυσσέα πρεσβεύοντα citat Macar fol. 95 v 13 τῇ τῶν πολεμικῶν Mor sed γρ τῇ πολεμικὴ in marg 14 τοὺς οἰκείους Ma sed τἀς οἰκείας suprascr m 2, Mor sed γρ τοῖς οἰκείοις in marg 15 οὐ Ma sed in οὑ corr m 2, Mor 17 μενελάου Vi 18 νῦν — 305, 1 πιθανός citat Lopadiota)

305
εἶναι πιθανὸς ὥστε μικροῦ λαβόντες ἀπέκτειναν ἂν, εἰ μὴ παρελθὼν Ἀντήνωρ ἐξῃτήσατο, τὰς δὲ ἡμετέρας διαλλαγὰς πάντως που τοῖς ὑβρικόσιν ἐπηγγελμένος ἥκεις. οὕτω φαυλοτέρους ἡμᾶς τῶν βαρβάρων ὑπείλη- φας.

πάντων δέ μοι δοκεῖς ἐναντιώτατον πρᾶγμα ποιεῖν· τὴν μὲν γὰρ φιλοτησίαν προπίνων χαῖρε προσεφώνησας, λέγεις δὲ ἀφ’ ὧν ἀνάγκη τὸν ἀκούοντα λυπεῖσθαι. πείθειν μὲν γὰρ ἐπιχειρῶν οὐκ ἂν ἔχοις μὴ μεμνῆσθαι τῶν ἔμπροσθεν, μεμνημένῳ δὲ τῶν ἔμπροσθεν οὐκ ἔστι σοι μὴ τὸν πεπονθότα λυπεῖν. καὶ τί λέγω τῶν ἔργων; πρὸς αὐτὸ τοὔνομα τοῦ πρε- σβευομένου ταράττομαι. σὺ δ’ ἐν Ἀγαμέμνονος ἔφθης ἑστιαθείς, ἐκεῖθεν δ’ ὁρμηθεὶς ὧς ἡμᾶς ἐλθεῖν ὡς ἂν [*](1 II. λ 139 sq. Dict. I 11 6 Dem. p. 380, 27 | Il. ι 225 12 Il. ι 177) [*](3 τοῖς ὑβρικόσιν] ἤτοι τῷ Ἀγαμέμνονι in marg Ma2) [*](lex. Vind. p. 44,18 s. v. δοκῶ ἀντὶ τοῦ δόκησιν παρέχω· Λιβά- νιος 1 δ’ MaB) [*](2 δ’ Β 3 ποῦ HMLaMaBLaur 5 ἐναντιώτατον Mor sed γρ ἐναντιώτερον in marg 6 τὴν — προπίνων citat Thom M. p. 293,7 8. V. πίνω· τὸ δὲ προπίνω ἀεὶ αἰτιατικὴ· Λιβάνιος ἐν τῷ πρεσβευτικῷ· | μὲν inser Ma 2 Ι προτείνων Can προτείνων Β I προσεφώνησας Mor sed γρ προσεφώνησα in marg προσέφησας Can 7 ἐξ MLaViMa et γρ in marg Mor Ι τὸν ἀκούοντα om Laur 9 μὴ om HVi | μεμνημένῳ — 10 λυπεῖν citat praemissis verbis ἐν τῇ ἀχιλλέως ἀπολογίᾳ πρὸς τὴν ἀγαμέμνονος πρεσβείαν et in fine addito Λιβάνιος lex. Darmstad. fol. 245 in marg Ι με- μνημένῳ scripsi e Ma sed ος suprascr m 2, Darmst μεμνημένος HMLa sed in hoc ω suprascr y, ViBLaur edd | μεμνημένῳ δὲ τῶν ἔμπροσθεν] τούτων δὲ μεμνημένων Can τούτων δὲ μεμνη- μένος BLaur | τὸν (2) Darmst 10 οὐκ ἔστιν] οὐκ ἔστι Mor καὶ ante τὸν Vi edd delevi 11 πρὸς Mor sed γρ παρὰ in marg Ι τὸ ὄνομα Vi 12 ταράσσομαι Ma | δὲ HLaMa | ἐν om Mor Ι ἔφης M Ma sed in hoc θ inser m 2, et γρ in marg Mor Re εὐθὺς Β 13 δ’ om HLaMaB Ι ὁρμήθης Β ὡρμήθης Laur Can | ὧς scripsi ex HMLaMaBLaurCan εἰς Vi edd LIBANIUS ed. Foerster. V. 20)

306
μάλιστα ἀνιάσαις.

θαυμάξω δὲ ὅπως οὐ συνίετε τῇ πρεσβείᾳ μείξω ποιοῦντες, οὐ λύοντες τὰ ὑβρισμένα. δείκνυτε γάρ, εἰς οἷον ὄντα ὑβρίξετε, τῷ μόνον ἡγεῖσθαι σωτῆρα καὶ δι᾿ ὧν, εἰ μὴ λάβοιτε βοηθόν, ἀπολεῖσθαι λεῖσθαι πεπιστεύκατε, τὸ τῇ παροινίᾳ κατὰ τοῦ πρώτου [*](R IV 49) | τῶν Ἑλλήνων κεχρῆσθαι μεμαρτυρήκατε. ὥστε ἐν οἷς ἱκετεύει παροξύνει καὶ ταῖς δεήσεσιν ἐλέγχει τὰ πονηρεύματα καὶ μονονοὺ βοᾷ πρὸς ἅπαντας ὡς ἐμοὶ μόνῳ τῶν ὑβριστῶν οὐκ ἔστι συγ γνώμη· καὶ γὰρ ὕβρικα καὶ ὃν ἥκιστα ἐχρῆν.

ἐγὼ δὲ μάλιστα μὲν <ἂν> ᾤμην δεῖν μηδένα τῶν συμπεπλευκότων προπηλακίξεσθαι μηδ᾿ εἰ τῶν πολλῶν εἴη καὶ τῶν ἔλαττον ἰσχυόντων, αὐτὴ γὰρ ἡ προθυμία, κἂν ἀπῇ τὸ κατορθοῦν, τιμῆς ἀξία· εἰ δ᾿ οὖν ἀνάξιον ἡγεῖτο τῆς αὑτοῦ τύχης τὸ σωφρονεῖν καὶ τοῦτ᾿ εἶναι κέρδος τῆς βασιλείας τὸ κακῶς τὸν πλη- [*](5 II. ι 110 10 II. ι 116) [*](1 ἀνιάσσις reposui e libris sed ἀνιάσαις M ἀνιάσῃς edd sed γρ ἀνιάσαις in marg Mor 2 ὑβρισμένα scripsi ex HLa Ma sed in hoc γρ ἐγκλήματα in marg m2, BLaur ὑβρίσματα MCan ἐγκλήματα Vi edd 3 δείκνυται MLa δεικνύεται Vi δεικνύετ B | ὄντα om M τα La | ἡγεῖσθε HLa 4 ὧν scripsi ex HMLa Laur ὃν reliqui libri edd | λάβοιτε scripsi ex HMLa ViMaBCan λάβητε Laur edd | κοινωνόν HMa sed in hoc γρ βοηθὸν suprascr m2, BLaur Can 5 τὸ inser Ma2 τῷ BLaur Re 7 ὥστε scripsi ex HMLa ViMaLaur ὥστ᾿ reliqui libri edd 8 μόνον οὐ MLa sed in hoc in μονονοῦ corr n μονονοῦ H 9 ὡς La sed ex ὥςτ᾿ corr 10 ἥκιστ᾿ MLa ViMa 11 δὲ om M | ἂν inserui om libri edd 12 μὴ δ᾿ HMViMaLaurCan 13 αὐτὴ—14 ἀξία omissa γὰρ particula citat Macar fol 95v καὶ ante αὐτὴ Macar | μόνη ante ἡ Macar 14 ἀπῆν Can 15 αὑτοῦ scripsi, ut γρ in marg Mor ἑαυτοῦ Laur αὐτοῦ reliqui libri edd | γνώμης Vi et γρ in marg Ma2 et Mor 16 τοῦτο Mor | εἶναι Mor sed γρ εἶπον n marg | κακὸν H)

307
σίον ποιεῖν, εἰς τοὺς σκευοφόρους καὶ τελοῦντας εἰς δῆμον καὶ φρονήματος ἐστερημένους, εἰς τούτους ἀσελ- γαίνειν ἐχρῆν, εἴπερ ἄρα καὶ τοῦτο ἐχρῆν, οὐ κατὰ στρατηγοῦ μεθύειν καὶ τούτου φίλου τοῖς θεοῖς καὶ κυρίου τοῦ τὰς ναῦς εἶναί τε καὶ διεφθάρθαι κατὰ τὸν σόν, Ὀδυσσεῦ, λόγον.

7. Ἐμοὶ μὲν οὖν <ἂν> a ἤρκει τὰ πράγματα καὶ τὰ πολεμίων πάθη καὶ πρὸ τῶν ἄλλων Ἕκτωρ τότε μὲν τρέμων, νῦν δὲ φοβῶν, καὶ οὐδὲν <ἂν> a ἐδεόμην ἃ τοῖς ἔργοις ἐπεδειξάμην, τοῖς γὰρ εἰκότως μέγα φρο- νοῦσιν οὐ παρ’ αὑτῶν ἐπαίνους, ἀπὸ δὲ τῶν πεπραγ- μένων εἶναι δεῖ τὴν μαρτυρίαν· ἐπεὶ δὲ βουλόμενον σιωπᾶν οὐκ ἐᾷς, Ὀδυσσεῦ, πολέμου μεμνημένος πρὸς ἄνδρα κιθαρίζειν ἀντὶ τοῦ πολεμεῖν ἠναγκασμένον, ἀκούσατε, ὦ παρόντες, ἀνθ’ οἵων οἷα κεκόμισμαι, καὶ ταῖς εὐεργεσίαις ἀντίθετε τὰς ἀμοιβάς. εἴσεσθε γὰρ εῖτ‘ ἔχει λόγον τὸ μὴ συμμαχεῖν εἴτε καὶ ἄλλως ἀγα- [*](4 II. ι 117 6 II. ι 231, cf. Aristid. t. II p. 605, 17 Dind.) [*](14 Il. ι 186 et 194 cf. p. 332, 12. Aristid. p. 601, 11) [*](1 ποιεῖν Ma sed γρ εἰπεῖν suprascr m 2 | εἰς — 3 ἐχρῆν(1) citat Lopadiota lex. Vind. p. 167,5 s. v. σκευοφόρος ὁ τὰ σκεύη φέρων. Λιβάνιος 3 ἐχρῆν(2) Ma sed ἔδει suprascr m 2 | κατὰ — 4 μεθύειν citat Thom M. p. 231, 11 s. v. μεθύση· οὐ μόνον δὲ ἐπὶ οἴνου τὸ μεθύω λέγουσιν, ἀλλὰ καὶ ἐπὶ τοῦ ἀπλῶς ὑβρίζειν καὶ μὴ ἐθέλειν σωφρονεῖν ὑπό τινος τυχὸν ἐξουσίας ἢ πλούτου ἢ τοιούτου τινὸς ἄλλου ὡς — καὶ Λιβάνιος ἐν τῇ τοῦ Ἀχιλλέως ἀπολογία 4 μεθύειν Mor sed γρ ἐπαίρεσθαι in marg) [*](5 τοῦ inserui e MaCan om reliqui libri edd 6 τὸν om Mor 7 ἐκείνοις BCan Ι post μὲν ras 3 litt Ma οὖν om Can 7 et 9 ἂν inserui om libri edd 8 πολέμων Mor | ὁ ante ἕκτωρ Ma edd delevi 10 τοῖς — 12 μαρτυρίαν omissa γὰρ parti- cula citat Macar fol. 95 v 11 αὐτῶν scripsi e MBLaur Macar αὐτῶν reliqui libri edd 12 δεῖ inser Ma 2 Ι μαρτυρίαν Ma sed μὰ in ras m2 | δ’ ἐβουλόμην Mor 14 πολέμου Can 17 εἴτε μο Laur Ι λόγου Vi)

308
νακτῶ.

εἰ γὰρ ἐθέλοιτε σκέψασθαι, τί τὸ ποιῆσάν ἐστι τοὺς Ἀχαιοὺς ἐπὶ Τρωάδος ἱδρῦσθαι γῆς καὶ μὴ τοῦτ’ αὐτὸ πρῶτον ἀγνοεῖν, τὴν χώραν τῶν λελυπη- κότων καὶ τίς ἡ Πριάμου πόλις καὶ ποῖ δεῖ προσβα- [*](R IV 50) λεῖν καὶ ποίαν κακοῦν, ἐμὲ τουτονὶ τὸν | ἄτιμον εὑρήσετε καὶ τὸ δόρυ τὸ πατρικόν. ὧς γὰρ ἀνήχθημεν ἀπὸ τῆς Αὐλίδος, ἀγνοίᾳ τῶν τόπων προσπεσόντες τῇ Μυσῶν τὴν ἀρχὴν κατεθέομεν Τηλέφου τὴν Ἀλεξάν- δρου νομίζοντες, αἰσθόμενος δὲ ὁ Τήλεφος εὐθὺς ἐν ὅπλοις ἦν καὶ μετὰ τῆς δυνάμεως ἀπήντα, μάχης δὲ καρτερᾶς γενομένης καὶ τοῦ πράγματος προἰόντος ὁ τῶν Μυσῶν ἡγούμενος ὑπ’ ἐμοῦ τιτρώσκεται. καὶ οἱ μὲν ᾤχοντο φεύγοντες, ἡμεῖς δὲ γνόντες τὴν πλάνην ἀποπλεύσαντες αὖθις ἦμεν ἐν Βοιωτίᾳ. καὶ τῷ συμβε- βηκότι τὸ στράτευμα διελέλυτο.

χρόνου δὲ ἐγγινο- μένου καὶ τῆς ἀγνοίας μενούσης κομίζεται Τήλεφος εἰς Δελφοὺς τῷ θεῷ χρησόμενος ὑπὲρ τοῦ τραύματος ὡς [*](3 cf. t. IV 932, 29 R 6 cf. t. IV 933, 10 R. Chor. Patr. t. IV p. 110, 3 R 8 Dict. 11 1 sq. 14 Dict. II 7 15 Her. I 190 16 Dict. II 10 17 cf. t. IV 933, 5 R) [*](17 ὥσπερ φαμὲν χρῶ τὸ μαντείαν δίδωμι οἶον ἔχρησεν αὐτῷ ὁ θεός, οὕτω καὶ χρῶμαι τὸ μάντιν ποιοῦμαι· συντάσ- σονται δὲ καὶ ἀμφότερα δοτικὴ Β (= Thom. M. 1. 1, p. 400, 3) 1 σκέψασθαι Ma sed αι ex ε corr m 2 σκέψασθαί τι Can 2 τῆς ante Τρωάδος edd delevi Ι ἱδρῦσθαι? at cf. ad t. IV 283, 18 3 τὸ ante πρῶτον Vi 4 ἡ] τοῦ Re | πῆ Ma ποίᾳ Iacobs Ach. Tat. 859 6 voce πατρικόν desinit Μ | ὧς] καὶ Can 7 ἑλλάδοw Ma sed γρ αὐλίδος in marg m 2 | ἀγνοίαι La sed ι (2) add n 9 εἷναι post νομίζοντες e Wolf add Re delevi 10 τῆς om ViMa 11 πράγματος Mor sed γρ πολέμου in marg Ι ὁ in ras Can 2 15 διαλέλυτο La Vi διελύετο Ma Mor | ἐγγινομένου scripsi e La ViBLaurCan ἐγγιγνομένου Η edd γινομένου Ma 16 ἀνίας Can 17 τῷ — τραύματος citat Thom. M. p. 400,4 s. V. χρῶ praemissis verbis Λιβάνιος ἐν τῇ τοῦ Ἀχιλλέως ἀπολογίᾳ)

309
τῆς τῶν ἰατρῶν τέχνης οὐκ ἀρκούσης τῷ πάθει. ὁ δὲ ἀνεῖλε παρὰ τῷ τρώσαντι καὶ τὴν ἴασιν ζητεῖν. ταῦτ ἀκούσας εἰς Ἂργος ἔρχεται καὶ τῶν ἀλγηδόνων παύε- ται ταῖς ναυσὶν ὁμολογήσας ἡγήσεσθαι, καὶ γένεται τῆς ἰατρείας μισθὸς ἡ τῆς ἀγνοίας τῶν τόπων ἀπαλ λαγή. αὕτη πρώτη καὶ μεγίστη τῶν εὐεργεσιῶν γνῶναι τὴν Ἀλεξάνδρου πατρίδα καὶ μὴ καθάπερ ἐν μανίᾳ τὸν παραπεπτωκότα βλάπτειν ἀντὶ τῶν αἰτίων.

οὐκ- οῦν τῶν μὲν ἄλλων ἕκαστος τοῖς αὑτοῦ πράγμασι σεμνύνεται, ἐγὼ δὲ τοῖς τε ἐμαυτοῦ καὶ τοῖς ἁπάντων. καὶ γὰρ τὰ τῶν τοξοτῶν καὶ τῶν ὁπλιτῶν καὶ τῶν ἱππέων καὶ ὅλως ὅστις ὠφέληκέ τι τὸ κοινόν, πάντα ταῦτ’ ἐστὶ τοῦ δεῦρο κεκομικότος τὴν στρατιάν. εἰμὶ δὲ οὗτος ἐγὼ τῷ τὴν ἀφορμὴν ἐνδοῦναι. εἰ τοίνυν τῶν μὲν νῦν εἰργασμένων οὐδὲν ἂν ἐπέπρακτο μὴ τὴν ἀρχὴν [*](3 sq. Dict. II 10) [*](1 ἀνεῖλον ἀντὶ τοῦ ἀνέλαβον λογογράφοι, ὧς τὸ ἀνελό- μενος τὰ χρήματα πάλιν ἀνεῖλεν ἀντὶ τοῦ ἐξέβαλεν, ὧς τὸ ἀνεῖλε πᾶσαν αἰτίαν. καὶ ἐπὶ τοῦ ἐμαντεύσαντο, ὡς ἐνταῦθα παρὰ τῷ Λιβανίῳ Β (= Thom. M. 1. 1. p. 23, 1)) [*](1 ἰατρῶν om Can | δὲ — 2 ζητεῖν citat praemissis verbis Λιβάνιος ἐν τῷ Ἀχιλλέως ἀντιρρητικῷ Thom. Mag p. 23, 5 s. v. ἀνεῖλεν· ἐπὶ τοῦ ἐμαντεύσατο 2 ἀνεῖλε MaB sed ἐμαντεύσατο suprascr Ma 2B ἀνεῖται Vi | καὶ — ζητεῖν in marg Ma 2 Ι ταῦτ’ scripsi ex HLaViMa ταῦτα reliqui libri edd 4 ἡγήσεσθαι Ma sed γρ συστήσασθαι in marg m 2 ἡγήσεσθε La ἡγήσασθαι ViCan Mor| γίγνεται γίνεταί μοι B 5 ἡ — 6 εὐεργεσιῶν praemisso κείμενον in marg Μ Ι τόπων Ma sed γρ τρόπων suprascr et del m 2 τρόπων La 8 οὐκοῦν reposui e libris sed οὐκ οὗν La οὐκ οὖν edd 9 αὐτοῦ scripsi e MaLaur ἑαυτοῦ Β αὐτοῦ reliqui libri edd 10 καὶ ante τοῖς(1) τ' MaCan ὐπ’ HLa 11 τῶν(1) om La I τῶν(3) om Ma 12 ὅστις] ὅπερ e Wolf Re Ι τις e Wolf Re 13 ταῦτ’ scripsi ex HLaViMaBLaur ταῦτα Can edd κομίζοντος Ma | στρατιάν Ma sed γρ στρατόν in marg m 2 στρατίαν Can στρατείαν HLaVi 14 ἐνδοῦναι Ma sed ’ν e κ corr m 2 | εἰ in ras Ma 2 15 εἰργασμένων νῦν Η Ι τὴν Β)

310
ἐλθόντων, τοῦτο δὲ οὐκ ἂν ὑπῆρξε μὴ τοῦ Τηλέφου τρω- θέντος, ἐτρώθη δὲ ὑφ’ ὅτουπερ ἴστε, τοῦ τὴν ὑπόθεσιν παρασχόντος καὶ τὰ ἔργα γίγνεται. παρ’ ἀμφοτέρων τοί- [*](R IV 51) νυν ὀφείλεταί μοι χάρις, | τῶν τε ἠριστευκότων αὐτῶν καὶ τῶν δοκούντων ἐφεστάναι τοῖς πράγμασι, τῶν μὲν ἀντὶ τῆς ἀρετῆς ἣν ἐπεδείξαντο, τῶν δὲ ἀντὶ τῆς παρὰ πάντων ὠφελείας.

οὐ τοίνυν τοῦ μὲν ἐλθεῖν τὴν στρατιὰν αἴτιος ἐγενόμην, ἐπεὶ δὲ ἀφικόμην, ἀρκεῖν ἡγησάμην ἢ ταὐτὰ τοῖς ἄλλοις ποιεῖν ἢ μικρῷ τῳ τοὺς ἄλλους ὑπερβάλλειν, ἀλλ’ ὁρῶν τοῖς μὲν Τρῶσίν ἐν τοῖς περιοίκοις τὴν ἰσχὺν οὖσαν τοῦ πολέμου καὶ τῇ τούτων εὐνοίᾳ μεγάλην ὑπάρχουσαν αὐτοῖς ὰπο- στροφὴν τάς τε νήσους τὰς ἐπικειμένας καὶ τῆς ἠπεί- ρου πόλεις οὐκ ὀλίγας, τὰ δὲ ἡμέτερα τῇ πενίᾳ πρὸς ἀσθένειαν ἥκοντα, ταῦτα ἐνθυμηθεὶς Κύκνου μὲν ἤδη [*](15 Dict. II 12) [*](15Κύκνου] οὗτος τοῦ τῶν Τρώων ναυτικοῦ ἡγεμὼν ὢν ἱστά- μένος ἐν τοῖς πορθ[μοῖς] τῆς Τενέδου ἀπείργ[ει] τὸ τῶν Ἑλλή- νων να[υ]τικόν ὃν πρῶτον καταπολεμήσας Ἀχιλ[λεὺς] ἄδειαν εἰργάσατο ταῖς ἑλληνικαῖς ναυσίν Ma2) [*](1 ὑπῆρξε reposui e libris ἦν Can edd | τοῦ inserui e libris om edd 2 ὅτουπερ reposui e libris sed οὖ περίεσται Can οὗπερ edd 3 γίνεται LaurCan edd Ι οὖν Laur 4 γρ ὀφείλετέ μοι χάριν in marg Mor 5 αὐτῶν inser Ma2) [*](6 ἣν Ma sed ἦς suprascr et del m 2 ἦς Laur γρ ὧν in marg Mor | περὶ ViB παρ’ edd 7 πάντων reposui e libris ἀπάντων edd 8 στρατείαν HLaVi Ι ἕτοιμος Vi Ι δ’ LaurCan γεῖν edd Ι ἀρκεῖν Β ἀργεῖν Can et coni Mor Not f II b 9 ἡγού- μην Ma sed γρ ἡγησάμην in marg m 2 ἠτησάμην Can Ι ταῦτα La ταὐτὸν Can Ι ἔλλησι Laur | μικρῶν Can | τῳ inserui e BLaur τῶ ViMa sed ~ del m 2, et inser Lay om reliqui libri edd) [*](12 εὐροίᾳ H | I ὑπάρχουσαν Ma sed ἄρ in ras m- | αὐτοῖς] στρο, εὐθὺς Mor | ἀποτροφὴν B sed ρο in ras ὑποτροφήν Ma 14 δ’ BLaurCan edd 15 ταῦτ’ ViMa)

311
πεπτωκότος, τῶν δὲ Τρώων εἰς τὸ τεῖχος κατακλει- σθέντων, ἀδείας δὲ οὔσης ἐνδιαιτᾶσθαι τῷ πεδίῳ νῦν μὲν πεζαῖς στρατιαῖς, νῦν δὲ ταῖς ναυσὶ χρώμενος περικόπτω τὴν τῶν ἐχθρῶν συμμαχίαν.

καί μοι τὰς πόλεις ἐξαρίθμει τὰς ᾑρημένας. εἷλον Φώκαιαν, Κολωνάς, Κλαζομενάς, Τῆνον, Κύμην, τὴν Χρύσαν, τὴν Κίλλαν, τὴν Τένεδον, Σκῦρον, Θήβας, Πήδασον, Πύρραν, Λέσβον ὅλην. μακρὸν ἐπελθεῖν λόγῳ τὰς πόλεις ἃς ἐγὼ παρεστησάμην. καὶ σιωπῶ Τρωίλον καὶ Λυκάονα καὶ βοῦς ἐξ Ἴδης ἐληλαμένας. ἐντεῦθεν τοῖς Τρῶσίν ἀκριβὴς ἡ πολιορκία τῷ πάντ’ ἐξηρημῶσθαι [*](5 II. ι 328 sq. Strab. XIII p. 584. Aristid. p. 599, 6 sq. Chor. οοπ΄λ t. IV p. 100,11sq.R(267,IBoiss.) 6 II σ 37 σ´ 7 II. λ 625 II. ι 668 c. schol. Paus. I 22, 6. Dict. II 16 I II. β 690 | Il. ς 416 I Il. v 92. Dict. II 17 8 Il. ι 129 et 271 cf. p. 331, 13. Dict. II 16 9 Dict. IV 9. II. ὢ 257 10 II. φ 35 sq. Ι Il. ν 91) [*](7 Θῆβαι τὸ νῦν καλούμενον Ἀτραμύτιον. τρεῖς γάρ εἰσι Θῆβαι, αἱ Ὑποπλάκιοι ὧν νῦν μέμνηται ἐνταῦθα, αἱ καλμίαι (corr Καδμεῖαι) καὶ αἱ τῆς Αἰγύπτου Ma 2 (= Schol. ad II. α 367)) [*](9 Τρωίλον καὶ Λυκάονα] καὶ οὗτοι παῖδες Πριάμου Ma2) [*](2 ἐνδιαιτεῖσθαι Re 3 στρατιαῖς πεζαῖς Ma | στρατείαις Can στρατείαις LaviBLaur | ταῖς om LaurCan 4 περι- κόπτων Vi | καί et 5 ἐξαρίθμει reposui e libris τίς et ἐξαριθμοῖedd) [*](5 εἰρημένας HVi Ι φωκέαν HLa sed in hoc in φώκαιαν corr n, Ma Φωκαίαν edd 6 Κολωνάς reposui e ViMaBCan κολὧ- νας reliqui libri sed in Κολωνάς corr La, edd sed γρ Κελαινάς in marg Mor Ι Κλαζομενάς scripsi e LaViMaB Κλαζομενὰς Η κλαζομενήν Laur κλαζομένην Can edd | τἶνον Vi πῖνον HLa sed in hoc τ’ supra π n 7 Κίλλαν La sed λ(1) eras | πήδας La ViLaur 8 πυρράν Can num Λυρνησσόν scribendum coll Il. β 690; τ’ 60; ν 92. Aristid. p. 600,6. Dict. II 17? | ὅλας Ma sed ην supra ας | μακρὸν — 9 παρεστησάμην citat Lopa- diota lex. Vind. p. 148,9 s. v. παρεστησάμην ἀντὶ τοῦ ἐδουλω- σάμην | μακρὸν Ma sed ον ex ov corr m 2 9 ἐγὼ Πα sed ἑ in ras 2 litt m 2 et γρ ἔργω in marg m 2 ἔργω Can Mor Τρωίλον scripsi ex Η τρωῖλον reliqui libri sed ~ in ' corr La n Τροῖλον edd 10 ἐληλεγμένας Vi 11 τὸ Η | πάντα BCan Mor 1 ἐξηρημῶσθαι scripsi e MaLaurCan ἐξερημῶσθαι Β ἐξερημώσασθαι HLa Vi edd ἐξηρημῆσθαι coni Re)

312
κύκλῳ. αἱ μὲν οὖν πόλεις εἰς ἔδαφος, ὁ δὲ πόνος ἐμός, τὰ δὲ χρήματα κοινά.

οὐκοῦν τῇ Κύκνον μὲν τελευτῇ τὴν ἀπόβασιν τοῖς Ἕλλησιν ἔδωκα, ταῖς δὲ τῶν πόλεων ἁλώσεσι τοὺς Τρῶας συνέστειλα, τῇ περιουσίᾳ δὲ τῶν χρημάτων τὴν προσεδρείαν ἐμήκυνα. [*](R IV 52) οὐ γὰρ ἐνῆν ἐν ἐνδείᾳ | καὶ τροφῆς ἀπορίᾳ μακρὸν οὕτω πόλεμον διενεγκεῖν, ἐπεὶ καὶ τὴν Χερρό- νησον οἱ γεωργοῦντες τῶν μὲν ἤδη κατεσκαμμένων, τῶν δὲ τῷ φόβῳ τὴν ἡσυχίαν ἀγόντων κατὰ πολλὴν ἀσφάλειαν περὶ τὰ ἔργα διέτριβον, ὥστε οὐχ ἧττον αἰ διὰ τῆς γεωργίας ἀφορμαὶ τῶν ἀπὸ τοῦ πολέμου πόρων ἐμοὶ προσήκουσι.

14. Φέρε δὴ καὶ περὶ τῆς αἰτίας ὅθεν προσκεκρού- καμεν Ἀγαμέμνονι μνημονεύσωμεν. οἶμαι γάρ, εἰ καὶ μηδὲν πρότερον εὖ πεποιηκὼς τοὺς ὁμοφύλους ἐτύγ- [*](2 Dict. II 12 sq.) [*](15 Ἰστέον ὅτι ἡ Χρυσηὶς οὐκ ἐκ τῆς Χρύσης πόλεως ᾐχμα- λωτίσθη, ὅπερ ἄν τις ὡς εἰκὸς ὑπολάβοι, ἀλλ’ ἐκ τῆς Ὑποπλα- κίου Θήβης ἀποσταλεῖσα ἐκεῖ, φασίν, παρὰ τοῦ πατρὸς Χρύσου ὡς εἰς τι κρησφύγετον ἐρυμνόν, κατὰ δέ τινας εἰς ἑορτὴν τῆς Ἀρτέμιδος ἐκεῖσε ἀπελθοῦσα. ὁ μέντοι Ἀχιλλεὺς πολεμαρχῶν καὶ τὰ περὶ Φρυγίαν ληιζόμενος καὶ ταύτην τὴν Θήβην εἶλε καὶ τὴν Χρυσηίδα μετὰ τῶν ἄλλων ἠνδραποδίσατο Ma 2 (= Eustath. ad II. α 366 p. 118, 42)) [*](1 τὰ ante κύκλῳ e Wolf Re delevi 2 οὐκοῦν reposui e libris οὐκ οὖν edd | μὲν κύκνου Ma 5 τὰς πόλεις Ma sed del et γρ τὴν προσεδρείαν in marg m 2 προσεδρίαν Mor 6 οὐ] καὶ Can | οὐκ ἐνῆν post ἐνῆν HLa sed in hoc in marg del y | ἐνενδεία Η ἐνδεία La sed ἐν ἐνδεία in marg y 7 χερρόννησον La χερόννησον H 9 τῷ om MaBCan Mor τῶν Vi | χρόνω Β 10 περὶ Ma sed παρὰ in marg m 2 εἰς Can Mor | ὥστ’ BLaurCan edd 11 διὰ om Η 12 προσή- κουσαι Can | post προσήκουσι lac 7 litt Laur 13 καὶ om Vi I προσκεκρούκαμεν La sed προσεκρούσαμεν in marg y προσ- εκρούσαμεν MaCan)

313
χάνον, ἀλλὰ πάντων ἀργότατα καὶ ῥᾳθυμότατα τᾳ πολέμῳ κεχρημένος καὶ μηδὲν ἐποίουν βέλτιον, ἀπό γε ταύτης προσήκειν ἡμῖν ἰσοθέων ἀξιωθῆναι τιμῶν.

σκοπεῖτε γάρ· εἶχεν Ἀγαμέμνων τὴν Χρύσου παῖδα λαβών, ὁ δὲ Χρύσης οὗτος ἦν ἱερεὺς Ἀπόλλωνος. βου- λόμενος οὖν ἀνασῶσαι τὴν θυγατέρα πρὸς τὸ στρατό- πεδον ἧκεν οὔτε λύτρων φειδόμενος τῷ τε θεῷ δοθῆ- ναι τὴν χάριν ἱκετεύων. ὁ δὲ μετρίως καὶ καλῶς ὑπὲρ τῶν κοινῶν βεβουλευμένος οὔτ’ ἀφῆκεν οὔτε πρᾴως ἀπέπεμψεν, ἀλλ’ ἠπείλησεν ἀποκτενεῖν, εἰ μὴ φύγοι, λῆρον εἶναι φήσας τὴν τοῦ θεοῦ συμμαχίαν.

ἐμοὶ μὲν οὖν εὐθὺς δεινὸν τοῦτ’ ἐφαίνετο καὶ μεγάλων ἀρχὴ συμφορῶν, οὔτε γὰρ ἐκεῖνον μὴ κατεύξεσθαι τῶν Ἀχαιῶν εἰκὸς ἦν οὔτε μὴν τὸν Ἀπόλλω μὴ συναλγήσειν τῷ πρεσβύτῃ, τοῦ δὲ μὴ δοκεῖν οὔπω τῶν δεινῶν παρόντων ἐξεπίτηδες συγκρούειν τὸν ἄνθρωπον τοῖς Ἀχαιοῖς ἐσιώπων. ἀλλ’ οὐκ ἴφθη παροινήσας εἰς τὸν Ἀπόλλω, καὶ τὸ στρατόπεδον ἐξαίφνης ἀνηλίσκετο νόσῳ καὶ τὸ ἔργον ἡμῖν ἦν αἰ τῶν ἀπιόντων ταφαὶ καὶ τῷ [*](6 II. α 13 sq. Dict. 11 28 10 II. α 28 13 Plat. rep. III p. 393 A. II. α 42 14 Il. α 43 16 Thuc. I 44, 2 19 Il. α 52) [*](1 πάντων Ma sed ν e ς corr m 2 2 εἰ ante καὶ Η 3 προσήκειν reposui ex HLaViMaLaurCan προσῆκεν Β edd ἡμῖν reposui e libris ἐμοὶ edd 5 ἱερεὺς ἦν Ma | τοῦ ante ἀπόλλωνος Laur 6 οὖν inser Ma 3 7 δώρων Can | δοθῆναι reposui e libris sed γρ δοῦναι suprascr Ma 3 δοῦναι edd 9 βεβουλευμένους Can Ι πράως ViMa Mor 10 ἔπεμψεν Η φύγῃ Ma 11 τοῦ θεοῦ] θεῶν Mor | συμμαχίαν Mor sed γρ θεραπείαν in marg 12 οὖν om Can Mor | τι ante τοῦτ’ La Vi et inser Ma 3 | τοῦτο Can Mor 13 κατεύξεσθαι scripsi κατεύξασθαι libri edd 14 τὸν inser Ma 3 15 πράγματι Can | τοῦ] τῶ Laur 16 ἐξεπίτηδες om B 18 ἐξαίφνης Ma sed ἐξα in ras m 3 19 ἡμῖν reposui e libris ἡμῶν edd)

314
πολέμῳ κρατοῦντες ἑνὸς ἀνδρὸς ἐφθειρόμεθα δυσσε- βείᾳ.

ἔδει μὲν οὖν, εἰ καὶ πάντες ὀλιγώρως εἶχον τῶν συμβαινόντων καὶ τοῦ καθ’ αὑτὸν | ἕκαστος μόνου φροντίζων τῆς κοινῆς κατημέλει σωτηρίας, Ἀγα- μέμνονα περιθεῖν ἄνω καὶ κάτω καὶ πρὸς τὰς σκηνὰς ἰόντα τῶν ἐν τέλει συγκαλεῖν, συνάγειν, δεῖσθαι, πάντα ποιεῖν ὥστε τὴν λύσιν εὑρεθῆναι τοῦ κακοῦ· νῦν δὲ ὥσπερ τῶν πολεμίων ἁπτόντων τοῖς νεκροῖς τὰς συνε- χεῖς πυρὰς καὶ συμφορὰς ἀκούων ἀλλοτρίας, οὐ τὰς οἰκείας ὁρῶν οὐ λόγον εἶπεν, οὐ σύλλογον ἐποίησεν, οὐκ ἀνέστησε σύμβουλον, οὐκ ἤρετο μάντιν, ἀλλὰ τοὺς μὲν ἀφῆκεν ἀποθνήσκειν, αὑτῷ δὲ ἱκανὴν εὐδαιμονίαν ἔκρινεν, εἰ τρυφᾶν ἐξείη.

τί τοίνυν ἐχρῆν με πράττειν, Ὀδυσσεῦ, τοῦ λοιμοῦ μὲν ἐπικειμένου, τῶν δὲ καταλόγων κενουμένων, ῥᾳθυμοῦντος δὲ τοῦ κρα- τοῦντος, σιωπῶντος δὲ σοῦ, σιωπῶντος δὲ Νέστορος, ὃν ἤγαγεν εἰς Τροίαν τὸ δοκεῖν δύνασθαι τὰ δέοντα [*](5 Luc. Tox. 66 11 Il. κ 55 14 Il. ἡ 325; κ 57) [*](3 καθαντὸν Can | αὐτὸν Η 4 μόνον MaB 5 περι- θεῖν scripsi ex HLaLaur παραθεῖν Ma περιθέειν Β edd παραθέειν Vi παρὰ θέειν Can 6 τῶν ἐν τέλει] τὰς μάντεις Can | συγκαλεῖν om Β 7 λύσιν Ma sed λ in ras 2 litt m 2 φύσιν HLaurCan | δ’ edd 8 ἁπτόντων scripsi ἁπτόντων La ἀπόντων reliqui libri sed in ἁπτόντων corr Ma 3, edd ἀπιόντων coni Re et Iacobs Add 226 Anth Pal III 471 | ἐπιού- σας ante τοῖς Vi, ἐπιθήσας edd sed γρ ἐπιθεὶς καὶ ἐπιούσας in marg Mor delevi ἐπιούσας ἀγνοῶν coni Re ἐπιούσας Iacobs | τῶν νεκρῶν Β 10 λόγὥν Can | ἐποίησε Can ἐποιήσατο Β) [*](11 ἀνεζήτησε La 12 αὐτῷ HLaBCan edd Ι δ’ BLaur Can edd | ἱκανὴν Ma sed ἣν in ras m 2 13 τρυφῶν Ma sed ᾶν suprascr m 2 | ἐξῄει Ma sed ηει in εἴη corr m 2, Vi ἐξῆ Can Mor | τοίνυν La sed οὑν suprascr p οὖν Ma | με om Can Mor 14 ἐπικειμένου Ma sed γρ ἐπεκτεινομένου in marg m 2 15 κινουμένων Mor 16 δὲ(2) om Can 17 ἐσήγαγεν Can)

315
παραινεῖν; ἐᾶν ἴδει τὸ δεινὸν χωρεῖν καὶ μὴ ζητεῖν ὅπως στήσεται; καὶ τίς ἂν ἐμήνυσε τοῖς οἴκοι τὸν τρόπον τῆς τελευτῆς; οὐδὲ γὰρ ἄγγελον ἂν κατ’ ἔλιπεν ἡ νόσος. ἀλλ’ ἔδει σκοπεῖν εἴ τις ἴασις ἔσται καὶ φανῆναί τινα ὑπὲρ τῶν κοινῶν ἀτυχημάτων ἀχθόμενον.

ἐφάνην τοίνυν τηνικαῦτα ἐγὼ καὶ παρελθὼν εἶπον οὐδὲν οὔτε προπετὲς οὔτε ἀπαίδευτον, οὐ γὰρ ἰσχυρι- σάμην εὐθὺς ἐκ τῆς περὶ τὸν Χρύσην ἀτιμίας τὸ στρα- τόπεδον νοσεῖν, ἀλλ’ ὃ δίκαιον πάντες ἂν εἶναι·φαῖεν πλὴν Ἀγαμέμνονος, ἐπὶ τοὺς μάντεις ἠξίουν καταφεύ- γειν καὶ παρ’ ἐκείνων μανθάνειν, πῶς ἂν πριαίμεθα τοῦ λοιμοῦ τὴν λύσιν, καί τινων αἰγῶν καὶ θυσιῶν | ἐμνημόνευον. ὁ δὲ Χρύσης οὐκ ἦν ἐν τοῖς ἐμοῖς [*](R IV 54) λόγοις. καλούμενος δὲ ὁ Κάλχας ὑπὸ τοῦ καιροῦ λέγει τὰ παρὰ τῆς τέχνης, ὡς ὁ θεὸς παρώξυνται καὶ τιμω- ῥεῖ τῷ πρεσβύτῃ καὶ ζητεῖ τὴν κόρην.

τί τοίνυν ἐπλημμέλουν; δεῖξον, Ὀδυσσεῦ. ἠδίκουν φυλάττων Ἀγαμέμνονι τὴν ἀρχήν; ὁ γὰρ τοὺς ἀρχομένους φυ- [*](10 Il. α 62 12 Il. α 66 14 Il. α 92 sq.) [*](εἰσήγαγεν Mor | Τροίαν scripsi ex HLaViMaBLaur ἴλιον Can edd I τῶ HCan et γρ in marg Mor) [*](1 συναινεῖν Vi 2 στήσηται La sed ἑ supra η y 3 ἂν om Mor Ι κατέλιπεν Ma sed έλι in ras m 2 4 εἴ] ἥ LaCan ἣ Vi 7 οὐτ’ LaurCan | ἰσχυρισάμην Ma sed ἰσχυρῶς εἷπον in marg m 2 9 ἂν πάντες ἂν Can | εἷναι inser Ma3 | φαῖεν Ma sed ~ εν in ras m 3 10 καταφεύγειν scripsi exHLaViMaB Laur καταφυγεῖν Can edd 12 καί τινων αἰγῶν reposui e libris καὶ τιμῶν edd | θυσίων LaLaur θυσίας HMa 14 λογισμοῖς Vi 15 τὰ παρὰ Mor sed γρ τὰ συμβάντα in marg Ι περὶ Vi | παροξύνεται HVi 16 verbis τῷ πρεσβύτῃ incipit Cr fol. 83 v sed pauca posteriore scriptura non obtecta dispici queunt | τὴν κόρην Ma sed ἢν bis in ras m 3 17 ἐπλη- μέλουν ViMa | Ὀδυσσεῦ δεῖξον Laur 18 οὐ. (neutiquam.) post ἀρχήν; excidisse coni Re)

316
λάττων ἐκείνῳ συνεῖχε τὸ σχῆμα. ἠδίκουν ἐπὶ τὸν μάντιν ἄγων τὸ πρᾶγμα; τί οὖν εἵπετο τῇ στρατιᾷ μέλλων ἐν τοῖς ἀπόροις ἄφωνος ἔσεσθαι; καὶ μὴν ἐπ᾿ αὐτῆς τῆς ὀργῆς ἐμαρτύρησεν Ἀγαμέμνων ταὐτά με σπεύδειν ἃ μάλιστ᾿ ἂν αὐτοὺς βούλοιτο. τί γὰρ ἔφησε;

βούλομ᾿ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι. οὐκοῦν καὶ αὐτὸς σῶον εἶναι τὸν στρατὸν ἐθέλων μᾶλλον ἢ ἀπολωλέναι τὴν ἐκκλησίαν συνῆγον. πῶς οὖν ὑβριξόμην ὡς ἀδικῶν ὁ τὴν ἐπιθυμίαν Ἀγαμέμνονι πληρῶν;

πῶς δ᾿ οὐκ αὐτὸς παρ᾿ αὑτοῦ λαμβάνει δίκην, εἰ τὸ βούλεσθαι σώξεσθαι τὸν στρατὸν ἀδικεῖν ἐστιν; ἐχρῆν γὰρ ἢ καὶ αὑτὸν ἀτιμοῦν ἢ καὶ ἐμὲ θαυμάξειν. εἰ γὰρ μὴ Κάλχας ἦν ὁ μνησθεὶς τῆς γυναικός, ἀλλ᾿ ἐγώ, τί δεινὸν ἦν ἀποστάντα τῆς κόρης θρρεῖν ὐπὲρ τοῦ στρατοῦ; οὐ τιμωρίως ἀξίαν <ἂν> ἐδεδώκειν τότε γνώμην, Ὀδυσσεῦ, ἀλλὰ στεφάνων καὶ [*](1 Aristid. p. 589, 9 6 II. α 117 8 Aristid. p. 590, 4) [*](1 ἔκνω Ma sed in ἐκείνω corr m3 | συνεῖχε scripsi ex H La sed in hoc συνέχει suprascr y, Vi συνέχει reliqui libri edd τὸ σχῆμα Ma sed τὴν ἀρχὴν suprascr m2 2 στρατείᾳ HLa) [*](3 ἐν om Can | μὴ Can 4 ταὐτά scripsi ταῦτά libri edd) [*](5 μάλιστ᾿ἂν] μάλιστα Can Mor | ἐβούλετο CrHLa | ἔφησ Can 6 σόον La sed ό in ῶ corr p σῶον CrHViMa 7 οὐκ οὖν La edd | σῶν Laur | τὸν στρατὸν inserui ex HLaViMaLaur om reliqui libri edd | μᾶλλον ἐθέλων Laur | ἐθέλων scripsi ex HLaViBLaurCan θέλων reliqui libri edd 10 δὲ CrHLa | αὑτοῦ scripsi e Laur αὐτοῦ reliqui libri edd | λαμβάνει Ma sed ει in ras m3 11 τῶ H | τὸν στρατὸν scripsi e CrHLaVi MaB τὸ στρατόπεδον LaurCan edd sed γρ στρατὸν in marg Mor 12 ἐστι HLaB Mor | χρῆν CrHLa sed in hoc ἐ antepos n, B χρὴ Can | καὶ om CrHMa | αὑτὸν scripsi e Laur αὐτὸν reliqui libri edd | καὶ om Ma 15 ἂν inserui om libri edd) [*](16 ἐδεδώκειν—Ὀδυσσεῦ scripsi e CrHLaVi ἐδεδώκειν γνώμην ὀδυσσεῦ Ma ἐδεδώκειν ὀδυσσεῦ τότε γνώμην BCan Mor ὀδυσσεῦ ἐδεδώκειν τότε γνώμην Laur ἐδεδώκειν γνώμην τότε Ὀδυσσεῦ Re | ·οὔ· post γνώμην B | καὶ ante στεφάνων Vi)

317
τιμῶν καὶ δωρεῶν.

δῆλον δὲ ἐκ τοῦ παρόντος. τίς γὰρ ἡ πρόφασις τουτωνὶ τῶν δώρων; ἡ σωτηρία τῶν Ἑλλήνων. οὐκοῦν καὶ τότε τοὺς Ἕλληνας ἔσωξον ὅπως ἀπαλλάξονται τοῦ λοιμοῦ προνοῶν. ὥστε καὶ τότε | τοῦ δικαίου νικῶντος ἐτιμώμην ἄν. οὐ γὰρ δὴ [*](RIV 55) τὸ σιδήρῳ μὲν πληγέντα πεσεῖν ἀφόρητον, λοιμῷ δὲ ἀπενεχθῆναι κοῦφον, ἀλλὰ τοσούτῳ τοῦτ᾿ ἐκείνου χαλεπώτερον, ὅσῳ τὸ μὲν ἐπαινεῖται, τὸ δὲ οἰκτείρεται, καὶ τῷ μὲν ὑπάρχει τι δόξης, τὸ δὲ σημεῖόν ἐστι τῆς τῶν θεῶν δυσμενείας. εἰ δὴ τὸ τοὺς πολεμίους ἀπώσασθαι δωρεῶν ἄξιον, τό γε λῦσαι τὸν λοιμὸν πῶς οὐ μειξόνων; οὔκουν ἀντὶ τούτων ὑβρίξειν δίκαιος ἦν, ἀλλ᾿ εἰ καὶ πρότερον ὑβρισμένος ἐτύγχανε, τούτων εἵνεκα διαλλάττεσθαι. ὁ δὲ ταῦτ᾿ ἐν ἐγκλήμασιν ἐποιεῖτο, δι᾿ ἃ καὶ παλαιὰ χρῆν ἀνελεῖν ἐγκλήματα.