Oratio 63
Libanius
Libanius, Oratio 63, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
ἀλλ’ οἴεταί τις Ὀλύμ- πιον τὸν πολλοῖς εὐδαιμονίας αἴτιον οὐκ οὖσιν ἐν τῷ γένει μισῆσαί ποτ’ ἂν ἑκόντα τὸν ἀδελφόν; οὐκ ἔστιν. ἀλλ’ ὁ μὲν ἐβούλετο κἀνταῦθα εἶναι χρηστός, ὁ δὲ αὐτὸν ἀνῆπτε. τετελευτηκότος τοίνυν ἐν τῷ ταῦτα ἁμαρτάνειν Μικκάλου μεταστήσειν μὲν ἅπας ᾤετο τὴν ἔχθραν Ὀλύμπιον ἐπὶ τὸν παῖδα τὸν ἐκείνου, γίνεται δὲ ὁ βέλτιστος κρείττων τῆς προσδοκίας ἀμεί- νῶν αὐτοῦ τοῦ γεγεννηκότος φανείς.
36. Εἰσὶ τοίνυν οἳ προσιόντες ἐμοὶ σχῆμα προσ- θέντες αὑτοῖς τῶν ὑπὲρ ἡμῶν ἀχθομένων τοιαῦτα εἰῶ θασι λέγειν ὑποκινοῦντες ἄμα τὴν κεφαλήν, ὡς ἄν τινες οὐ φέροντες ὅ τι ἄν τις εἰς ἐμὲ πλημμελῇ. λέγουσι τοίνυν· οὐ γὰρ καὶ τὰ πρὸς σέ συνέχεε δίκαια περιθεὶς μὲν φθόνου καὶ πραγμάτων γέμουσαν προσηγορίαν, δοὺς δὲ ὧν ἄν τις καὶ καταγελά- σειε δέον ἑτέρους μὲν ποιῆσαι τὰ χαλεπώτερα, σοὶ δ’ εἰ καὶ μηδὲν ἄλλο, τήν γε ἀπὸ τῆς δευ- [*](22 Thuc. IV 87, 4 | Lib. t. Ι 201, 1; ep. 971) [*](2 ῥήμασι scripsi ῥήμασιν Β Sieb 4 num Γίγαντας post τούς inserendum coll. t. Ι 129, 4? 5 αὐτῶν scripsi τῶν Β Sieb 19 τινες inserui e Β om Sieb ὅ τι scripsi ότι Β Sieb | εἰς inserui e Β om Sieb 23 ὧν scripsi auctore Sieversio p. 282, 1 ᾧ B Sieb)
ἐμοὶ δὲ ἅ τε παρὰ ζῶντος ὑπῆρξεν Ὀλυμπίου μέγιστα κέ- κριται πάντων τῶν παρ’ ὧντινων γεγενημένων τά τε ἤδη μεθεστηκότος δεδομένα τὰ μικρὰ δὴ κατά τὸν ὑμέτερον λόγον μείζω χιλίων ἀγρῶν, καὶ τό γε οὐδὲν οὐκ ἂν ἤνεγκε λύπην ἐν πολλῷ μείζονι τῆς φιλίας αὐ- τοῦ τὴν βάσανον λαβούσης, οἷον δ’] ἂν ἣν, εἰ καὶ μέρος τοῦτ’ ἐπεποιήκει τῶν διαθηκῶν τὴν τοῦ μηδὲν εἰς ἐμὰς πέμψαι χεῖρας αἰτίαν λέγων, ὅτι τῷ φιλτάτῳ ἔστι πεπεῖσθαι ἐμέ μηδέν αὐτὸν ζητεῖν.
38. Ἀλλ’ ὅμως οὕτως ἔχοντος τοῦ πράγματος ἤλ- πισάν τινες ἔχθραν ἐμποιήσειν πρὸς τὸν οἰχόμενον καὶ ἔπειθε ταῦτα αὐτοὺς περὶ ἐκείνου λέγειν. ἀλλ’ ἐμοὶ καὶ πρὸς ἀπελθόντας ἔστι φιλία καὶ τῷ τῆς ὁμι- λίας ἀποστεροῦντι θανάτῳ τὸ καὶ τοῦ φιλεῖν οὐ δί- δωμι μείζονι τούτῳ χαριζόμενος τῶν τὰ ἄνθη φερόντων ἐπὶ τοὺς τάφους, ἃ καὶ μισῶν ἄν τις ἐνέγκαι φόβῳ τοῦ νόμου. τἀμὰ δὲ ἴστε καὶ ὧς ἐνοικεῖ μου τῇ ψυχῇ τῶν φίλων ἕκαστος τῶν ὑπὸ γῆς. ἴσασι δὲ τοῦτο μᾶλλον αἰ νύκτες. τῆς γὰρ ἡμέρας ἐν τοῖς πρὸς τοὺς ζῶντας λόγοις ἀναλωμένης ἐκεῖναι τὰς πρὸς ἐκεί- νους ἔχουσι συνουσίας καὶ ἀκούω μέν οὐδέν, λέγω δέ.