Declamatio 1
Libanius
Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909
μή μοι μηδὲ τὰς ἀδίκους Αὐτολύκου κλοπὰς μηδὲ τὰς ἐπιορκίας Ἑρμοῦ δῶρα ἡγεῖσθε μηδὲ μισθὸν τῶν πολλῶν καὶ κεχαρισμένων θυσιῶν. ὧν γὰρ εἰώθασι δίκην ἀπαιτεῖν οἱ θεοί, πῶς ἂν ταῦτα ἐν ἀμοιβῆς μέρει τοῖς ἀνθρώποις διδοῖεν;
96. Τί φῄς, Ἄνυτε; χείρους ἐγὼ πεποίηκα νυνὶ τοὺς ἀκούσαντας τῶν λόγων; οὐκ ἔστιν, οὐκοῦν οὐδὲ Σωκράτης, ἀλλὰ μᾶλλον ἀμείνους οὐκ ἐῶν πάντα ἐφ- εξῆς Ὁμήρῳ πιστεύειν. οὐκ ἂν οὖν δίκαιος εἴην δοῦναι 20 [*](4 Qu. Smyrn. XIII 421; Hyg. fab. 116 cf. 1. 11 529, 2; 180, 9) [*](12 sq. Od. τ’ 394 sq, Plat. rep. ι p. 334 A sq.) [*](1 οὕτω οὐκ vel οὐκ εὖ lacobs 3 ὁ γέ scripsi auctoribus Gasda et Hirzelio cum Rog ὁ δέ libri Mor Re | τι Πα 4 Κασάνδραν reposui e MaUVaB cum Rog Κασσάνδραν Μί’ Mor Re 6 στρατιὰ reposui e libris cum Rog στρατειᾷ Mor Re Ι τίς MaB 7 μὲν inserui auctore Sinteni om libri edd) [*](12 (1 et 2) et 13 μὴ δὲ MaB 13 δῶρα reposui e libris δῶρ’ edd | ἡγεῖσθαι Ath 15 δίκην ἀπαιτεῖν om Ma 17 φῄς scripsi φής libri Rog φῆς Mor Re 19 ἀλλὰ — 68, 1 Σωκράτης inserui e libris cum Rog om Mor Re | πάντας Μa 20 οὐκ ἂν καὶ Σωκράτην ante οὐκ Ath | οὖν om Ath 5*)
97. Ἀλλ’ Ἄνυτος ὥσπερ τῆς φύσεως ἐπὶ τἀναντία πορευσομένης, εἴ τις Ἀθηναίων φρονιμώτερος ἀναφα- νείη τῶν ἑτέρωθι γεγενημένων ἀνδρῶν, ἀγανακτεῖ καὶ κελεύει παραδοῦναι τοῖς ἕνδεκα δέον σωτῆρα τῶν νέων νομίζειν ἐν τοῖς περὶ τῶν ποιητῶν λόγοις. ἰδοὺ γάρ σε πάλιν ἐρωτῶ· πρὸς τίνα ἀνθρώπων τὰς παρ’ Ὀδυσσέως κατὰ τοῦ δήμου πληγὰς ἐπαινέσας ἐπέθηκε· [*](R III 34) καὶ σὺ τοίνυν τῶν μὲν μέγα δυναμένων 16 καὶ λαμπρῶν ἀπέχου, τοὺς δὲ πενεστέρους ἔλαυνε; τίνα δὴ τῶν οὐ τοῦτο πεποιηκότων ὡς ἀπει- θοῦντα τῆς πρὸς ἑαυτὸν συνουσίας ἀπέκλεισεν;
98. Εἰ δὲ λέγεις· αὑτὸν μὲν ἀξιόπιστον οὐκ ἐνόμιζεν ἔσεσθαι, τῇ δὲ δόξῃ τῶν ποιητῶν ἐπὶ τὸ πείθειν ἐχρῆτο, τὸ μὲν ὧς ἐναντία σαυτῷ λέγεις [*](21 Plat. apol. p. 27 A) [*](1 οὐκοῦν om Rog 4 ἀφῄρει? 6 μὴ om Ma .9 πορευ- σομένης scripsi e MaAthB cum Rog πορευσομένοις Va πορευο- μένης UMor Re Re 10 καὶ om Re κελεύει παραδοῦναι scripsi e MaUVaB cum Rog παραδοῦναι κελεύει Ath Mor Re | δέον reposui e libris auctore Cobeto cum Rog δὲ Mor qui ὃν δεῖ coni, Re ἑαυτὸν δὲ Sintenis 12 τῶν inserui ex AthUB om MaVa edd 13 πάλιν σε ἐρῶ Ma 14 καὶ Ma Ι ἐπέφησε coni Re quod iure lacobsius Sintenis Rog improbaverunt 15 αὐτῶν Ath | μὲν om Ma 17 δὴ reposui ex AthUVa δὲ MaB edd | οὐ om Ma 18 πρὸς ἑαυτὸν reposui e libris cum Rog παρ’ ἑαυτῷ Mor Re 19 αὐτὸν MaUVaB 21 τῶ Ma cf. p. 59, 12)
φέρε γάρ, ἐπὶ τίνα τῶν θεῶν ἐν τοῖς ἀδήλοις καταφεύγομεν καὶ παρὰ τοῦ τἀληθὲς ὑπὲρ ἑκάστου μανθάνομεν; οὐκ ἐπὶ τὸν τὰ μέσα τῆς γῆς ἐπὶ μαντείαις κατέχοντα, τὸν Ἀπόλλω τὸν Πύθιον, οὗ τοῖς χρησμοῖς ἀκολουθοῦντες τὰ μέ- γιστα τῶν ἔργων ἐπράξαμεν;
οὗτος τοίνυν ὁ τῇ πόλει πατρῷος ἅπαντας τοὺς ἄλλους ὑπερβὰς τὸν νυνὶ κρινόμενον ἀνεῖπε σοφώτατον, οὐ τὴν ὑπὸ τῶν πολλῶν θαυμαζομένην, πολλοὺς γὰρ πρὸ τοῦδε ταύτην προσ- εῖπεν, ἀλλ’ ἧς ἐστι τὸ περὶ τὴν ἀλήθειαν καὶ τὴν ταύτης ζήτησιν διατρίβειν. καὶ γέγονεν ἀπ’ ἐκείνης τῆς ἡμέρας ὁ Σωκράτης] ζηλωτός, ὧς οὐχ ἕτερος, μεῖζον μὲν οὐ φρονήσας ἢ πρόσθεν οὐδὲ φυσηθεὶς [*](6 cf. p. 117,14 9 Plat. apol. p. 26 E sq. 10 cf. p. 117,9 sq. 141,4; t. IV 431, 13. Plat. apol. p. 20 E 11 Her. I 65 15 Xen. comm. I 2, 25. Dem. p. 1377, 29) [*](2 μοι Ma 3 ἰσχυρότερον scripsi auctoribus Morello lacobsio Not 31 Sinteni cum Rog ἰσχυρὸν libri Mor Re 4 παρὰ τοῦ reposui e MaUVaB auctoribus Sinteni Gasda Co- beto cum Rog παρ’ αὐτοῦ Αἶα παρὰ τούτου Mor Re 6 ἐπὶ μαντείαις in marg. Ma 9 πατρῷος Β 10 σοφίαν inseren- dum coni post τὴν Mor, post θαυμαζομένην Re, at mente supplere sufficit similiter atque t. I 475,22; II 465, 5; IV 45,4) [*](11 ταύτην scripsi ταύτῃ libri edd 12 προσεῖπεν scripsi auctoribus Mor Sinteni Gasda προσειπεῖν libri Mor Re γὰρ ἂν — προσεῖπεν Nabero auctore Rog προσεῖπεν ἄν lacobs Add 2 Lect 198 Not 31 προσειπεῖν εἶχεν ἂν δεινούς coni Re ἄλλης Ath 13 τὴν περὶ ταύτης UB 14 ὁ Σωκράτης quod abest a libris cancellavi | ζηλωτὴς Ma | ὧς inserui ex UVaB auctoribus lacobsio Add 2 et 151 Lect 198 Not 31 Sin- teni, Cobeto cum Rog om MaAth Mor Re 15 φυσιωθεὶς AthUVaB)