Declamatio 1

Libanius

Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

καὶ τί δεῖ μακρολογεῖν ἐξὸν ἐναργεστέροις καὶ σαφε- [*](12 Lys. p. 132, 37 15 Plat. Gorg. p. 470 E; Lys. p. 209 D sq.) [*](3 ταῦτα Ma 4 μέλιτον Mor Re | διδάσκοι μέλητον (μέλι- τον VaB) UVaB 5 τις libri Re Rog cancellavi τι Mor Gasda | συκοφαντοῖ Ma συκοφαντῇ AthUVaB 9 ἀκολου- θούντων C 12 προαγόμενος Va παραγενόμενος Β 13 ἡγοῖτο scripsi cum Gasda ἡγεῖτο libri edd | δοκιμώτατον AthUVaB | δοκοῖ Ma δοκῇ AthUVaB 16 καὶ] καίτοι auc- tore Re Rog | τί scripsi auctore Re cum Rog ὅ τί MaB ὅ τι reliqui libri Mor Re 19 ᾖ e Par Mor et auctore la- cobsio Lect 203 Not 49 Rog ἢ Ma εἰ reliqui libri Re | ἔχειν Ma | λυσιτελεῖν Ath 20 ἐναργεστέροις Β sed ἐν in ras m 2)

109
στέροις ἐπιδεῖξαι σημείοις, ὡς οὐκ ἐπαινεῖ τὰς δυνα- στείας; τοῦτον γάρ, ὦ Ἀθηναῖοι, πολλοὶ τῶν τυράννων ἐπεθύμησαν ἰδεῖν πολλῶν παρ’ αὐτοῖς ἐκπεπληγμένων τὴν ἀρετὴν Σωκράτους νομίζοντες πρέπειν ταῖς ἐξου- σίαις αὑτῶν καὶ ταύτην τὴν | θέαν.

καὶ [*](R III 59) διὰ τοῦτο ἐκάλει μὲν [ὁ] Εὐρύλοχος ὁ Λαρισαῖος, ἐκάλει δὲ Σκόπας ὁ Κρανώνιος, οὐχ ἤκιστα δὲ ὁ Μα- κεδόνων ἄρχων Ἀρχέλαος, δεόμενοι, πέμποντες τοὺς ἄξοντας, ἐπιστέλλοντες, ὑπισχνούμενοι. πῶς οὖν ὁ τοὺς νέους ἐθίζων ὑπερορᾶν τῶν νόμων; αὐτῶν ἔδει μὲν τῶν ἐπιστολῶν, ἐν ἐκείναις τὸν ἄνθρωπον κάλλιστα ἂν εἴδετε, μᾶλλον δέ, τί δεῖ γραμμάτων τοῦ πράγματος αὐτοῦ βοῶντος; τριῶν γάρ, ὦ ἄνδρες, κατ’ ἐγέλασε τυ- ράννων καὶ δώρων τῶν παρ’ ἐκείνων καὶ τρυφῆς καὶ ποικίλων ἡδονῶν αἰσχυνόμενος τοὔδαφος τῶν Ἀθη- [*](6 sq. Diog. L. ΙΙ 5, 9 § 25 7 Plat. Prot. p. 339 A 8 Plat. Theag. p. 124 D; Gorg. p.470 D. Dio Chrys. XIII p. 432 R 10 Socr. epist. 1) [*](5 ἀυτῶν ἁ αὐτῶν reliqui libri Mor Re 6 δία τοῦτο Ma διατοῦτο Β | ὁ ante Εὐρύλοχος CAMa Mor Re cancel- lavi cum Rog | Εὐρύχολος Mor | Λαρισαῖος scripsi cum Cobeto Mnem. N. S. III 156 coll Diog. L. l. l. et t. IV 136, 15 Λαρισσαῖος auctore Menagio obss. in Diog. l. l. t. II (25) p. 84 (cf. Iacobs Not 49) Rog χαρίσιος (χαρήσιος Ma) libri χαρίστιος Mor Καρύστιος Re 7 σκοπᾶς CA sed in hoc in σκόπας corr m 2, MaAth Mor Re σκῶπάς UVaB | οὐχήκιστα Β 9 ἄξοντας C sed τ in ras m 2 ἀξιοῦντας AthUVaB | οὖν; Re 10 ὑπερ- ορᾶν Ma sed αν in α corr m 2 | post νόμων lacunam statuerunt Mor Gasda Rog perperam | αὐτὸς UVaB | ἔδει μὲν scripsi auctore Hefermehlio ἐδεόμην δὲ ἐδεόμην Μα) libri edd et Bentley (Socr. epp. ed. Orelli p. 408) 11 τῶν om Ath | γὰρ post ἐκείναις inseruit auctore lacobsio Not 49 Rog | κάλλιστ’ Va Re Rog 12 εἴδητε Va ἴδητε MaUB ἴδοιτε Bremi Epist. Socr. ed. Orelli p. 132 et lacobs l. l. | μάλιστα Mor delendum et καὶ pro δέ scribendum censuit Bremi | παραδειγμάτων Ma) [*](14 ἐκείνων scripsi ἐκείνοις libri edd)

110
ναίων καὶ τοὺς νόμους καθ’ οὓς αὐτός τε ἐγένετο τῷ πατρὶ καὶ παῖδας ἐποιήσατο νομίζων οὐκ εἶναι τῆς αὑτοῦ φύσεως οὔτε θεραπεύειν τύραννον οὔτε εὐ πάσχειν ὑπὸ τυράννου.

οὐ τοίνυν ὡς καλοῦντες διήμαρτον, ἀφίσταντο τῆς πείρας, ἀλλ’ ἀκούοντες ἀνά- λωτον εἶναι χρήμασιν οἴκοι καθημένῳ προὔτεινον. ὁ δ’ οὐ μετριώτερον ἡγούμενος τοῦ βαδίζειν ἐκεῖσε ἐκεῖθεν τὸ κερδαίνειν διεώσατο καὶ δυνάμενος εὐπο- ρεῖν τούτων μᾶλλον οἶς ἀπὸ τοῦ συκοφαντεῖν ἡ πρόσ- ὀδὸς ἔμεινεν ἐπὶ τῆς πενίας ἡδέως οὐδ’ ἂν Θεττα- λίαν ὅλην, εἴ τις ἐδίδου, λαβών.

167. Τοῦτον οὖν ἀποκτενεῖτε καὶ διὰ τοὺς Ἀνύτου λόγους ὑπερόψεσθε τοὺς ὅρκους; οὐ δείσετε τὴν ὀργὴν τῶν θεῶν; οὐ πρὸς τὰ ἔργα βλέψετε τὰς βλασφημίας [*](R III 60) ἀφέντες 5 οὐκ ἐγκαλέσετε | τοῖς ποιηταῖς ἀντὶ τῶν 16 ἐλεγχόντων; αὐτὸς μὲν Σωκράτης οὐ δεινὸν ἡγεῖται τὸ τεθνάναι, ταῦτα γὰρ αὐτὸν φιλοσοφία πέπει- κεν, ὡς ἐκεῖ τῆς ἀρετῆς κομιούμενον τὰ ἆθλα, ὡς ἕξοντα κἀκεῖ θεοὺς δεσπότας, ὡς ἐντευξόμενον αὐτόθι 20 τοῖς ποιηταῖς, ὡς ἐρησόμενον· ὑμεῖς δὲ μὴ σκοπεῖτε, [*](8 Diog. L. II 5, 9, 25 10 Plat. apol. p. 31 B 17 cf ep. 606. Plat.apol. p. 40 E sq.; Phaed. p. 63 C) [*](3 αὐτοῦ MaVaB Mor αὐτοῦ U | θεραπεύειν Β sed ερ in ras m 2 4 τοῦ τυράννου Ma 6 καθημένωι Α sed γρ καθή- μενον in marg m 2 καθημένων Ath καθήμενον CMaUVaB Mor qui καθημένῳ coni | προύτεινον Α sed ·πι· supra τει p προὔπινον C | ὃ Α 7 τοῦ C sed οῦ in ὸ corr m 2 „malim transpositis vocabulis τὸ ἐκεῖθεν κερδαίνειν“ Re 8 διεώσατο Α sed ε in ras, Β sed ε in ras m 2 διεσώσατο C sed σ eras, MaU sed in hoc σ eras, Va Mor | δυνάμεως Ma 10 πενίας Ma sed ενι in ras 4 litt m 2 | οὐδὲ Re 11 ἥτις C | λαβεῖν Ath 15 ἐγκαλέσετε C sed ε (3) in ras m 2 17 ἡ inserui auctore Re cum Rog om libri Mor Re | πεποίηκεν Ma 20 σκοπῆτε Β)

111
τί τῷδε κοῦφον, ἀλλὰ τί τοῖς νόμοις συμβαῖνον. οὐ γὰρ κατὰ τὴν Σωκράτους ἐπιθυμίαν ὀμωμόκατε ψηφι- εῖσθαι, κατὰ δὲ τοὺς νόμους τοὺς κειμένους, ὧν οὐδεὶς κωλύει μεμνῆσθαι ποιητῶν.

μεγάλοι μὲν οὖν αὐτὸν ἐν Ἅιδου περιμένουσι μισθοὶ βίου σώφρονος καὶ κοσμίου, λαβέτω δὲ καὶ παρ’ ὑμῶν, ὦ Ἀθηναῖοι, τοὺς ὀφειλομένους, ὅτι πένης ἄνθρωπος γυναικὶ συνοι- κῶν, παιδία τρέφων, ἐπὶ μὲν τὸ συλλέγειν ἀργύριον καὶ δι᾿ ὧν ἂν ὑπῆρχε τρυφᾶν οὐκ ἐτράπετο, διδάξας δὲ τοὺς ἔνδον ἀνέχεσθαι τῆς τύχης κοινὸς ἐπίτροπος περιῄει τῶν πολιτῶν ζητῶν καὶ πυνθανόμενος, εἰ· τῳ παῖς ὑπὸ μέθης ἢ κύβων ἤ τινος ἄλλου διέφθαρται κακοῦ, καταβοῶν πατέρων ῥᾳθυμούντων, ἐπεγείρων στρατηγοὺς καθεύδοντας, ἐνάγων εἰς φροντίδας ῥήτο- ρας, λυπῶν λύπην τὴν λυσιτελοῦσαν. ἐώρα γὰρ καὶ τοὺς ἰατροὺς ταύτην ἰόντας.

τούτων ἦν μιμητὴς περὶ τὸ βέλτιον μέρος. οἱ μὲν γὰρ τοῖς σώμασι βοη- θοῦσιν, ὁ δὲ τὴν ψυχὴν ἐπηνώρθου. τοῖς μὲν οὖν τὸ φαυλότερον ἰωμένοις ἔχετε χάριν, καὶ καλῶς ποιεῖτε, τὸν δ’ ὑπὲρ τοῦ τιμιωτέρου πεπονηκότα ἀποκτενεῖτε; καὶ τοῦτο λήψεται μισθόν, ὅτι πάντας Ἀθηναίους ἐβούλετο καλοὺς κἀγαθοὺς εἶναι; καὶ | ὁ μὲν [*](R III 61) [*](15 Plat. Prot. p. 340 E 22 Plat. apol. p. 30 A sq.) [*](2 τὴν τοῦ σωκράτους Ma | ὀμωμόκατε MaB 4 οὖν om Mor 5 μισθοὶ περιμένουσι UVaB 6 δὴ Β | ὑμῶν Β sed ων in ras m 2 ἡμῶν Mor | θεοί Ath 8 τῶ Ma 11 ἐπῄει Ath | τις Mor 12 ἢ] καὶ AthUVaB 14 στρατοὺς Mor στρα- τούς, στρατηγοὺς καθεύδοντας ἐνάγων εἰς φροντίδας, ῥήτορας λυπῶν coni Re, cui oblocutus est Iacobs Lect 203 15 τὴν λύπην τὴν Rog | τινα? 17 βέλτιστον VaB 18 οἱ et ἐπην- ώρθουν Ma 20 τιμιωτάτου Mor | ἀποκτενεῖτε scripsi auc- tore Cobeto Mnem. III 156 cum Rog ἀποκτείνετε libri Mor Re)

112
πολλῶν υἱέσιν ἀμείνων ἐγένετο τῶν πατέρων, ὑμεῖς δὲ τοὺς τούτου παῖδας εἰς ὀρφανίαν ἐμβαλεῖτε, μᾶλλον δὲ εἰς ἀτιμίαν; ποῦ γὰρ ἔτι φανοῦνται; ποῦ φθέγξον- ται; ποῦ παρρησιάσονται τῆς τοῦ πατρὸς συμφορᾶς οὐκ ἐώσης;

κλαύσατε, παιδία δυστυχῆ. κλαῦσον, Ξανθίππη ταλαίπωρε. Σωκράτης μὲν οὐδέποτε τοῦτο ποιήσει, θαρρεῖ γὰρ τὴν τελευτὴν καὶ τὴν ἀποδημίαν οὐ δέδοικεν. πολὺ γὰρ τῶν ἐνταῦθα τόπων ἡδίων, ὧς λόγος, ὁ τοῖς δικαίοις ἡτοιμασμένος. οὔκουν αἰσχρὰν ζητήσει σωτηρίαν οὐδὲ τὴν μελετηθεῖσαν ἀνδρίαν ἐν τῷ δικαστηρίῳ καταλύσει νομίζων ἀμφοτέροις αἰσχρὰν εἶναι τὴν ἱκετείαν, καὶ αὑτῷ καὶ τῇ πόλει, τῷ τὸν δο- κοῦντα σοφὸν ὧσπέρ τινα βάρβαρον φρίττειν τὸν θάνατον. ἀλλ’ ὑμεῖς δεήθητε τῶν δικαστῶν, ἀντιβο- λήσατε, δακρύσατε.

καὶ αὐτὸς δὲ οὐκ ὀκνήσω μεθ’ ὑμῶν. ἄνδρες Ἀθηναῖοι, φίλον εἰλικρινῆ, χρηστὸν ἄνδρα, σύμβουλον ἀγαθόν, πολίτην δίκαιον, λυπηρὸν μὲν ἐνίοις, συμφέροντα δὲ τοῖς εὐνοοῦσι σώσατε, διατηρήσατε. στρατηγεῖν μὲν οὐκ ἂν δύναιτο, σωφρο- νίζειν δὲ ἐπίσταται. στόλον μὲν ἄγων οὐκ ἂν ἐκπλεύ- σειεν, ἐκπλεῖν δὲ πολλοὺς νέους εἰς ὕβριν οὐκ ἂν ἐῴη. μέγα μὲν ὑμῖν οἱ νόμοι καὶ ἡ τῶν δικαζόντων ψῆφος, μικρὸν δὲ οὐδὲ Σωκράτης τηρῶν πλημμελοῦν- [*](9 cf p. 129, 17) [*](2 τοὺς om Mor 3 φεύξονται Ma 7 πείσει vel παύσει coni lacobs Lect 203 | θαρρεῖ Ma sed ε in ras m 2 8 δέδοικε MaU | ἡδίων, ὧς] ἢ δίωνος Ath 9 αἰσχρὰν post σωτηρίαν in marg inser Ma 10 σωτηρίαν Β sed σωτη in ras m 2 | ἀνδρείαν U | ἐν om Mor 12 τῷ] τὸ MaAth Mor 16 εἱλικρινῆ MaB 18 νοοῦσι Ma 20 στόλον μὲν <νεῶν>? cf. Thuc. l 31,1 21 νέους εἰς scripsi ἐνεὶς CAAth Mor Re ἐνιεὶς MaUVaB εἰς auctore Re Rog 22 μὲν om C 23 πλημελοῦντας MaB)

113
τὰς, μεμφόμενος ἀδικοῦσι, συνεχῆ τινα ταύτην, ὅπερ ἔφην, λειτουργῶν ἤδη λειτουργίαν τῇ πόλει.

πό- σους | οἴεσθε διὰ τοῦτον ἀμελήσαντας ἂν υἱέων R III 62 ἐπιμεμελῆσθαι; πόσους πολεμήσαντας ἂν ἀδελφοῖς οὐ τολμῆσαι; πόσους κακώσαντας <ἂν> γονεῖς τεθεραπευ- κεναὶ; πρὸ γὰρ τῶν δικαστηρίων ἐφοβοῦντο τὰς ἐπι- τιμήσεις Σωκράτους εἰδότες ὅτι κατήγορον μὲν ἔνι ἐκ- πρίασθαι, λογιστὴν δὲ τοιοῦτον καὶ τῶν δικαίων φύ- λακα τῶν ἀμηχάνων διαφυγεῖν ἢ πεῖσαι σιγᾶν. διὰ τοῦτ’ οὖν ἀποθανεῖται καὶ δώσει δίκην, ὅτι βελτίους ἐν οἶς ἔδακνε καθίστη;

καὶ τῶν μὲν παρ’ ἐκείνου λόγων ἀπαλλαγῆναι ζητεῖτε, τὸν δὲ ἐπὶ τούτοις ἐσό- μενον οὐ δεδοίκατε λόγον, ὅτι Ἀθηναῖοι βουλόμενοι περὶ πάντα μᾶλλον ἢ τὰς ψυχὰς ἐσπουδακέναι καὶ πλουτεῖν μετ’ ἀφροσύνης πολίτην τινὰ αὑτῶν ταῦτα οὐκ ἐπιτρέποντα, ἀλλ’ αἰσχυνόμενον καὶ λυπούμενον καὶ προσιόντα καὶ νουθετοῦντα <καὶ> κοινόν τινα πάντων ἐπιμελητὴν περινοστοῦντα, καθάπερ τινὰ πολέ- μιον τῶν πολλάκις δῃωσάντων τὴν χώραν, ἀπέκτειναν οὐ βίον, οὐ λόγους, οὐ πράξεις, οὐκ αὐτὸ τὸ γῆρας αἰδεσθέντες; μικρὰν οἴεσθε ταῦτ’ εἶναι βλάβην; ἢ [*](2 cf. p. 24, 12) [*](2 λειτουργίαν ἤδη λειτουργῶν Re Rog 3 τούτων Mor 4 ἐπιμελεῖσθαι MaB Mor 5 τετολμηκέναι? | ἂν inserui auc- tore Re cum Rog om libri Mor Re 7 ἐκπρίασθαι scripsi auctore Cobeto Mnem. III 156 cum Rog coll Lys. p. 159, 20 καὶ πρίασθαι (πριᾶσθαι CA) libri Mor Re 9 διατοῦτ᾿ Ma διατοῦτο Β 10 οὖν om Β 12 δ’ CMaVa Ke Rog 13 οὐκ ἐδεδοίκατε Ma sed οὐκ ins m 2 15 μὲν μετ’ Mor | αὐτῶν scripsi cum Rog αὐτῶν libri Mor Re 16 αἰσχυνόμενον scripsi αἰσθανόμενον (αἰσθόμενον Ma) libri edd 17 καὶ inserui auc- tore Gasda cum Rog om libri Mor Re 20 λόγον UVaB Mor) [*](21 αἰδεσθέντας C | signum interrogationis posui cum Mor, punctum libri Re Rog | ταύτην Cobet LIBANIUS ed. Foerster. V. 8)

114
δόξειν ποτὲ τὴν τοιαύτην <πόλιν> πρὸς ἑτέρους ἔσε- σθαι μετρίαν, ὅταν τοὺς παρ’ αὑτῇ βελτίστους ὠμῶς μεταχειρίζηται;