Oratio 59
Libanius
Libanius, Oratio 59, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908
ἔφερε δὲ αὐτοὺς ὁ πατήρ, ὁπότε ἰὴν ψυχὴν εἰς ἐκείνους τρέψειεν, οὐκ ἐπὶ θηρίου δορᾶς, ἀλλ’ ἐπ’ εὐδαίμονος ἁλουργίδος. ἴσως δ’ ἂν καὶ πλείω καὶ θειωδέστερα πρὸς βασιλι- [*](R III 283) κἠν | συντελοῖ τροφήν, ὧν οἴ τε πλείονες ἄπειροι τοῖς τε ἐπισταμένοις ἐξειπεῖν οὐ θέμις ὥσπερ τι τῶν ἀπορρήτων.
32. Διὸ δή μοι δοκεῖ καιρὸς εἶναι βαδίζειν ἐπὶ τὴν παιδείαν, ὥστε ἔχειν εἰδέναι πάντας, ὧς οὐκ αὐτο- μάτου φορᾷ τύχης τέλειοι τὴν ἀρετὴν ἀπέβησαν, ἀλλὰ πρὸς ἢν πόρρωθεν ἀπηύθυνεν αὐτοὺς ὁδὸν ἡ μελέτη, ταύτην ἐπορεύθησαν.
[*](4 Men p 371, 7 sq. Dion. Hal. l 79. Enn. ann. lib. I 41 sq. Ovid. Fast. II 413 sq. Varg. A. VIII 630. Liv. I 4, 6 12 cf. Greg. Naz. or. 40 p. 728 14 Men. p. 371, 25 sq.)[*](2 ἐτ΄ χθησαν cum ras 1 litt post τ U ἐτάχθησαν 3 παραβάλλων e παραβαλὼν corr P 4 | τοῦ Μ | χείρωνος Ρ sed ω in ras m 2 χείρονος UCa 4 μαστὸν reposui e PUICaBM Bal μασθὸν reliqui libri edd 6 ὧσάν ΡΙΒ 9 ἐπὶ Ρ sed ὶ in ’ corr m 3, ICaLaBM | αλουργίδος U sed spir supra α eras ἁλουργίδος La ἀλλουργίδος Ca 11 συντελοῖ συντελοῖ reposui e sed οίη supra οῖ f, PUCaM sed in hoc οῖ in οῖτο corr συντελοίη Μο συντελοῖτο ΙΒ sed in hoc οῖτο in ras 2 litt συν- τελεῖ LaBal edd | τροφὴν Μο | πλείονες Ι sed ε supra ει m 2 πλέονες CMo 12 ἐπισταμένοις] „videtur οὐκ praeponendum“ Re 15 ὥστ’ CMoB | αὐτομάτου in αὐτομάτω corr Μ 16 φορὰ La | τέλεοι PULa | ἀρχὴν La Re at cf. p. 225,6 | ἐπέ- βησαν La sed ε in α corr n 17 ὁδὸν ἀπηύθυνεν αὐτοὺς La 18 ταύτην ἐπορεύθησαν om La)33. Διπλῆ δὴ τῆς παιδεύσεως ἰδέα τοῖς βασιλεῦσιν ἤσκησε τὰς ψυχάς. τῇ μὲν γὰρ πρὸς βασιλείας διοί- κησιν, τοσούτου πράγματος, ἐρρυθμίζοντο, τῇ δὲ πρὸς δεινότητα λόγων καὶ ῥητορικῆς ἰσχὺν ἐπλάττοντο. ᾧ γὰρ θάτερον μὲν ὑπάρχει, θατέρου δ’ ἡ κτῆσις ἄπεστι, τούτῳ χωλεύειν τὴν ἀρετὴν ἀνάγκη καθ’ ὁπότερον ἂν σπανίζοι. ὅ τε γάρ τὴν μὲν τῆς διοικήσεως μάθησιν ἔχων, τῆς δὲ τοῦ δύνασθαι λέγειν ἐστερημένος ἀγροι- κότερος ἀναφανεὶς βασιλεὺς τὴν μὲν ἀρχὴν ἰθύνειν ὠά ἀδυνατεῖ, τὸ δὲ μετὰ χαρίτων οὐκ ἔχει, ὅ τε λό- γοις μὲν εἰς ἄκρον ὁμιλήσας, τὴν δὲ τοῦ μείζονος πράγματος ἐπιστήμην οὐ λαβὼν ὁ τοιοῦτος στωμύλος ἀποφανθεὶς εἰς μὲν ἀγοραῖον κομψότητα τὸ σεμνὸν τῆς βασιλείας κατάγει, τοῦ δὲ ἐκείνῃ προσήκοντος με- γέθους ἀπελήλαται πορρωτάτω.
ἀλλ’ οἴ γε ἡμέτε- ροι βασιλεῖς ἄμφω δεξιοὶ κατὰ τὴν τέχνην λόγων μὲν τῶν Ῥωμαίοις προσηκόντων ἡγεμόνας ἐπαγαγόμενοι [*](17 Auson. prof. XVII 15) [*](1 τις CMoPUILa τις τῆς scribendum coni Re 2 post διοίκησιν ras 17 litt I 3 τοιούτου U | ἐρρυθμίζοντο Ρ sed ἐρ in ras m3, I sed ρ (2) inser m 2 ἐρυθμίζοντο UBal ἀριθμίζοντο Μο | τῆ Ρ sed ~ add m 3 5 ατέρου U sed ante α ras 1 litt | δὲ Ρ sed ὲ in ’ corr m 3, UICaBal Re | ἄπεστιν La 7 σπανἰζοιτο CMoM 8 λέγειν om La 10 ὅ τε C sed ὁ δέ suprascr m, Bal sed ἴσ. ὅ τε δὲ in marg m 2 ὅ τε γὰρ La ὁ δέ Re 12 ὁ τοιοῦτος] ὅτι οὕτος Mor 13 ἀγοραῖον reposui e CP sed in hoc ~ et ον in ras m 2, LaM ἀγοραῖον Β ἀγοραίαν I ἀγοραίαν U ἀγοραῖαν Μο ἀγοραίων CaBal edd 14 δ’ ΜοΡ sed in hoc ’ e ὲ corr m 2, ΒΜ 15 πορ- ρωτέρω Μο sed γρ πορρωτάτω in marg 16 δεξιοὶ reposui e libris sed δεξιὼ in marg Bal 2 δεξιὼ edd | κατὰ μὲν τὴν τέχνην λόγων τῶν Ῥωμαίοις coni Re 17 τοῖς Bal sed τῶν in marg m 2, Mor | ἡγεμόνας inser B 2 | ἐπαγαγόμενοι scripsi ἀπαγόμενοι libri edd)
35. οἱ μὲν οὖν πολλοὶ μέτρον ἡγοῦνται τῆς εἰς τοῦτο φερούσης μαθήσεως ἵππον τε ἀναβῆναι καὶ τόξον ἐντεῖναι καὶ βέλει σκοποῦ τυχεῖν καὶ ξίφει πλῆξαι καὶ πρὸς δόρατος ἄφεσιν ἀρκοῦσαν παρασχέσθαι τὴν δε- ξιὰν καὶ πρὸς κρυμοὺς διακαρτερῆσαι καὶ πρὸς θάλ- πους ὑπερβολὴν μηδαμῶς ἀπειπεῖν, ἔστι δὲ καὶ τού- των μὲν οὐ μικρὰ πρὸς βασιλικὴν διδαχὴν ἡ συντέ- λεία· τοῖς δ’ οὐχ οὗτος ἣν ὅρος τῆς παιδείας.
ἀλλ’ ἣν μὲν καὶ ταῦτα τῶν ἐγκυκλίων ἀσκημάτων, προσῆν δὲ μέρος ἕτερον πολὺ τούτων ἐντιμότερον. ἐπειδὰν γὰρ λήξαιεν τῶν περὶ ταῦτα γυμνασίων, ἐρρύθμιζεν αὐτοῖς ὑποθήκαις ὁ πατὴρ τὰς ψυχάς δικαιοσύνην εἰσάγων, ἀδικίᾳ χώραν οὐ διδούς, θυμοῦ καιρὸν καὶ πρᾳότητος διορίζων, τί μὲν δεσποτεία λέγων, τί δὲ βασιλεία δεικνὺς καὶ ὡς ὁ ζητῶν ἐκείνην τήνδε ἀπο- [*](2 Euseb. vit. Const. IV 52 5 cf. ad t. II 546, 13 6 cf. t. III 379, 3 R 15 Iul. or. I p. 10 C sq. 18 Euseb. l. l.) [*](1 δὲ MoLa 3 κρύψειν ἔμελε φθόνῳ Μ 5 οὔτε ΜοΜ 6 ἐμπειρίας βασιλικῆς ἤλασε πορρωτέρω Μ | πορρωτέρωι C | τῆς ante βασιλικῆς Re delevi 9 τ’ Ρ 10 ἐκτεῖναι Ca 12 κρυ- μνοὺς C sed ν eras 15 δ’ Ρ sed ’ in ras m 2 δέ UICaLa ἦν om PBBal sed in hoc in marg add m 2 16 μέν ἂν καὶ Ρ BBal Mor | μαθημάτων Μ 18 γυμνασιῶν Re at cf. p. 231, 9 | ἐρρύθμιζεν Ρ sed ἐρ in ras 1 litt m 3, I sed ρ (1) inser ἐρύθμιζεν LaM et in marg Bal 2 21 πραότητος MoPIBM δὲ in marg add Bal 2 22 τήνδ’ PUIBM | ἀπολώλεκε U)
ὃ δὲ μά- λιστα ἀγασθεὶς τῆς παιδείας ἐκείνης ἔχω, τοῦτο ἐρῶ. ἐμβιβάσας γὰρ αὐτοὺς εἰς τὸ προοίμιον τῆς βασιλείσς νέους ὄντας κομιδῆ καὶ μετενεγκὼν ἐκ τῆς τῶν ἰδιω- τῶν τάξεως οὕτως ἤσκει τὰ βασιλικά. ᾔδει γάρ, μεγαλοφροσύνη μὲν οἰκειότατον τῷ πράγματι καὶ ἄνευ ταύτης τὸ πλέον τῆς λαμπρότητος οἴχεται, ἐκ δὲ τῶν ἐπιτηδευμάτων | ὁποῖ’ ἄττ’ ἂν ᾖ, τὸ φρόνημα [*](R III 285) τοῖς ἀνθρώποις ἐμφύεται.
ἐβούλετο δὴ τοῖς σεμνο- τέροις ἐσθήμασί τε καὶ ἐπιτηδεύμασιν ἐκ νεότητος συ- ζῶντας ἀμαθεῖς γενέσθαι μικρότητος, ὥστε ταπεινῷ μέν ἢ φαύλῳ μηδενὶ προσάγειν τὸν λογισμόν, ὅ τι δέ βουλεύσαιντο, τοῦτο πρὸς μέγεθος βλέπειν. ταῖς γὰρ τῶν νέων, οἶμαι, ψυχαῖς ἁπαλωτέραις οὔσαις ὅ τι ἂν προσενέγκῃς μάθημα ῥᾳδίως ἱδρύεται καὶ παγὲν τὴν πρώτην ἀμετάστατον μένει, καὶ οὔτε ὁ τῶν σεμνο- τέρων ἐθάς, εἰ δυσχερείᾳ χρήσαιτο, πρὸς τὴν ἀκαιρίαν ἐκπλαγεὶς ἐκβάλλει τὸ φρόνημα οὔτε ὁ ταπεινότητι σύντροφος πρὸς τὰ μείζω καλούμενος ἐξισοῖ τὴν γνώ- [*](3 Plat. Crat. p. 404 C) [*](1 ἐφαίνετο Bal sed in marg ἀφίκοιτο m 2, ἐφίκοιτο m 3 γρ ἀφέλοιτο in marg Mor 4 τῆς βασιλείας in marg add Bal 2) [*](7 μεγαλοφροσύνη — 10 ἐμφύεται citat Macar fol. 94 v | τῷ πράματι] τῆ βασιλεία Macar 8 δὲ om Macar 9 BMMacar ὁποῖάττα Ca | ἄττ’ reposui e CM sed in hoc ἀττ ιν ras m 2 ἅττ’ ΜοΡ sed in hoc ’ in ras m 3 ἄττα LaBal Re ἄττα U Mor ποτ’ Β Macar | ἂν Ρ sed ν in ras 3—4 10 δὲ LaM 12 σμικρότητος Μ 18 ὅτι ΡΙΒΜ 14 ταῖς— p. 228, 3 φέρειν omissa γὰρ particula citat Macar l. l. 15 ἀπα- οις λωτέραις Β | ὅτι ΡΙΒΜ Macar 16 προσενέγκης Macar 17 τὴν πρώτην in τηνπρώτην corr P 4 τηνπρώτην Β την πρώ- την I | 17 et 19 οὔθ’ Μ Macar)
ταῦτα δὴ καλῶς ἐξετάσας καὶ καταμαθὼν ἀκριβῶς τροφῆς τε καὶ παιδείας τὴν δύναμιν καὶ βουληθεὶς τοὺς παῖδας οὐκ ἐν φαυλοτέ- ροις τὰ μείζω λαμβάνειν, ἀλλ’ ἐν ἀμείνονι σχήματι τά σεμνότερα μανθάνειν περιβάλλει μὲν αὐτοὺς ἐσθήματι βασιλεί·ας συμβόλῳ, κηρύττει δὲ κήρυγμα καὶ τοῖς μα- χίμοις καὶ ταῖς πόλεσιν, ὅτι παρῆλθον εἰς τὴν ἀρχὴν ἐκείνου νεύματι καὶ χρὴ καὶ τούσδε προσκυνεῖν.
ταῦτα δὴ προτελέσας ποιεῖ μέν αὐτοῖς στρατόπεδα καὶ θεραπείαν καὶ ὧτα δὴ καὶ ὀφθαλμοὺς πανταχῆ τὸ μίμημα πρὸς τὸ ἀρχέτυπον διασώζων, δίδωσι δὲ προσηγορίαν τῆς μὲν ἔμπροσθεν ἀμείνω, τῆς δὲ αὐτοῦ δευτέραν. ἔστι γάρ, ὡς ἂν εἴποι τις, καὶ βασιλείας τάξις τελεωτέρα.
καὶ τοῦτο εἰκότως οὕτως ἐποίη- σεν. οὔτε γὰρ ἐν ἰδιώταις ἀφῆκε μένειν οὔτ’ εὐθὺς ἐπὶ τὸ ἄκρον προήγαγε τοῦ μὲν τὸ ταπεινὸν φοβηθείς, τοῦ δὲ τὸ ὑπερβάλλον. εἴτε γὰρ εἰς ἰδιώτας τελεῖν ἀφεὶς οὕτω παιδεύειν ἐπεχείρει, ἀθυμότερον ἂν ἐδέ- χοντο τὴν μάθησιν τιμῆς οὐ παρούσης, εἴτ’ εὐθὺς ἀπ’ ἀρχῆς ἐπὶ τὴν κορυφὴν ἦγε τῆς ἐξουσίας, ἂν πρὸς τὰς μελέτας διέκειντο τὸ πάν ἤδη κεκτημένοι. [*](7 Eus. vit. Const. IV 40; Paneg. Const. 3 12 Euseb. l. l. Xen. Cyr. VIII 2, 10 sq. Luc. adv. ind. 23. Arist. Ach. 92 sq.) [*](2 πάλαι Μ Macar 3 δικαίως Μ sed γρ δὴ καλῶς in marg m 2 10 δεῖ Β | καὶ in marg Bal 2 11 δὴ καὶ La δὲ U | αὐτούς Β 12 δὴ inser Μ 14 δὲ reposui e CMo UILaM δ’ reliqui libri edd 15 τίς La | βασιλεία La 16 τοῦτ’ Ca 17 οὔτε La 18 προήγαγεν MoLa | τοῦ Ρ sed ~ m 4 τοὺς Μ0 | τὸ inser C m 20 ἐδέχετο)
ὁ δὲ τὸ προσῆκον αὐτοῖς | ἀποτεμόμενος μέ- [*](R III 286) τρον ὁ μετὰ φρονήματος ἔμελλεν ἐπιμελείας ἔρωτα παρέξειν, ἕτερον μεῖζον προσέθηκεν. οὐ γὰρ εὐθὺς ἐξέπεμψεν ἑτέρωσε μετὰ τῶν δυνάμεων ἔξω τῶν ὀφθαλ- μῶν ἑαυτοῦ τὰς διατριβὰς ἐκείνοις παραχρῆμα ποιῶν, ἀλλὰ κατέχων ἐποπτεύειν ἠξίου τὰ δρώμενα κατὰ τοὺς δεινοὺς τῆς κυβερνητικῆς διδασκάλους, οἳ τοὺς ἄρτι τῆς τέχνης ἁπτομένους ἐπὶ τῶν οἰάκων καθίσαντες ἐν τῇ πρύμνῃ προσεδρεύουσιν, ἵν’ εἰ μὲν κατὰ λόγον νοιεν ἐκεῖνοι τὸ σκάφος, συγχαίρωσιν, εἰ δέ τι γίγνοιτο πλημμελές, ἐγγύθεν ἐπιβοηθοῖεν.
43. Ἐπεὶ δ’ οὖν ἐδόκουν τῆς πρὸς αὐτὸν συνου- σίας ἀπολελαυκέναι τὰ γιγνόμενα, καθάπερ τις ἀετὸς τοὺς νεοττοὺς εἰς πτῆσιν γυμνάζων, οὕτως ἤδη δυνά- μεις παραδοὺς ἐξέπεμψε τὸν μέν τῆς ἑῴας, τὸν δὲ τῆς ἐσπέρας προβαλλόμενος.
καὶ τοῦτο ἔπραττε τριῶν τῶν μεγίστων εἵνεκα. πρῶτον μὲν γὰρ τοὺς ἐφ’ ἑκά- τερα κατῳκισμένους βαρβάρους ἐβούλετο τῷ φόβῳ τῶν ἐφεστηκότων πρὸς ἀνάγκην κατείργεσθαι. ἀσφάλειαν οὖν ᾤετο <τῷ> παντὶ ποριεῖν, εἰ τὰ πέρατα τῆς ἀρχῆς [*](13 cf. Thuc. VI 54, 5) [*](1 μέτρον ὃ μέτρον ΜοΡ sed in hoc μέτρον alterum punctis del, UILa et in marg Mor 4 ἐξέπεμπεν La | ἑτέρων Mor 2 5 αὐτοῖς Re | παραχρῆμα om Re 7 κοινούς Re 9 ἵν’ — 10 συγχαίρωσιν inser P 2 10 συγχωρῶσιν Bal | γίγνοιτο re- posui e PUICaBM γίνοιτο reliqui libri edd 11 πλημελές PUI sed in hoc μ alterum inser m 3 13 τὰ om CMoLa et in marg Mor | γινόμενα Ca 14 καὶ τούς Ca 15 ἐξέπεμψε scripsi ex UCaM coll. 1. 4 ἐξέπεμπε reliqui libri sed π (2) in ras P 2, edd ἐξέπεμπεν La | τὸν (1) C sed ον in ras n, Ρ sed add m 3 16 προβαλόμενος CMo 17 ἕνεκα Bal sed εἵνεκα in marg | τούς ἐφ’ in ras 4 litt P 2 ἐφ’ inser I 2 om CaLaM 20 τῷ inserui auctore Sinteni | ποιεῖν Bal sed ποριεῖν in marg, et γρ in marg Mor)