Declamatio 1

Libanius

Libanius, Declamatio 1, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

τῷ μὲν οὖν Ὁμήρῳ ποιεῖν ἐπῆλθεν εἰς ἄνδρα θαυμαστὸν ἔπαινον, Ἄνυτος δὲ ὃν ἐκεῖνος τά τε ἄλλα γενναῖον ἡγεῖτο καὶ μόνον ἐπιθεῖναι τῷ μακρῷ πολέμῳ τέλος, πάντων ἀθλιώτατον ἀποφαίνει καὶ τὸν αὐτὸν ἀσεβῆ καὶ κακοδαίμονα. τί οὖν ἄν τις μᾶλλον Ὁμήρου κατη- γορήσειεν ἢ τὸ τὸν κάκιστον τῶν ἐπ’ Ἴλιον στρατευ- σάντων ἐκλεξάμενον περὶ τοῦτον οὕτω πολλὴν εἰσε- νέγκασθαι σπουδήν;

πότ’ ἔρον οὖν δίκην ὑπὲρ Ὁμήρου λαμβάνειν οὗτός ἐστι δίκαιος ἢ διδόναι μᾶλλον, ὃς τὴν ὑπόθεσιν αὐτῷ καταφέρει πρόρριζον αὐτὸς ὑπὲρ ἐπῶν οὐ πολλῶν ἐγκαλῶν ἑτέροις; εἰ γὰρ ὁ τὴν χεῖρά τῳ λωβησάμενος κολάζοιτ’ ἂν εἰκότως, τόν γε ἀποκτείναντα πῶς ἔνι μὴ μείζω παθεῖν; ἀλλ’ οὔτ’ Ἄνυτος οὔτε Σωκράτης ἀδικοῦσιν, εἴ τι τῶν τοῖς ποιηταῖς εἰρημένων καταμέμφονται.

127. Ἀλλ’ ἀργούς, φησίν, ἐποίει Σωκράτης. τίνα τρόπον; εἶπε τὸ καθῆσθαι ποιοῦντα μηδὲν τοῦ [*](5 cf. t. IV 166, 25. Od. α 2. Antisth. Ulix. 14 12 Her. I 32; VI 86 18 sq. Plat. Gorg. p. 515 E sq.) [*](5 ἡγεῖτο <γενέσθαι> | <ἱκανὸν> μόνον Rog qui ἱκανὸν vel μόνον ἱκανὸν vel in sequentibus ἐπιθεῖναι <ἂν> scribendum coni 6 εὐσεβῆ libri corr Mor 7 μᾶλλον Ὁμήρου scripsi e MaUVaB Ὁμήρου μᾶλλον Ath edd Ι ποιήσειεν Ma) [*](8 τὸ om Ma 11 λόγον MaUVaB 14 τῳ om Ma γε reposui e MaUB, ut coni Mor lacobs Not 40 Sintenis τε Ath Va Mor Re γ’ Rog 15 ἀποκτείναντα scripsi cum Sinteni ἀποκτένοντα libri ἀποκτείνοντα edd 16 οὔτε scripsi e Par 8017 cum Rog οὗτος ἢ libri Mor Re οὔθ’ οὑτοσὶ lacobs Not 40 I τοῖς ποιηταῖς reposui e libris cum Rog ποιητῶν Mor Re qui ποιηταῖς aut ὑπὸ τῶν ποιητῶν coni ὑπὸ ποιητῶν lacobs 18 ποιεῖ coni Schanz Plat. apol. comm. 37 19 εἶπε Β Mor sed vertit ceclo εἰπέ reliqui libri Re ὅτι εἶπε lacobs Add 215)

85
μετιέναι τὰς ἐργασίας ποτὲ βέλτιον καὶ συνεβούλευσε τοῖς μὲν χειροτέχναις ἀποστῆναι τῶν τεχνῶν, τοῖς γεωργοῖς δὲ μισῆσαι τὴν γῆν, τοῖς ἐμπόροις δὲ ἐκλι- πεῖν τὴν θάλασσαν, τοῖς δὲ ναύταις καθεύδειν, τοῖς δὲ ναυκλήροις μὴ κατασκευάζειν τὰ πλοῖα, πᾶσι δὲ ἀπλῶς πάσης ἀφεμένοις πράξεως εἰς τὸν οὐρανὸν φἐ- πειν ὡς ἐκεῖθεν ἀφιξομένης τροφῆς; εἷς ἐξ ἀπάντων Ἀθηναίων I παρελθὼν μαρτυρησάτω καὶ σιω- R III 44 πήσομαι. εἰ δὲ τὸ μὲν ἀργεῖν οὐκ ἐπῄνει, τὸ δὲ τῇ κτήσει τῶν χρημάτων ἢ τῇ τῆς ψυχῆς ἀρετῇ πλείω νέμειν τὴν σπουδὴν ἡγεῖτο τῶν ἀτόπων λέγων τιμιώ- τατον μὲν ἀνθρώπῳ τὴν ψυχὴν εἶναι, δεύτερον δὲ τὸ σῶμα, τρίτον δὲ τὰ χρήματα, πῶς ταῦτα πείθοντος ἦν ἀργεῖν;

ὃς τὸ μὲν ἔργῳ τῳ προσέχειν οὐκ ἐκάλει κακίαν, ἠξίου δὲ μὴ τὰ τῇ φύσει δεύτερα πρὸ τῶν ἀμεινόνων ἄγειν. ἐπειδὴ γὰρ ἐώρα πολλοὺς τοὺς μὲν [*](10 Plat. apol. p. 36 Bsq. 12 cf. p. 22, 1 sq. Plat. leg. IV p. 724 A; V p. 726 A sq. VIII p. 870 B) [*](Not 40 εἰ εἷπε Rog εἰ εἰπέ Par 3017) Ι μηδὲν τοῦ scripsi ex AthUVaB auctoribus Re et lacobsio Add 215 Lect 200 Not 40 cum Rog μηδέν τε Ma μηδὲν τὸ Mor Re)N [*](1 πότε βέλτιον <εἶπεν εἶναι> καὶ coni Re 3 ἐκπεσεῖν Ma 4 θάλατταν Ma Rog | δὲ om Ma 5 μὴ om Ma 6 ἀφεμένοις reposui e MaVaB ἀφέμενος U sed ο eras ἀφε- μένης Ath Mor Re ἀφειμένοις auctore Re Rog | πάσης πράξεως Va 7 αὐξομένης Ma Ι signum interrogationis posui e MaB, punctum reliqui libri edd 10 πραγμάτων Ma | τῇ] τὸ Ath 11 λέγων reposui e libris auctoribus lacobsio Not 40 Sinteni Cobeto cum Rog λόγων Mor Re 12 τῷ ante μὲν Mor Re, post μὲν auctoribus Re et Cobeto Rog delevi | τὴν inserui e libris cum Rog om Mor Re 13 τὰ inserui e Ma om AthUVaB edd 14 ὧς Ath | τὸ reposui e MaUVaB auctore Re cum Rog τῷ Ath Mor Re | ἔργῳ τῳ scripsi auctore Re cum Rog ἔργῳ τῷ Ath ἔργω τῳ U ἔργω τὼ VaB ἔργῳ τὸ Ma Mor Re προέχειν Ath)

86
υἱεῖς ἐν ἴσῳ τοῖς ἀνδραπόδοις τρέφοντας καὶ οὔτε τὴν ψυχὴν παιδεύοντας οὔτε τὸ σῶμα γυμνάζοντας, παντα- χόθεν δὲ πλοῦτον ἀγείροντας ὡς μιᾶς οὔσης εἰς εὐδαι- μονίαν ἀφορμῆς, ἴνα παιδεύσειε κακῶς φρονοῦντας, ἐπετίμα καὶ μεθίστη καὶ μετεπαίδευε παραινῶν μὴ τὰ προσήκοντα περὶ ταῦτα ἀγνοεῖν μηδ’ ἃ μὲν πλείστην ἀπαιτεῖ πρόνοιαν, περὶ ταῦτα ῥᾳθύμως ἔχειν, ἃ δ’ ἐλάττονός ἐστι λόγου, περὶ ταῦτα πονεῖν. τοῦτο δὲ ἦν εὐπορεῖν τε τοὺς αὐτοὺς βουλομένου καὶ νοῦν ἔχειν.