Declamatio 1

Libanius

Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

τί οὖν ἡμῖν τὸν χρηστὸν Ἄνυτον ἐξέμηνε; πόθεν ἀποκτεῖναι βούλεται τοῦτον ᾧ πολλάκις ηὔξατο γενέ- σθαι τοὺς υἱεῖς παραπλησίους; ἐν τοῖς λόγοις, ὠ ἄνδρες, τοῖς τἀληθὲς ζητοῦσιν ἔδει τῷ δηλώσοντι σαφῶς ὃ προὐθυμεῖτο παραδειγμάτων δή τινων, ὃ ποιεῖν ἅπαν- τες εἰώθαμεν καὶ οὐδὲ τῷ πάνυ βουλομένῳ τοῦτο φυγεῖν ἔνεστι.

μεμνημένος δὴ σκυτοτόμων καὶ 15 βυρσοδεψῶν καὶ τῶν ἁλουργὰ ποιούντων ἔρια καὶ τῶν ἐπὶ ταῖς ἄλλαις τέχναις καὶ λέγων, ὡς ἐφ’ ὅτῳ τις διατρίβοι, τοῦτ’ ἂν εἰδείη μᾶλλον ἑτέρου καὶ καλῶς ἂν κατίδοι φαυλότητα τῶν ἐν αὐτῷ καὶ τοὐναντίον, ὑπ’ αὐτῶν τῶν πραγμάτων ἐπὶ τοῦτον Ἄνυτον ἤγετο, ᾧ τὸ μὲν ἀπὸ βυρσῶν εὐπορεῖν οὐκ ἐφαίνετο δεινόν, [*](15 cf. [Xen.] apol. § 29. [Socr.] ep. 14) [*](2 εἰκότων Ma 3 μὲν ante δὲ Mor Re delevi cum Rog) [*](5 εἰδῆτε AthUVaB 8 ἡμῖν om Ma 10 τούς υἱεῖς γενέσθαι Ma | ὦ ἄνδρες in marg Ma2ss 11 τἀληθὲς scripsi auctore Re cum Rog ἀληθὲς libri Mor Re | ζητοῦσιν reposui e MaAthB cum Rog ζητοῦσι UVa Mor Re | τί σαφὲς Ath σαφὲς UVaB 12 παράδειγμα τῶν δέ τινων Ath Ι ᾦ Ath 13 πάλαι Ma 14 καὶ βυρσοδεψῶν om Rog 15 ἁλουργὰ VaB cf. t. II 22,8; 320,3 17 διατρίβοι reposui e libris cum Rog διατρίβῃ Mor Re ἂν διατρίβῃ Hirzel Mus. Rhen. XLII 246 εἰδείη Ma sed εἰ in ras m 2 18 τὴν MaUVaB Gasda Rog αὐτῷ scripsi e MaU cum Gasda et Hirzelio ἑαυτῷ AthVa Β edd)

29
τῷ δὲ λόγῳ τῆς ἐργασίας ἀγανακτεῖ, καὶ τὸ μὲν ἔργον οὐκ ἔφευγε, δυσχεραίνει δὲ τὸ ῥῆμα.

ὑμῶν δὲ ἕκαστος πολλάκις μέμνηται τῆς αὑτοῦ τέχνης καὶ πρός γε χάριν οἶδε τῆς ἀπ’ αὐτῆς προσόδου, ἐπεὶ καὶ αὐτὸς Σωκρά- της πολλάκις ἂν εἰπὼν τὸν αὑτοῦ πατέρα Σωφρονίσκον προσέθηκεν ἂν καὶ τὰ περὶ τοὺς λίθους καὶ τὴν τῆς μητρὸς οὐκ ἀπεκρύπτετο τέχνην.