Declamatio 1

Libanius

Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

τοῦτο δὲ γένοιτ’ ἂν ὑμῶν ἀκούειν εὐμενῶς ἐθελόντων. καὶ γὰρ εἰ μὲν ἐμπείρως ἔχων τῶν ἐν τοῖς δικαστηρίοις λόγων Σωκράτης πρὸς τἀς τούτων παρασκευὰς ἱκανῶς ἐτύγχανεν ἠγωνισμένος, ’ίσως ἂν ὑμῖν ἐξήρκει παρ’ ἐκείνου καὶ περὶ ὧν κρίνεται [*](R III 3) διδαχθεῖσι τὴν ψῆφον ὀρθῶς | φέρειν· ἐπεὶ δέ, ὥσπερ ἐπὶ τῶν ἐργαστηρίων, οὕτω καὶ νῦν ἐν ὑμῖν δι- είλεκται, τῇ παρούσῃ μὲν οὐ συμφερόντως χρείᾳ, μίαν δ’ οὖν αὑτῷ λύσας διαβολήν, ὧς οὐκ ἄρα εἴη δεινὸς λέγειν, ἡμῶν, ὦ ἄνδρες, πρὸς θεῶν, ἀνάσχεσθε τῶν οὐ δυνα- μένων μὲν ἐξισοῦσθαι πρὸς τὸν Ἀνύτου λόγον, ἴσως δὲ ὑμῖν τι συμβαλουμένων καὶ τἀληθῆ μᾶλλον ἐρούν- των ἤ οὗτοι.

[*](1 cf. p. 110, 16. Plat. apol. 29 A; 38 D sq. 3 Plat. apol. p. 17 B sq.; 27 B. Xen. comm. IV 4, 4)[*](1 ᾦ ante καὶ Par. 3014 edd delevi cum Gasda Ι ὁ ante φόβος 6 Par. 3017 Gasda 2 πρέπειν ἡγούμενος scripsi e MaAthUVaB ἡγούμενος πρέπειν Par 3014 edd Ι τὴν φύσιν Ma 3 τοῦ μὴ om Β 4 μὴ δὲ MaB 5 τοὺς ante Ἀθηναίους inser Rog)[*](11 καὶ inserui ex AthUB om reliqui libri edd 13 δικαστη- ρίων Ma Ι ὑμῖν scripsi e MaUB cum Iacobsio Not 4, Sinteni Rog ἡμῖν reliqui libri Mor Re 14 συμφερόντως χρείᾳ scripsi e MaUVaB auctore Re cum Rog συμφέροντες χρείαν Ath Mor Re δὲ Rog 15 οὖν del Iacobs Not 4 γοῦν Rog | αὐτῷ scripsi e Ma auctoribus Iacobsio Lect 193 et Gasda cum Rog αὐτῷ reliqui libri Mor Re Ἀνύτου lacobs Not 4 | οὐκ cancellavit Rog coll Plat. apol. p. 17 B | ἄρ’ Rog 17 μὲν om Β 18 ἐρόν- των Ma sed ο in ου corr m 2, Par 3017 19 οὗτος? at cf. p. 21, 12.)
17

6. Οἶδα μὲν οὖν ὅτι διαβολή τις κατεσκέδασται Σωκράτους ὑπὸ τῶν ἐν ταῖς συνουσίαις τοὺς παρ’ ἐκείνου μὴ φερόντων ἐλέγχους, οἱ δικαιότερον ἂν αὑ- τοῖς ἐπιτιμῶντες, ὅτι τῆς αὑτῶν διανοίας ἠμέλουν, τὸν οὐκ ἐῶντα ῥᾳθυμεῖν περὶ τὰ μέγιστα τῶν ἐν ἀνθρώ- ποις ἐμίσουν καί τινας καθίεσαν τοὺς τὰ τοιαῦτα λέγοντας· τὸν μιαρόν, τὸν ὄλεθρον, τὸν λυμεῶνα τῶν νέων.

ἃ δὴ καὶ τούτοις ἔδωκε θαρρῆσαι τὴν γραφὴν ἀπενεγκεῖν, ἐπεὶ καὶ πρῴην τινὸς προσελθόν- τος αὐτοῖς καὶ λέγοντος οὐ σφόδρα συνήδεσθαι τοῖς διώκουσιν, οὐδὲ γὰρ οὐδ’ ὁρᾶν εἰς τὸ κρατήσειν ἀφορ- μάς, τὸ τῶν δικαζόντων πρὸς τὸν κινδυνεύοντα μῖσος μεγάλην ἔφασαν σφίσιν αὐτοῖς ὑπάρχειν πλεονεξίαν. πάλαι γὰρ αὐτὸν ἐπιθυμεῖν ὑπὸ ταῖς ψήφοις λαβεῖν, ὥστ’ αὐτοῖς ἀρκεῖν φανῆναι. ἃ γὰρ αὐτὸς ἄν, εἴπερ ἐδίκαζεν, Ἄνυτος ἐποίει καὶ οἱ μετὰ τούτου, ταῦτα παρ’ ὑμῶν προσδοκᾷ. κακῶς ἐλπίζων. διὰ τί; ὅτι πρῶτον μὲν ἐν ὑμῖν οὐκ ὀλίγους ἑώρων πολλάκις ἡσθέντας, [*](1 cf. p. 127, 5. Plat. apol. p. 18 B cf. p. 111, 16 sq.) [*](7 Plat. apol. p. 23 D) [*](1 κατεσκεύασται UVaB κατασκευασταὶ Ath cf. Plat. I. I. οἱ ταύτην τὴν φήμην κατασκεδάσαντες 2 ταῖς om Ma 3 ἐκείνων Β | αὑτοῖς scripsi cum Rog αὐτοῖς libri Mor Re 4 αὐτῶν reposui e libris cum Rog αὐτῶν Mor Re 6 καὶ ante καθίεσαν Ma edd delevi | καθίστασαν? | τὰ om AthUVa 8 ἔδωκε scripsi cum Cobeto Mnem III 142 et Sinteni coll p. 116, 6 ἐδίδου 6 Par 3017 Gasda Rog ἐδόκει reliqui libri Mor Re τούτους ἐδόκει θαρρῦναι Iacobs Not 5 10 οὐ inserui ex AthUB, ut coni Re, cum Rog om reliqui libri Mor Re | σφό- δρᾶ μὲν συνήδεσθαι lacobs Not 6 συνάχθεσθαι Cobet 11 οὐδὲ γὰρ οὐδ’] οὐδὲ ἀρκούσας Iacobs I. I. | οὐδ’] οὐχ Ma cancellavit auctore Re Rog οὐδ’ ὁρᾶν coni Re 13 δὲ post αὐτοῖς Ath 17 καλῶς Ma | διατί Β 18 ὀλίγοι <κάθηνται, οὓς> ἑώρων Cobet Coll 255 )

18
ὁπότε Σωκράτης τοὺς ἀλαζόνας ἐλέγχοι, καί, νὴ Δία [*](R III 4) γε, καὶ πρὸς ἀρετὴν διὰ τοῦτον | ἐπιδεδωκότας οὐ μικρόν.

ἔπειτα, εἰ καὶ τὰ μάλιστα δυσχερῶς εἴχετε πρὸς αὐτὸν ἅπαντες καὶ κοινὸς ἦν τοῦ δικαστηρίου πολέμιος, οὐκ ἂν ἦν ἐνταῦθα τῇ δυσμενείᾳ χαρίσασθαι. καὶ γάρ, ὦ ἄνδρες, τὸ χωρίον οὐκ ἔχθρας ἐστὶν ἢ χάριτος οὐδὲ συνέρχεσθε ἐνταῦθα τὸν ἑτέρωθι λυπή- σαντα ἀμυνούμενοι ἢ <τῶ> πρότερον εὖ πεποιηκότι χάριν ἀποδώσοντες, ἀλλ’ ἀπὸ τῶν πραγμάτων, ἐφ’ οἶς ἡ κρίσις, ἢ σώσοντες ἢ κολάσοντες.

ταῦτα γὰρ δή- που καὶ ὁ Σόλων εἰδὼς καὶ νομίζων τῶν ἀγωνιουμέ- νων τοὺς μὲν ἐν φίλοις τοῖς δικάζουσι δώσειν λόγον, τοὺς δὲ ἐν χαλεπῶς ἔχουσιν, ἴνα μηδετέρωθεν κατα- βλάπτοιτο τὸ δίκαιον, ὅρκον ἔταξεν οὐκ ἐῶντα χάριν ἢ δυσμένειαν ἤ τινα πρόφασιν ἄλλην ἄδικον ἐνοχλῆ- σαι τῇ κρίσει. καὶ νῦν μισεῖ τις Σωκράτην, ἀλλ’ ὀμώ- μοκεν ἥκιστα ἐμπλήσειν τὸν αὑτοῦ θυμόν, ἀλλ’ οἱ θεοὶ πρὸς τὴν ψῆφον βλέπουσιν, ἣν ὁ θέμενος οὐ δικαίαν [*](6 sq. Plat. apol. p. 35 C 14 Dem. Tim. p. 746, 19 sq; Eubul. p. 1318, 25 cf. Μ. Fraenkel Herm. XIII 452 sq.) [*](2 διατοῦτον Β τοῦτον reposui e libris, ut coni Re, cum Rog τοὺς Mor Re τοῦτ’ Sintenis δι’ αὐτοῦ lacobs Not 6 3 ἔπειτα scripsi e Β ἐκεῖ Ath ἐπεὶ reliqui libri edd sed εἶτ’ coni Re Ι εἰ inserui e libris auctore Re cum Rog om Mor Re ταμάλιστα VaB Ι εἴχετε scripsi e Ma auctoribus Re et Gasda cum Rog ἔχετε reliqui libri Mor Re 5 πόλεμος Ath | ἐνταῦθα inserui e libris cum Rog om Mor Re 6 καὶ om Ath Ι ἐστὶν om Ath 8 ἀμυνούμενοι Ma sed οὐ ex ὁ corr m 2 | τῷ inserui auctore Gasda om libri edd 11 ὁ inserui ex AthUB om reliqui libri edd 12 λόγον δώσειν Ath 13 μηδ’ ἑτέρωθεν AthVa μὴ δ’ ἑτέρωθεν UB 15 ἐνοχλήσειν UVaB 16 ὁμώ-μοκεν Β 17 ἥδιστα Ath cf. Suidas s. v. Ι ἐμπλήσειν scripsi e Β auctore Nabero cum Rog ἐμπλῆσαι reliqui libri Mor Re Ι αὐτοῦ scripsi ex UVaB cum lacobsio Not 6 et Rog αὐτοῦ reliqui libri Mor Re)

19
ὑποτέθεικεν ὀργῇ καὶ αὑτὸν καὶ παῖδας καὶ οἰκίαν καὶ γένος καὶ σμικρᾶς ἡδονῆς μεγάλην ὑπέσχε τὴν δίκην.

10. Μηδὲ τοῦτό τις ὁράτω μόνον, ὅτι Σωκράτην ἀπεκτονὼς ἔξεισιν ἀπηλλαγμένος τῆς τούτου παρρησίας, ἀλλὰ κἀκεῖνα προσενθυμείσθω, τίς αὑτὸν διαδέξεται δόξα καὶ τίνες ἐλπίδες. ἐν θεάτρῳ μὲν γὰρ κωμῳδίας ἀκροωμένους γελάσαι καὶ συνεπιθέσθαι τῷ κακῶς ἀκού- οντι καὶ χαρίζεσθαι τῷ ποιητῇ καλὰ μὲν οὐδ’ ἐκεῖνα, δόξαι δ’ ἂν οὐ παντάπασιν ἀλλότρια Διονυσίων εἶναι καὶ ὁ γέλως ἀκίνδυνος· ἐν δικαστηρίῳ δὲ ὁ τῷ διώ- κοντι δοὺς ἑαυτὸν καὶ πᾶν ἀληθὲς ἡγούμενος καὶ συν- ταράττων καὶ βασανίζων οὐδὲν καὶ πρὸς τὴν τοῦ κατη- γόρου μεθιστάμενος τάξιν ἀπὸ τῆς οἰκείας μείζω ζημι- ώσας αὑτὸν ἢ <ὃν> οἴεται κακῶς παθὼν μᾶλλον ἢ δε- δρακὼς ἄπεισιν. ὁ μὲν γὰρ οὐκ ἔχει τοῦ κινδύνου κοι- νωνοὺς τοὺς παῖδας, ὁ δὲ πᾶσιν ἐφεξῆς τοῖς αὑτοῦ τὴν συμφορὰν ἐπάγει.

11. Καὶ μὴν οὐδ’ ἐκεῖνό γε εὔλογον ὑπὲρ εὐσε- βείας δοκοῦντας ἀγανακτεῖν αὐτοὺς Ι ἀσεβοῦντας [*](R III 5) [*](1 ὑποτέθεικεν] ὑποκαταδίκην ὢν καὶ Μα | ὀργῇ scripsi ex AthUVaB ὅρκον Ma ὅρκῳ edd | αὐτὸν scripsi ex UVaB cum Rog αὐτὸν reliqui libri Mor Re 2 σμικρᾶς scripsi ex Ath UVaB μικρᾶς Ma edd 3 Μηδὲ scripsi μὴ δὲ MaUB μὴ δὴ reliqui libri edd 5 ἀλλ’ ἐκεῖνα Ath Ι αὐτὸν scripsi αὐτὸν libri edd 7 ἀκροώμενος MaAth ἀκροώμενον UB 10 δὲ reposui e libris auctoribus lacobsio Lect 193 Not 6 et Sin- teni cum Rog τε Mor Re 11 παναληθὲς Ath | συνταράττων in suspicionem vocaverunt lacobs Not 7, Gasda qui ἐξετάζων, Naber qui συμπράττων, Rog qui συντάττων coni, frustra cf. p. 37, 14 ne συνεξετάζων quidem (ut p. 23, 3) necessarium 13 οἰκίας Ma sed ι in εἰ corr m 2, UVa 14 ἑαυτὸν UB | ὃν inserui auctore Sinteni om libri edd Ι καὶ ante κακῶς inser coni Cobet 16 αὐτοῦ scripsi e MaB cum Rog αὐτοῦ reli- qui libri Mor Re 18 οὐδ’ scripsi ex UB cum Rog οὐδὲ reliqui libri Mor Re)

20
ἁλῶναι καὶ τῆς οὐδαμῶς δυναμένης ἐλεγχθῆναι πονη- ρίας οἰομένους δίκην λαμβάνειν αὐτοὺς ἐν τοῖς ὀφεί- λουσι τοῖς κρείττοσι δίκην γενέσθαι.

12. Περὶ μὲν οὖν τοῦ μὴ δεῖν, εἴ τις ὑμῶν ἀγα- νακτῶν ἐκ τῶν ἔμπροσθεν τούτῳ πρὸς ἐνίους γεγενη- μένων λόγων δεῦρ’ εἰσελήλυθε, τοῦτο ἀναμιγνύναι τῇ παρούσῃ κρίσει καὶ τοῦ δεῖν μεμνημένους τῶν θεῶν, οὓς ὀμωμοκότες ἥκετε, τήν τε ἀκρόασιν ἅπασαν ποιεῖ- σθαι καὶ τὴν διάγνωσιν ἐνῆν μὲν πλείω λέγειν, οἶμαι δὲ οὐδὲν δεῖσθαι τούς γε εὖ φρονοῦντας πλειόνων.

13. Ἤδη δὲ ὑμᾶς διδάξω, πόθεν ποτὲ Ἄνυτος ἐπέ- θετο Σωκράτει καὶ ὡς οὐκ ἐκ τῆς πρὸς ὑμᾶς εὐνοίας οὐδ’ αὖ φροντίζων τῆς τῶν ὑμετέρων παίδων ἐπιει- κείας, ἀλλ’ ἑτέρωθεν. διορίσασθαι δέ, ὦ Ἀθηναῖοι, καὶ αὐτὸς ὥσπερ καὶ οὗτος βούλομαι. ἐἀν <δ᾿> ἐπιδείξω Σω- κράτην οὐδενὶ πώποτε διδάσκαλον γενόμενον οὔτ᾿ ἀδί- [*](12 cf. p. 29, 15 sq.; 30, 3. Plat. apol. p. 24 C 13 cf. p. 31, 17 sq. Plat. apol p. 25 C; 26 A sq. 16 sq. Xen. comm. I 2, 62 sq.; apol. § 25) [*](1 οὐδαμοῦ UVa Rog 3 δίκην τοῖς κρείττοσι Ath 4 Καὶ ante περὶ inserendum coni lacobs Not 7 | οὖν inserui ex Ath UB auctore Re cum Rog om reliqui libri Mor Re 5 τού-τούτων Ath Ι γεγενημένων inserui eMaUVaB cum Rog om Ath Mor Re 6 εἰσελήλυθεν Ma Ι τοῦτον Ma sed v add m 2, UVa Β 7 μεμνημένους Ma sed οὐ ex ὁ corr m 2 8 ὀμωμοκότες scripsi ex AthUVa auctore Re cum Rog ὀμωμοκότες Ma ὀμω- μοκότας Β Mor Re 8 τ’ Rog | ἀκρόασιν ἅπασαν reposui e libris ἀκρασίαν πᾶσι Mor Re qui ἀκρόασιν ἴσην πᾶσι coni ἀκρόασιν πᾶσι Rog 10 καὶ ante οὐδὲν et τῶν ante πλειόνων Mor Re delevi cum Rog Ι τε Ath 11 δείξω Μ 13 ὐμε-τέρων reposui e libris auctore Re cum Rog ἡμετέρων Mor Re 15 punctum post βούλομαι posui cum Β, colon Rog, comma reliqui libri Mor Re | <δ᾿ > Re | <δ᾿ > inserui 16 ὦ Ἀθηναῖοι, ante οὐδενὶ Ath Mor Re delevi cum Rog | num ἀδίκου <λήμματος οὔτε> κλοπῆς coll p. 28, 1? at cf. p. 71, 14 sq. οὐδενὸς ἀδίκου, οὔτε vel ἀδίκου, οὔτε coni Sintenis)

21
κου κλοπῆς οὔτε ἀπάτης οὔτε ἱεροσυλίας οὔτε ἐπιορ- κίας οὔτ’ ἀργίας οὔθ’ ὑπεροψίας τῶν νόμων οὔτε δήμου καταλύσεως, ἀπάσης δὲ σωφροσύνης καὶ δικαιο- σύνης ἡγεμόνα καὶ πάντων ὑμῖν εὐνούστατον καὶ γεγενημένον καὶ ὄντα, πείσατε Ἄνυτον ἐγκαλύψασθαι.

14. Σκοπεῖτε δέ. Σωκράτης ὦ ἄνδρες, γενόμενος ἐκ πατρὸς Ἀθηναίου καὶ τραφεὶς ἐν τοῖς ἡμετέροις νόμοις λογισμὸν ἔλαβε μείζω μὲν ἴσως τῆς οἰκίας τῆς ἑαυτοῦ, πρέποντα δὲ τῇ πόλει καὶ τῷ τῆς πόλεως γνωρίσματι. καὶ διήνεγκε τῶν πολλῶν, ὁμολογῶ, οὐκ ἐξενεχθεὶς ἐπὶ τὰ χείρω καὶ βουληθεὶς γενέσθαι κά- κιστος, ὧς οὗτοί φασιν, ἀλλὰ τῷ μάλιστα δὴ τῶν μνημονευομένων ἀρετῆς ὀρεχθῆναι καὶ νομίζειν ζηλω- τὸν τὸ κτῆμα.

τὸ μὲν γὰρ ἐν βαναυσίᾳ δι- [*](R III 6) ἄγειν ἢ γῆν ἐργάζεσθαι ἢ πελάγη περᾶν ὑπὲρ χρημά- τῶν ἢ τὰ ἀπὸ τῶν μετάλλων ζητεῖν ἢ μνηστεύειν ἀρχὰς ἢ τὴν ἐπὶ τοὺς ἰδιώτας ῥητορείαν συλλέγειν καὶ διὰ ταύτης τῆς μελέτης καρποῦσθαι τοὺς ἀπράγμονας ταῦτα ᾔδει μὲν τοῖς μετιοῦσι καὶ δυνάμεις καὶ τὰς θαυμαζομένας ὑπὸ τῶν πολλῶν ὠφελείας φέροντα καὶ φοβεροὺς ποιοῦντα τοῖς ἐν ταῖς εὐπορίαις, οὐ μὴν ἐδυνήθη Σωκράτης τούτων οὐδὲν οὔτε μέγα οὔτε [*](2 οὔτε (1) Β 5 ποιήσατε coni Sintenis 7 ἡμετέροις Β sed ἡ ex ὒ corr ὑμετέροις Rog 8 οἰκείας Ath | τῆς ἑαυτοῦ scripsi e MaUVaB αὐτοῦ Ath Mor Re τῆς αὑτοῦ Rog 11 ἐξενεχθεὶς reposui e libris cum Rog ἐνεχθεὶς Mor Re 13 ἀρετῆς ὀρεχθῆναι scripsi ἀρετῇ στηριχθῆναι libri Mor Re ἀρετῆς τ’ ὀρεχθῆναι Cobet Mnem. III 143 Rog 14 βα-ναυσίᾳ scripsi ex AthUVaB auctoribus Bastio Greg. Cor. p. 836 ed. Schaef. et Gasda cum Rog βαναυσία Ma βαναύσῳ Mor Re qui βαναύσων coni 16 μετάλων UVaB 21 τοῖς scripsi auctoribus Sinteni Gasda Cobeto cum Rog τοὺς libri Mor Re)

22
εὔδαιμον ἡγήσασθαι, νομίσας δὲ πάντων εἶναι κτημά- των ἀνθρώπῳ θειότατον τὴν ψυχὴν καὶ τὸν ταύτην καθαρὰν κακίας παρεχόμενον τοῦτον εἶναι τὸν ὡς ἀλη- θῶς εὐδαίμονα, δύνασθαι δὲ κακίας ψυχὴν ἐλευθεροῦν φιλοσοφίαν καὶ τοῦτο αὐτῇ μέγιστον ἐξευρῆσθαι φάρ- μακον, ἀφ’ ὧν μὲν ἦν τρυφᾶν καὶ δύνασθαι, ταῦτα ἑτέροις ἀφῆκε, δι’ ὧν δὲ ἦν μηδὲν τῷ σώματι χαρι- ζόμενον πάντα τρόπον τὴν ψυχὴν ἀμείνω ποιεῖν, ἐπὶ ταῦτα ἧκε.

τὸ μὲν οὖν τὴν τοῦ οὐρανοῦ διερευ- νᾶσθαι φύσιν καὶ τὸν ἥλιον ὅ τι ποτέ ἐστι σκοπεῖν καὶ περὶ τῆς σελήνης ἀνευρίσκειν λόγους καὶ πόθεν ἀστραπαὶ καὶ τί τὸ βροντᾶν ποιοῦν, τὴν μὲν περὶ ταῦτα διατριβὴν ἔφυγε νομίζων μάταιον ἅπασαν μάθη- σιν ἀφ’ ἧς οὐδὲν ἂν ἔργον τοῖς ἐπισταμένοις γένοιτο· ἐπὶ δὲ τὸ ζητεῖν τὸ δίκαιον καὶ τίνα χρὴ νομίζειν ἀνδρεῖον καὶ τίς εἰκότως ἂν καλοῖτο σοφός, ὃ μέγιστον τῶν ἀγαθῶν καὶ οἴκῳ καὶ πόλει καὶ πᾶσιν ἔθνεσιν, ἐπὶ ταῦτα ὥρμησε καὶ τούτοις ἐνέμεινε διδάσκαλον [*](1 Plat. apol. p. 30 B; Phaedr. p. 241 C; leg V p. 726 A; 731 C 6 Xen. comm. I 2, 4 9 Plat. apol. p. 19 C. Xen. comm. I 1, 11 sq. Diog. L. II 5, 6, 21 15 Xen. comm. I 1, 16 18 Plat. apol. p. 33 A. Xen. comm. I 2, 3 3 ὡσαληθῶς Β 4 δὲ om VaB 7 ἀφῆκεν AthUB 9 οὖν inserui e MaAthVaB cum Rog om U Mor Re 10 ὃ τι scripsi e Β cum Rog ὅτι reliqui libri Mor Re 12 μὲν inserui e MaAthUB cum Rog om Va Mor Re 13 ἅπασαν re- posui e libris cum Rog πᾶσι Mor Re πᾶσαν Sintenis 14 ἂν ἔργον scripsi auctoribus lacobsio Lect 193 App Pors 320 Not 7 et Cobeto Mnem. III 143 cum Rog ἐνεργὸν libri Mor Re qui οὐδὲν ἔργον coni Ι τοῖς om UVaB | ἐπισταμένο ς cum ras 1 litt U ἐπισταμένας Va 15 ἐπὶ reposui e libris auctore Re cum Rog ἐπεὶ Mor Re | τί δίκαιον coni Rog 16 <καὶ> ὃ Gasda 18 καὶ τούτοις ἐνέμεινε in marg Ma)

23
μὲν αὑτὸν οὐδενὸς οὐδαμοῦ προσειπὼν οὐδὲ ἀργύριον πραξάμενος, ὧς ὁ μιαρὸς σοφιστής, ἐν δὲ τῷ τοῖς | [*](R III 7) πλησιάζουσι συνεξετάζειν τὴν ἑκάστου πράγματος φύσιν τὸν βίον ποριζόμενος.

καὶ ταῦτα ἔπραττεν οὐ πολλῶν κεκληρονομηκὼς ταλάντων οὐδὲ τῆς ἔνδον αὐτῷ περιουσίας παρεχούσης ἐπ’ ἐκεῖνα σχολήν. ὀγδοή- κοντα γάρ, ὦ ἄνδρες, μνᾶς αὐτῷ τοῦ πατρός, ἡνίκα ἐτελεύτα, παραδόντος καὶ ταύτας ἡλικιώτου τινὸς ἐπ’ ἐργασίᾳ λαβόντος ἔπειτα περὶ τὴν ἐργασίαν ἀτυχήσαν- τος σιγῇ τὸ συμβὰν ἤνεγκεν ὁ Σωκράτης. καὶ μᾶλλον ἄν τις τῶν μὴ προεμένων τὸ ἀργύριον ἐμνήσθη περὶ τούτου ἤ αὐτὸς ὁ δεδωκώς. λοιπὸν οὖν ἦν ζῆν ἐν ἀμυ- θήτῳ πενίᾳ.

τί οὖν ἐποίησεν; οὐ μετέβαλε τὴν τάξιν, ἐπειδὴ τῶν ἀφορμῶν ἐστέρητο, οὐδ’ ᾠήθη δεῖν ἕτερος ἐν ἑτέροις γενέσθαι καιροῖς, ἀλλ’ ἐτήρησεν ἀκί- νῆτον τὴν γνώμην διὰ τέλους οὔσης αὐτῷ γυναικὸς καὶ παίδων. ἀντὶ γὰρ τοῦ ζητεῖν εὐπορίας οὐ καλὰς [*](2 Plat. apol. p. 19 D. Xen. comm. Ι 2,5 4 Plat. apol. p. 23 B; 38 B sq. 5 cf. p. 87, 5 sq. 6 Dem. Phal. apud Plut. Arist. 1, 9 cf. Boeckh Staatshaushalt. Ι 143 3 Zeller Gesch. der Phil. II 1, 44 3) [*](1 αὑτὸν scripsi e MaU cum Rog αὐτὸν reliqui libri Mor Re I οὐδὲν ante οὐδενὸς Β 2 ὧς inserui e MaUVaB auctore Re cum Rog 3 ἑκάστου reposui e libris auctore Sinteni cum Rog ἐκείνου Mor Re 6 ἑβδομήκοντα e Par 3017 Rog for- tasse recte, cum fidem facere videatur Demetrius Phalereus apud Plutarchum I. I. 7 γάρ] μὲν Ma 8 ἐτελεύτησε Β Ι ταύτας scripsi ex AthUB ταῦτα reliqui libri edd 10 ἤνεγκεν ὁ Σωκράτης reposui e libris ἤνεγκε Σωκράτης edd 15 γενέσθαι καιροῖς reposui e libris cum Rog καιροῖς γενέσθαι Mor Re | ἐτήρησεν reposui ex AthUVaB auctore Re cum Rog ἐτήνησεν Ma ἐκίνησεν Mor Re 16 διατέλους MaB 17 γὰρ om Ma Ι ζητεῖν reposui e MaAthVaB auctore Re cum Rog ζῆν U Mor Re | οὐ om Ath)

24
καὶ σκοπεῖν ὅθεν ἂν ἀντὶ τῶν οἰχομένων αὑτῷ γένοιτο χρήματα τῆς δαπάνης ἀφεῖλε καὶ μᾶλλον <πρὸς> τὸ μὴ δεῖσθαι τοσοῦτον ἐπαίδευσεν ἑαυτὸν ἢ ὅθεν ἂν ἔχοι δαπανᾶν ἐσκέψατο, τρίβωνι μὲν ἐνὶ δι’ ἔτους χρώμενος, ὕδωρ δὲ πίνων ἥδιον ἢ Θάσιον οἶνον ἕτεροι τό τε πεινῶν ἐσθίειν ἀντὶ Περσικῆς ποιούμενος τραπέζης. τῆς δὲ οὕτως ἐχούσης τροφῆς ἔμελε δήπου τοῖς ἐπιτη- δείοις Σωκράτους οὐδὲν ἐνοχλοῦντος.

τοιοῦτος ὢν καὶ διάγων, ὡς ἔφην, ὥσπερ τις κοινὸς πατὴρ καὶ τῆς πόλεως ὅλης κηδεμὼν περιενόστει τὰς παλαίστρας, τὰ γυμνάσια, τὸ Λύκειον, τὴν Ἀκαδημίαν, τὴν ἀγοράν, ὅπου μέλλοι <πλείστοις> ἐντεύξεσθαι, λειτουργῶν ὑμῖν, ὦ ἄνδρες, λειτουργίαν οὐδὲν ἐοικυῖαν ταῖς ἐν τοῖς Παναθηναίοις ἢ τοῖς Διονυσίοις, ὧν ἡ χάρις παρέρχε- τᾶι, ἀλλ’ ἐγρηγορὼς καὶ φροντίζων, ὅπως κακίαν μὲν εἰς δύναμιν ἐξελάσειεν, ἀρετὴν δὲ πείσειεν ἀγαθόν τι νομίζειν.